11
ΚΕʹ. Κἂν εἰς οὐρανοὺς ἀνίῃ, συνάνελθε· γενοῦ μετὰ τῶν παραπεμπόντων ἀγγέλων, ἢ τῶν δεχομένων. Ἀρθῆναι ταῖς πύλαις διακέλευσαι, ὑψηλοτέ ραις γενέσθαι, ἵν' ἐκ τοῦ παθεῖν ὑψηλότερον δέξωνται. Ἀπόκριναι τοῖς ἀποροῦσι διὰ τὸ σῶμα, καὶ τὰ τοῦ Πάθους σύμβολα, οἷς μὴ κατελθὼν συν ανέρχεται, καὶ διὰ τοῦτο πυνθανομένοις· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; ὅτι Κύριος κραταιὸς καὶ δυνατὸς ἐν πᾶσί τε οἷς ἀεὶ πεποίηκε, καὶ ποιεῖ, καὶ τῷ νῦν πολέμῳ καὶ τροπαίῳ περὶ τῆς ἀνθρωπότητος· καὶ δὸς τῷ διπλῷ τῆς ἐρωτήσεως διπλῆν τὴν ἀπόκρισιν. Κἂν θαυμάζωσι, λέγοντες, κατὰ τὴν Ἡσαΐου δραματουργίαν· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, καὶ τῶν γηίνων; ἢ, Πῶς ἐρυθρὰ τὰ ἱμάτια τοῦ ἀναίμου καὶ ἀσωμάτου, ὡς ληνοβάτου, καὶ πλήρη ληνὸν πατήσαντος; προβαλοῦ τὸ ὡραῖον τῆς στολῆς τοῦ πεπονθότος σώματος, τῷ Πάθει καλλωπισθέντος, καὶ τῇ Θεότητι λαμπρυνθέντος, ἧς οὐδὲν ἐρασιμιώτερον, οὐδὲ ὡραιότερον.
Κςʹ. Πρὸς ταῦτα τί φασιν ἡμῖν οἱ συκοφάνται, οἱ πικροὶ τῆς Θεότητος λογισταὶ, οἱ κατήγοροι τῶν ἐπαινουμένων, οἱ σκοτεινοὶ περὶ τὸ φῶς, οἱ περὶ τὴν σοφίαν ἀπαίδευτοι, ὑπὲρ ὧν Χριστὸς δωρεὰν ἀπέθανε, τὰ ἀχάριστα κτίσματα, τὰ τοῦ πονηροῦ πλάσματα; Τοῦτο ἐγκαλεῖς Θεῷ τὴν εὐεργεσίαν; διὰ τοῦτο μικρὸς, ὅτι διὰ σὲ ταπεινός; ὅτι ἐπὶ τὸ πλανώμενον ἦλθεν ὁ Ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, ἐπὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς, ἐφ' ὧν 36.660 ἐθυσίαζες, καὶ πλανώμενον εὗρε, καὶ εὑρὼν ἐπὶ τῶν ὤμων ἀνέλαβεν, ἐφ' ὧν καὶ τὸ ξύλον, καὶ λαβὼν ἐπανήγαγεν ἐπὶ τὴν ἄνω ζωὴν, καὶ ἀναγαγὼν τοῖς μένουσι συνηρίθμησεν; ὅτι λύχνον ἧψε, τὴν ἑαυτοῦ σάρκα, καὶ τὴν οἰκίαν ἐσάρωσε, τῆς ἁμαρτίας τὸν κόσμον ἀποκαθαίρων, καὶ τὴν δραχμὴν ἐζήτησε, τὴν βασιλικὴν εἰκόνα συγκεχωσμένην τοῖς πάθεσι, καὶ συγκαλεῖ τὰς φίλας αὐτῷ δυνάμεις ἐπὶ τῇ τῆς δραχμῆς εὑρέσει, καὶ κοινωνοὺς ποιεῖται τῆς εὐφροσύνης, ἃς καὶ τῆς οἰκονομίας μύστιδας πεποίητο, ὅτι τῷ προδρόμῳ λύχνῳ τὸ φῶς ἀκολουθεῖ τὸ ὑπέρλαμπρον, καὶ τῇ φωνῇ ὁ Λόγος, καὶ τῷ νυμφαγωγῷ ὁ νυμφίος, κατασκευάζοντι Κυρίῳ λαὸν περιούσιον, καὶ προκαθαίροντι ἐπὶ τὸ Πνεῦμα διὰ τοῦ ὕδατος; Ταῦτα ἐγκαλεῖς τῷ Θεῷ; διὰ ταῦτα ὑπολαμβάνεις χείρονα, ὅτι λεντίῳ διαζώννυται, καὶ νίπτει τοὺς πόδας τῶν μαθητῶν, καὶ δείκνυσιν ἀρίστην ὁδὸν ὑψώσεως, τὴν ταπείνωσιν; ὅτι διὰ τὴν συγκύπτουσαν χαμαὶ ψυχὴν ταπεινοῦται, ἵνα καὶ συνυψώσῃ τὸ κάτω νεῦον ὑπὸ τῆς ἁμαρτίας; Ἐκεῖνο δὲ πῶς οὐ κατηγορεῖς, ὅτι καὶ μετὰ τελωνῶν ἐσθίει, καὶ παρὰ τελώναις, καὶ μαθητεύει τελώνας, ἵνα καὶ αὐτός τι κερδάνῃ; Τί τοῦτο; Τὴν τῶν ἁμαρτωλῶν σωτηρίαν. Εἰ μὴ καὶ τὸν ἰατρὸν αἰτιῷτό τις, ὅτι συγκύπτει ἐπὶ τὰ πάθη, καὶ δυσωδίας ἀνέχεται, ἵνα δῷ τὴν ὑγίειαν τοῖς κάμνουσι· καὶ τὸν ἐπικλινόμενον βόθρῳ διὰ φιλανθρωπίαν, ἵνα τὸ ἐμπεπτωκὸς κτῆνος κατὰ τὸν νόμον ἀνασώσηται.
ΚΖʹ. Ἀπεστάλη μὲν, ἀλλ' ὡς ἄνθρωπος· διπλοῦς γὰρ ἦν· ἐπεὶ καὶ ἐκοπίασε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἠγωνίασε, καὶ ἐδάκρυσε, νόμῳ φύσεως. Εἰ δὲ καὶ ὡς Θεὸς, τί τοῦτο; Τὴν εὐδοκίαν τοῦ Πατρὸς ἀποστολὴν εἶναι νόμισον, ἐφ' ὃν ἀναφέρει τὰ ἑαυτοῦ, καὶ ὡς ἀρχὴν τιμῶν ἄχρονον, καὶ τοῦ μὴ δοκεῖν εἶναι ἀντίθεος. Ἐπεὶ καὶ παραδεδόσθαι λέγεται, ἀλλὰ καὶ ἑαυτὸν παραδεδωκέναι γέγραπται· καὶ ἐγηγέρθαι παρὰ τοῦ Πατρὸς καὶ ἀνειλῆφθαι, ἀλλὰ καὶ ἑαυτὸν ἀνεστακέναι, καὶ ἀνεληλυθέναι πάλιν· ἐκεῖνα τῆς εὐδοκίας, ταῦτα τῆς ἐξουσίας. Σὺ δὲ τὰ μὲν ἐλαττοῦντα λέγεις, τὰ ὑψοῦντα δὲ παρατρέχεις· καὶ ὅτι μὲν ἔπαθε, λογίζῃ· ὅτι δὲ ἑκὼν, οὐ προστίθης. Οἷα πάσχει καὶ νῦν ὁ Λόγος! Ὑπὸ μὲν τῶν ὡς Θεὸς τιμᾶται καὶ συναλείφεται· ὑπὸ δὲ τῶν ὡς σὰρξ ἀτιμάζεται καὶ χωρίζεται. Τίσιν ὀργισθῆ πλέον; 36.661 μᾶλλον δὲ, τίσιν ἀφῇ, τοῖς συναιροῦσι κακῶς, ἢ τοῖς τέμνουσι; Καὶ γὰρ κἀκείνους διαιρεῖν ἔδει, καὶ τούτους συνάπτειν· τοὺς μὲν τῷ ἀριθμῷ, τοὺς δὲ τῇ Θεότητι. Προσκόπτεις τῇ σαρκί; τοῦτο καὶ Ἰουδαῖοι. Ἢ καὶ Σαμαρείτην ἀποκαλεῖς (καὶ τὸ ἑξῆς σιωπήσομαι); ἀπιστεῖς