1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

11

Μιμησώμεθα τῆς μακαρίας Ἄννης τὸ ἐν νηστείαις τε καὶ προσευχαῖς σύντονον καὶ ἀνένδοτον· μὴ γυναικὸς χείρους φανείημεν, καὶ ταῦτα ὑπὸ τὴν σκιὰν πολιτευομένης τοῦ νόμου, ἔνθα τὸ ἐν τούτοις εὐδόκιμον σπάνιον. Ἀλλ' ἡμεῖς τῷ φωτὶ καταλαμπόμενοι τῆς χάριτος, καὶ τῷ τρανῷ τε καὶ ἐκτυπωτέρῳ τῆς ἐλπίδος βοηθούμενοι, καὶ τῷ κράτει τοῦ Πνεύματος δυναμούμενοι, μὴ χωρισθῶμεν τῶν ἱερῶν διδαγμάτων, ἐξ ὧν ἡ σωτήριος ἕξις ταῖς ψυχαῖς ἐντίκτεσθαι εἴωθεν· καθάπερ κἀκείνη ἀχώριστος εἶναι τοῦ ἱεροῦ μεμαρτύρηται, μὴ περιπλαζώμεθα τοὺς λογισμοὺς ἀπὸ τοῦ θείου φόβου, ἀλλ' ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ τὰς σάρκας ἡμῶν καὶ τὰ νοήματα, κατὰ τὴν τοῦ προφήτου εὐχὴν, καθηλώσωμεν. Ἀκούσωμεν τοῦ μεγάλου Παύλου διδάσκοντος· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ, καὶ μὴ τὰς πρὸς αὐτὸν συνθήκας ἀθετήσωμεν διὰ τῆς πρὸς τὸν φθορέα τῆς ζωῆς ἡμῶν ἐπιμιξίας ἐκ τοῦ ποιεῖν τὰ ἐκείνου θελήματα· κἀν τούτῳ μιμούμενοι τῆς προφήτιδος τὸ σῶφρόν τε καὶ μονόζυγον· ἀλλὰ κατὰ τὸ πρόχειρον μὴ ἀπολειφθείητε τῆς μιμήσεως, ὅσοι μονογαμίας ἐλύθητε, καὶ εἰ δυνα τὸν 46.1181, πρὸς δεύτερον γάμον μὴ ἔλθητε. Οὕτω γὰρ μακαριώτερον ἔσεσθαι Παῦλος ὑμᾶς περὶ τούτου διαβεβαιοῦται. Προσαγάγωμεν καὶ ἡμεῖς ἐπὶ τὸ ἄνω θυσιαστήριον ὡς ζεῦγος τρυγόνων τὴν τῆς ψυχῆς καὶ τοῦ σώματος καθαρότητα· ἢ ὡς δύο νεοσσοὺς περιστερῶν τὸ προνοεῖσθαι καλὰ, οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων, ἵνα πάντα καὶ ἡμεῖς πνευματικῶς κατὰ τὸν θεῖον νόμον τελέσαντες, ἐν σοφίᾳ τε καὶ χάριτι προκόπτοντες, καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ φθάνοντες, καὶ τὸν ἔσω ἄνθρωπον τελειούμενοι, καὶ Πνεύματος ἁγίου γινόμενοι ἐνδιαίτημα, ὑποστρέψωμεν εἰς τὴν πατρίδα ἡμῶν τὴν ἀληθινὴν, τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἐν ᾗ καταξιωθείημεν τῆς μακαρίας καὶ διηνεκοῦς εὐφροσύνης τε καὶ βασιλείας ἀπολαύειν ἐν Χριστῷ Ἰησοῦ, ᾧ δόξα καὶ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.