1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

11

τοῦ λογικοῦ τὸ ἑκούσιον πάθος. Ἀπολ. Νοῦν ἀνθρώπου εἶχεν ὁ Χριστός; Ὀρθ. Μὴ λέγε, ὁ Χριστὸς διαιρῶν, νοῦν εἶχεν· τὸ γὰρ συναμ μ28.1253 φότερον, νοῦς καὶ λόγος, λέγεται ὁ Χριστός. οὕτω δὲ νοῦν ἀνθρώπινον λέγω, ἐν ᾧ ἦν ὁ λόγος, ὡς ἐν τῇ ἀρχῇ τοῦ λόγου εἴπομεν σῶμα ἀνθρώπινον τῇ φύσει, τῇ δὲ οἰκονομίᾳ θεοῦ. οὕτω καὶ ψυχὴν τῇ φύσει ἀν θρωπίνην, τῇ δὲ οἰκονομίᾳ θεοῦ, καὶ νοῦν ἀνθρώπινον τῇ φύσει, τῇ δὲ οἰκονομίᾳ θεοῦ. καὶ ὥσπερ ἡ σὰρξ αὐτοῦ οὐκ εἶδε διαφθορὰν, οὕτως οὐδὲ ὁ νοῦς αὐτοῦ ἐποίησεν ἁμαρτίαν· καὶ ὥσπερ ἀνάγκη τὸ τῇ φύσει ἀνθρώπινον σῶμα, καὶ ἐκ τοῦ Ἀδάμ, ἐκ σαρκὸς καὶ αἵματος ἔχειν τὴν σύστασιν, οὕτως ἀνάγκη τὴν ἀνθρωπίνην ψυχὴν λογικὴν εἶναι. καὶ πάλιν λέγω· ὥσπερ τὸ σῶμα φύσει μέν ἐστιν ἀνθρώπινον, τῇ δὲ ἑνώσει τῆς οἰκονομίας θεϊκόν, οὕ τως καὶ ὁ νοῦς φύσει μὲν ἀνθρώπινος, τῇ δὲ ἑνώσει τῆς οἰκονομίας θεοῦ νοῦς. Ἀπολ. ∆ύο οὖν τέλεια; Ὀρθ. ∆ύο οὐσιῶν τελείων ἕνωσις. Ἀπολ. ∆ύο τελείων ἓν τέλειον οὐ γίνεται. Ὀρθ. Παρ' ἀνθρώποις ἴσως ἀδύνατον γενέσθαι, παρὰ δὲ θεῷ δυνατόν. Ἀπολ. Πῶς; Ὀρθ. Ὡς τὸ παρθένον γεννῆσαι, ὡς τὸ θυρῶν κεκλεισμέ νων σῶμα παχυμερὲς εἰσελθεῖν ἐκ σαρκῶν καὶ ὀστέων συμπαγέν, ὡς τὸ περιπατῆσαι ἐπὶ θαλάσσης· ὡς γὰρ ταῦτα δυνατὰ παρὰ θεῷ κἀκεῖνο. Ἀπολ. Ἄνθρωπον οὖν ἐγέννησε Μαρία; Ὀρθ. Ψιλὸν οὔ, ἀλλὰ θεὸν ἐνανθρωπήσαντα· πρῶτον γὰρ μετ' αὐτῆς ὁ κύ ριος θεϊκῶς καὶ τότε ἐξ αὐτῆς οἰκονομικῶς παιδίον, διὸ καὶ θεοτόκος ἡ Μαρία. Ἀπολ. Ἄνθρωπος οὖν ἐσταυρώθη ὑπὲρ ἡμῶν; Ὀρθ. Ψιλὸς οὔ, ἀλλὰ θεὸς ὢν ὁ τοῦ θεοῦ υἱός, βουληθεὶς σταυρωθῆναι ὑπὲρ ἡμῶν ἥνωσεν ἑαυτῷ σῶμα ἔμψυχον λογικὸν τὸ δυνάμενον σταυρωθῆναι μετὰ ἑκουσίου πά θους. Ἀπολ. ∆ιὰ τί λέγεις σταυρωθῆναι μέτα πά θους ; ἄλλο ἐστὶ σταυρὸς καὶ ἄλλο πάθος; Ὀρθ. Ἑκούσιον καὶ πάνυ. Ἀπολ. Πῶς; Ὀρθ. Ὅσῶμα ἄψυχον σταυρωθῆναι μὲν δύναται, παθεῖν δὲ ἑκου σίως οὐ δύναται μὴ ὂν ἔμψυχον λογικόν. καὶ τοῦτό ἐστι τὸ ἀσέβημα τῶν λεγόντων ὅτι ψυχὴν