11
οὐδενὸς τῶν συν αγόντων προσδεηθείς· λύει δὲ τοῖς ἠδικημένοις τὰς τυραννίδας, οὐδὲν διελὼν τοὺς τῆς ἑαυτοῦ μερίδος, καὶ τῆς ἐναντίας· ἀνίστησι δὲ πεπτωκότα τὸν λόγον· παῤῥησιάζεται δὲ ἡ Τριὰς πάλιν, ἐπὶ τὴν λυχνίαν τεθεῖσα, καὶ λαμπρῷ τῷ φωτὶ τῆς μιᾶς θεότητος ταῖς πάντων ψυχαῖς ἐναστράπτουσα. Νομοθετεῖ δὲ τῇ οἰκουμένῃ πάλιν· ἐπιστρέφει δὲ πρὸς ἑαυτὸν πᾶσαν διάνοιαν, τοῖς μὲν ἐπιστέλλων, τοὺς δὲ καλῶν· ἔστι δὲ οὓς καὶ ἀκλήτους προσιόντας σοφίζων, πᾶσι δὲ νόμον ἕνα προθεὶς τὸ βούλεσθαι· καὶ γὰρ τοῦτο μόνον ἐξήρκει πρὸς ὁδηγίαν τοῦ κρείτ τονος. Ἐν κεφαλαίῳ δὲ εἰπεῖν, δύο λίθων μιμεῖται φύσεις ἐπαινουμένων. Γίνεται γὰρ τοῖς μὲν παίουσιν ἀδάμας, τοῖς δὲ στασιάζουσι μαγνῆτις, ἀῤῥήτῳ φύ σεως βίᾳ τὸν σίδηρον ἕλκουσα, καὶ τὸ στεῤῥότα τον ἐν ὕλαις οἰκειουμένη.
ΛΒʹ. Ἀλλ' οὐ γὰρ ἔμελλε ταῦτα οἴσειν ὁ φθόνος, οὐδὲ τὴν Ἐκκλησίαν ὁρῶν ἀνέξεσθαι πάλιν ἐπὶ τῆς αὐτῆς δόξης, καὶ τῆς παλαιᾶς ὑγιείας, τάχιστα τοῦ διεστῶτος συνουλωθέντος, ὥσπερ ἐν σώματι. ∆ιὰ τοῦτο ἐπανίστησιν αὐτῷ τὸν συναποστάτην ἑαυ τῷ βασιλέα, καὶ τὴν κακίαν ὁμότιμον, χρόνῳ μόνῳ λειπόμενον· ὃς πρῶτος Χριστιανῶν βασιλέων κατὰ Χριστοῦ μανεὶς, καὶ ὃν ὤδινε πόῤῥωθεν ἐν ἑαυ τῷ βασιλίσκον τῆς ἀσεβείας ἀναῤῥήξας ἀθρόως, ἐπει δὴ καιρὸν ἔλαβεν, ὁμοῦ τε αὐτοκράτωρ ἀναδείκνυ ται, καὶ κακὸς μὲν περὶ τὸν πιστεύσαντα βασιλέα τὰ βασίλεια γίνεται, κακίων δὲ περὶ τὸν σεσωκότα Θεόν· καὶ διωγμὸν ἐννοεῖ τῶν πώποτε γενομένων ἀπανθρωπότατον, ὅσῳ τὸ πιθανὸν τῇ τυραννίδι μί ξας (ἐφθόνει γὰρ τοῖς πάσχουσι καὶ τῆς ἐπὶ τοῖς ἄθλοις τιμῆς), ἀμφίβολον ἐποίει καὶ τὸ τῆς ἀνδρείας φιλότιμον· τὰς ἐν τοῖς λόγοις στροφὰς καὶ πλοκὰς ἐπὶ τὸν τρόπον μετενεγκὼν, ἢ, τό γε ἀληθέστε ρον εἰπεῖν, ἀπὸ τοῦ τρόπου, καὶ περὶ ἐκεῖνα σπου δάσας, καὶ τὸν ἔνοικον αὐτῷ πονηρὸν τῆς πολυτε χνίας μιμούμενος. Οὗτος μικρὸν μὲν ἔργον ἐνόμισεν εἶναι τὸ πᾶν τῶν Χριστιανῶν παραστήσασθαι γένος· μέγα δὲ τὸ Ἀθανασίου