11
νόμου ἑαυτὸν προσηγόρευσεν, οὕτως οὗτοι ἀρνησάμενοι τὴν πίστιν ἣν ἔλαβον ἐν τῇ ἐκκλησίᾳ Ἐγκρατίτας καὶ Ἀποτακτίτας ἑαυτοὺς προσηγόρευσαν. ∆έον παραβάτας αὐτοὺς λέγεσθαι, ὅτι τὰς πρὸς θεὸν συνθήκας παρέβησαν. Ἐπεὶ ποῦ θήσομεν ἕκαστον; Ἐβαπτίσθησαν ἐν τῇ ἐκκλησίᾳ παρὰ τῶν ἱερέων τοῦ θεοῦ, μετὰ τὸ βάπτισμα ἐτράφησαν τῷ ἁγίῳ σώματι καὶ τῷ τιμίῳ αἵματι τοῦ Χριστοῦ. Ἆρα φυλάσσουσι ταύτας τὰς παραδόσεις; Ἓν τούτων ἐάν τις ἀρνήσηται, ὅλα ἠρνήσατο. Ἆρα οὖν τὰ τρία φυλάττουσι, τὸ βάπτισμα, τὸ σῶμα, τὸ αἷμα; Εἷς ἱερεὺς τὴν τριάδα σοι τῶν μυστηρίων παρέδωκεν· οὐ δύνασαι τὸ μὲν κρατεῖν, τὸ δὲ ἀφιέναι· εἰ μὲν ἄλλος ἦν ὁ βαπτίσας σε καὶ ἄλλος ὁ σῶμα ἐπιδοὺς καὶ ἕτερος ὁ τὸ αἷμα, ἔλεγες ἄν· «Οἱ δύο ἀληθῶς μοι παρέδωκαν, ὁ δὲ τρίτος ἐνέπαιξέ μοι «. Νυνὶ δὲ παρ' ἑνὸς ἱερέως πάντα τὰ μυστήρια ὑπεδέξω· ἐὰν αὐτὸν λέγῃς ἱερέα Χριστοῦ, φύλασσε τὰ μυστήρια, ἵνα μὴ γένῃ παραβάτης· εἰ δὲ οὐ λέγεις αὐτὸν ἱερέα, κατηχούμε νον αὐτὸν λέγεις καὶ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀλλότριον, ἀλλαχοῦ γὰρ οὐδαμοῦ ἐβαπτίσθης. Καὶ ὥσπερ οἱ εἰς τὸν υἱὸν τοῦ θεοῦ βλασφημοῦντες εἰς αὐτὸν τὸν πατέρα καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον ἀσεβοῦσιν, ὁμοίως δὲ καὶ οἱ τῷ πνεύματι ἁγίῳ ἀπιστοῦντες τῷ παναγίῳ πατρὶ καὶ τῷ παναγίῳ αὐτοῦ υἱῷ Ἰησοῦ Χριστῷ ἀπιστοῦσιν, οὕτως ἔστιν εὑρεῖν καὶ εἰς τὴν τριάδα τῶν μυστη ρίων. Ἐάν τις ἓν ἐξ αὐτῶν ἀθετήσῃ, τὴν τριάδα ἠθέτησεν· ἀθετήσας οὖν τὰ μυστήρια τοῦ Χριστοῦ καὶ ἀποστατήσας τῆς ἐκκλησίας δικαίως παραβάτης ὀφείλεις ὀνομάζεσθαι· καὶ ἵνα σε πείσω, ὅτι καὶ τῶν παραβατῶν τῶν ἐν τοῖς διωγμοῖς ἀσεβέστε ρος τυγχάνεις, ἐκεῖνοι μὴ φέροντες πολλάκις τὰς πληγὰς ἠναγ κάσθησαν δι' ἀσθένειαν σώματος πολλάκις ἀρνήσασθαι, ἐλεεινοὶ καὶ πολλῶν θρήνων ἄξιοι· ἀλλ' ὅμως μεταγνόντες τὴν ζωὴν αὐτῶν πᾶσαν πολλάκις ἀπωδύροντο, ἵνα ποτὲ αὐτοῖς ὁ θεὸς διαλλαγεὶς καταξιώσῃ πάλιν αὐτοὺς εἰς τὴν εἴσοδον τῶν ἁγίων. Σὲ δὲ εἰς τοσοῦτον ἐσκότισεν ὁ διάβολος ὡς μὴ ἐπιζητεῖν τὴν κοινωνίαν τῶν ἁγίων ἀλλὰ τἀναντία λέγειν, ἵνα μηκέτι εἰσέλθῃ εἰς τὸ στόμα σου τὸ βλάσφημον, τὸ φοβερὸν καὶ ἅγιον αἷμα τοῦ Χριστοῦ. Ἴδε οὖν, πανταχόθεν ἀπεδείχθης οὐ μόνον Σαμάρειαν καινοτομήσας, ἀλλὰ καὶ παράβασιν. Καὶ ὥσπερ ὁ Σαμαρείτης διὰ τοῦ σχήματος τὴν ἀποστασίαν ἐποίησε καὶ ὑπὸ τῆς περιτομῆς ἐλέγχεται ὅτι ποτὲ Ἰσραηλίτης ἦν, οὕτως καὶ σύ, εἰ καὶ ἀπέσχισας ἀπὸ τῆς ἐκκλησίας ἢ ἐκαινοτόμησας παράβασιν, ἀλλ' ὅμως ὑπὸ τῆς σφραγίδος ἐλέγχῃ· τὸ γὰρ βάπτισμα ἐν τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ ὑπεδέξω. Πόθεν δέ σοι καὶ ἡ τοσαύτη ὁμοιότης πρὸς τὴν Σαμάρειαν; Ἔστω ἀπέσχισας, ἔστω ἐνομοθέτησας τοῖς ὑποσκελισθεῖσιν ὑπὸ σοῦ μηκέτι πατεῖν τὸν οἶκον τοῦ θεοῦ, μηκέτι ἀκούειν τῶν ἱερέων τῶν βαπτισάντων καὶ χριστιανόν σε ποιη σάντων· πόθεν δέ σοι καὶ ἡ τῶν σκευῶν παρατήρησις; Ἐκ ποίας παραδόσεως; Ἆρα οἱ ἀπόστολοι κηρύσσοντες τὸν τοῦ θεοῦ λόγον καὶ τὴν οἰκουμένην περιερχόμενοι, χύτρας καὶ πινάκια περιφέροντες πάντων Ἑλλήνων ὄντων καὶ πάντων μαινομένων εἰς εἰδωλολατρίαν; Ἢ ἔχοντες μεθ' ἑαυτῶν τὸν Χριστὸν ᾔδεσαν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, ἀλλὰ πάντα καθαρὰ τοῖς καθαροῖς καὶ ὅτι ἁγιάζεται διὰ λόγου θεοῦ καὶ ἐντεύξεως, καὶ εἰσερχόμενοι πολλάκις εἰς οἶκον Ἕλληνος εἰ ἠδυνήθησαν πεῖσαι τὸν οἰκοδεσ πότην πιστεῦσαι τῷ θεῷ, εὐθὺς τὸν οἶκον ἐκκλησίαν ἐποίουν. Ὃ γέγονε καὶ ἐπὶ τῆς ἡμετέρας πόλεως γενομένου τοῦ ἁγίου ἀποστόλου Παύλου ἐν τῷ οἴκῳ Ὀνησιφόρου· οὐκ ἠρώτησεν ὁ ἀπόστολος ποῖα καθαρὰ σκεύη καὶ ποῖα ἀκάθαρτα, ἀλλ' αὐτὸν τὸν οἶκον, ὡς προείπομεν, ἐκκλησίαν ἐποίησεν. Ἵνα δὲ πείσωμεν αὐτοὺς ὅτι διὰ κενοδοξίαν καὶ ἀλαζονείαν τῶν σκευῶν ἀπέχον ται, καὶ ὅτι εἰς τοσοῦτον ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία καὶ φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, τὰς μελίσσας τὰς τὸ κηρίον ἐργαζομένας πάντως ὁρῶσι πῶς ἐπὶ πάντα φέρονται καὶ οὐ μόνον ἐπὶ βοτάνας καὶ ἄνθη, ἀλλὰ καὶ ἐπὶ τὰ νεοσφαγῆ τῶν κρεῶν καὶ ἐπὶ τὰ αἵματα. Καὶ μάλιστα ἔστιν ἰδεῖν καὶ ἐν τῷ καιρῷ τῆς