οὐκ εἶχεν· τοῦ γὰρ σώματος μὴ δυναμένου αἰσθηθῆναι ἑκουσίου πάθους ἄνευ ψυχῆς ἀνάγκη τὸν λόγον ἀντὶ ψυχῆς ὄντα παθεῖν ἢ μηδ' ὅλως εἶναι αἴσθησιν πάθους ἑκουσίου. Ἀπολ. Οὐκ ἔπαθεν οὖν ὁ λόγος; Ὀρθ. Φυσικῶς μὴ γένοιτο. Ἀπολ. Πῶς ἔπαθεν; Ὀρθ. Ἑνώσας ἑαυτῷ σῶμα τὸ δυνάμενον παθεῖν, ὡς εἶναι τὸ πάθος τῆς οἰκονομίας καὶ οὐχὶ τῆς φύσεως τοῦ λόγου· ὡς γὰρ ἐκοπίασεν ἐκ τῆς ὁδοιπορίας οὐ φύσει θεότητος, ἀλλ' ἑνώσεως οἰκονομίᾳ, οὕτως ἔπαθεν οὐ φύσει θεότητος, ἀλλ' ἑνώσεως οἰκονομίᾳ. εἰ δὲ μή, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν ἄνευ κόπου καὶ περιπατήσας ἐπὶ πτερύγων ἀνέμων, πῶς ἂν ἐκοπίασεν, εἰ μὴ ἥνωσεν ἑαυτῷ τὸ δυνάμενον κοπιά σαι σῶμα; σῶμα δὲ ἄψυχον οὐ κοπιᾷ οὔδε νήθει καὶ ὥσπερ μ28.1256 αὐτοῦ σῶμά ἐστιν, ὃ ἥνωσεν ἑαυτῷ ἔμψυχον σῶμα, οὐ τῇ φύσει, ἀλλὰ τῇ οἰκονομίᾳ, οὕτως αὐτοῦ κόπος ὁ κόπος οὐ τῇ φύσει, ἀλλὰ τῇ οἰκονομίᾳ τῆς ἑνώσεως, καὶ αὐτοῦ πάθος τὸ πάθος οὐ τῇ φύσει, ἀπαθὴς γὰρ φύσει, ἀλλὰ τῇ οἰκονομίᾳ τῆς ἑνώσεως. διὰ γὰρ τὸ πάθος καὶ ἡ ἕνωσις, καὶ διὰ τὴν σωτηρίαν τὸ πάθος. σῶσαι γὰρ θέλων ἔπαθεν, παθεῖν δὲ θέλων ἥνωσεν, ἑνώσας οὐκ ἀφῆκεν· "οὕτω γὰρ ἐλεύσε ται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν", καὶ "ὄψονται εἰς ὃν ἐξεκέντησαν". Ἀπολ. Ἄλλως γὰρ οὐκ ἠδύνατο σῶσαι; Ὀρθ. Ἀλλ' οὕτως ἠθέλησε σῶσαι διὰ τῆς μωρίας τοῦ κηρύγμα τος. Ἀπολ. Εἰ νοῦν ἀνθρώπου εἶχεν, ἠδύνατο καὶ ἁμαρτῆσαι; Ὀρθ. Εἰ μὴ ἥνωτο τῇ θεότητι ὁ νοῦς, ναί. Ἀπολ. Τρεπτὸς οὖν ἦν ὁ Χριστός; Ὀρθ. Μὴ γένοιτο. Ἀπολ. Εἰ ἠδύνατο ἁμαρτῆσαι, τρεπτὸς ἦν. Ὀρθ. Μνημόνευε τῶν εἰρημένων, εἶπον γάρ εἰ μὴ ἥνωτο, ναί . Ἰησοῦς δὲ Χριστὸς ἄνευ ἑνώσεως οὐ νοεῖται Χριστὸς Ἰησοῦς, ἀλλὰ θεὸς λόγος, υἱὸς θεοῦ ἐνυπόστατος. εἰ δύνῃ εὑρεῖν τὸ ἔμψυχον σῶμα ἄνευ ἑνώσεως, ἐννόει τροπήν, εἰ δὲ ἅμα σῶμα, ἅμα θεοῦ λόγου σῶμα καὶ ἅμα ἔμψυχον λογικόν, ἅμα θεοῦ λόγου σῶμα ἔμψυχον λογικόν, τί ζητεῖς τρο πήν; Ἀπολ. Εἰ νοῦν ἀνθρώπου εἶχεν, καὶ λήθην καὶ ἄγνοιαν εἶχε καὶ ἁμαρτάνειν ἠδύνατο. Ὀρθ.