κρατῆσαι, καὶ τῆς ἐκείνου περὶ τὸν λόγον ἡμῶν δυνάμεως. Καὶ γὰρ ἑώρα μηδὲν ὂν αὐτῷ πλέον τῆς καθ' ἡμῶν ἐπι νοίας, διὰ τὴν τοῦ ἀνδρὸς ἀντιπαράταξιν καὶ ἀντί θεσιν· ἀεὶ τοῦ κενουμένου Χριστιανῶν ἀναπληρου μένου, διὰ τῆς Ἑλληνικῆς προσθήκης, καὶ τῆς ἐκεί νου συνέσεως, ὃ καὶ παράδοξον. Ταῦτ' οὖν ἐννοῶν, 35.1121 καὶ ὁρῶν ὁ δεινὸς ἐκεῖνος παραλογιστὴς καὶ διώκτης, οὐδὲ ἐπὶ τοῦ πλάσματος ἔτι μένει καὶ τῆς σοφιστικῆς ἀνελευθερίας· ἀλλὰ τὴν πονηρίαν γυμνώσας, φανε ρῶς ὑπερορίζει τὸν ἄνδρα τῆς πόλεως. Ἔδει γὰρ τρισὶ παλαίσμασι τὸν γεννάδαν νικήσαντα, τε λείας τυχεῖν καὶ τῆς ἀναῤῥήσεως.
ΛΓʹ. Μικρὸν τὸ ἐν μέσῳ, καὶ Πέρσαις μὲν ἡ δίκη δοῦσα τὸν ἀλιτήριον, ἐκεῖ δικάζει· καὶ βασιλέα φιλό τιμον παραπέμψασα, νεκρὸν ἐπανάγει, μηδὲ ἐλεού μενον· ὡς δὲ ἐγώ τινός σοι ἤκουσα, μηδὲ τῷ τάφῳ προσλαμβανόμενον, ἀλλ' ὑπὸ τῆς σεισθείσης δι' αὐτὸν γῆς ἀποσειόμενον καὶ ἀναβρασσόμενον· προ οίμιον, οἶμαι, τῆς ἐκεῖθεν κολάσεως. Ἀνίσταται δὲ βασιλεὺς ἕτερος, οὐκ ἀναιδὴς τῷ προσώπῳ κατὰ τὸν προειρημένον, οὐδὲ τοῖς πονηροῖς ἔργοις καὶ ἐπι στάταις ἐκθλίβων τὸν Ἰσραὴλ, ἀλλὰ καὶ λίαν εὐσε βής τε καὶ ἥμερος· ὃς, ἵνα ἀρίστην ἑαυτῷ καταστή σηται τὴν τῆς βασιλείας κρηπῖδα, καὶ ὅθεν δεῖ, τῆς εὐνομίας ἄρξηται, λύει μὲν τοῖς ἐπισκόποις τὴν ἐξορίαν, τοῖς τε ἄλλοις ἅπασι, καὶ πρὸ πάντων τῷ πρὸ πάντων τὴν ἀρετὴν, καὶ προδήλως ὑπὲρ τῆς εὐσεβείας πολεμηθέντι. Ζητεῖ δὲ τῆς καθ' ἡμᾶς πίστεως τὴν ἀλήθειαν, ὑπὸ πολλῶν διασπασθεῖσαν καὶ συγχυθεῖσαν, καὶ εἰς πολλὰς δόξας καὶ μοίρας νενεμημένην· ὥστε μάλιστα μὲν τὸν κόσμον ὅλον, εἰ οἷόν τε, συμφωνῆσαι, καὶ εἰς ἓν ἐλθεῖν τῇ συν εργίᾳ τοῦ Πνεύματος· εἰ δὲ οὒ, ἀλλ' αὐτόν γε μετὰ τῆς βελτίστης γενέσθαι, κἀκείνῃ παρασχεῖν τὸ κράτος, καὶ παρ' ἐκείνης ἀντιλαβεῖν, λίαν ὑψηλῶς τε καὶ μεγαλοπρεπῶς περὶ τῶν μεγίστων διανοούμενος. Ἔνθα δὴ καὶ μάλιστα διεδείχθη τοῦ ἀνδρὸς ἡ καθα ρότης, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν