11
11 Ἐννόησον γάρ μοι τῆς ζωῆς τὴν κατάστασιν ἐκείνης, καθ' ὅσον ἐννοῆσαι δυνατόν· πρὸς γὰρ τὴν ἀξίαν οὐδεὶς ἡμῖν ἀρκέσει λόγος· ἀλλ' ἐξ ὧν ἀκούομεν ὥσπερ διά τινων αἰνιγμάτων λάβωμέν τινα φαντασίαν αὐτῆς ἀμυδράν· «Ἀπέδρα, φησίν, ὀδύνη καὶ λύπη καὶ στεναγμός.» Τί οὖν ταύτης μακαριώτερον γένοιτ' ἂν τῆς ζωῆς; Οὐκ ἔστιν ἐκεῖ πενίαν δεδοικέναι καὶ νόσον· οὐκ ἔστιν ἀδικοῦντα οὐδ' ἀδικούμενον ἰδεῖν, οὐ παροξύνοντα καὶ παροξυνόμενον οὐκ ὀργιζόμενον, οὐ βασκαίνοντα, οὐκ ἐπιθυμίᾳ ἀτόπῳ φλεγόμενον, οὐχ ὑπὲρ τῆς τῶν ἀναγκαίων ἀλύοντα χορηγίας, οὐχ ὑπὲρ ἀρχῆς καὶ δυναστείας κοπτόμενον· πᾶσα γὰρ ἡ ζάλη τῶν ἐν ἡμῖν παθῶν σβεσθεῖσα ἀπόλλυται, καὶ πάντα εἰρήνη ἔσται καὶ εὐφροσύνη καὶ χαρά, πάντα εὔδια καὶ γαληνά, πάντα ἡμέρα καὶ λαμπρότης καὶ φῶς, καὶ οὐ τοῦτο τὸ νῦν, ἀλλ' ἕτερον τούτου τοσοῦτον λαμπρότερον ὅσον τοῦ λυχναίου τοῦτο φαιδρότερον· οὔτε γὰρ ἐκεῖ νύξ, οὔτε συνδρομὴ κρύπτεται νεφελῶν, οὐ κάει καὶ φλέγει σώματα οὔτε γὰρ νύξ, οὔτε ἑσπέρα· οὐ κρυμός, οὐ θάλπος, οὐκ ἄλλη τις τροπῶν μεταβολή, ἀλλ' ἑτέρα τις κατάστασις τοιαύτη, ἣν οἱ καταξιωθέντες εἴσονται μόνον· οὐκ ἔστι γῆρας ἐκεῖ καὶ τὰ τοῦ γήρως κακά, ἀλλὰ πάντα ἐκποδῶν γίνεται τὰ τῆς φθορᾶς, τῆς ἀφθάρτου δόξης κρατούσης πανταχοῦ. Τὸ δὲ τούτων ἁπάντων μεῖζον, τὸ τῆς πρὸς τὸν Χριστὸν ὁμιλίας ἀπολαύειν διηνεκῶς, μετὰ ἀγγέλων, μετὰ ἀρχαγγέλων, μετὰ τῶν ἀνωτέρω δυνάμεων. Ἴδε τὸν οὐρανὸν νῦν καὶ διάβηθι τῷ λογισμῷ πρὸς τὰ ὑπὲρ τὸν οὐρανόν, λογίσαι τῆς κτίσεως ἁπάσης τὸν μετασχηματισμόν· οὐ γὰρ τοιαύτη μενεῖ ἀλλὰ πολλῷ καλλίων ἔσται καὶ φαιδροτέρα· τί λέγω; καὶ ὅσῳ μολύβδου πρὸς χρυσὸν ἀποστίλβοντα τὸ μέσον, τοσούτῳ τῆς παρασκευῆς ἔσται ταύτης βελτίων ἡ τότε, καθὼς καὶ ὁ μακάριος Παῦλός φησιν· «ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς.» Νῦν μὲν γὰρ ἅτε φθορᾶς μετέχουσα, πολλὰ πάσχει ὅσα τὰ τοιαῦτα σώματα πάσχειν εἰκός· τότε δὲ πάντα ἀποδυσαμένη ταῦτα, ἄφατον ἐπιδείξεται τὴν εὐπρέπειαν· ἐπειδὴ γὰρ ἄφθαρτα μέλλει δέχεσθαι σώματα, καὶ αὐτὴ λοιπὸν ἐπὶ τὸ κρεῖττον μετασχηματισθήσεται. Οὐδαμοῦ τότε στάσις καὶ μάχη· πολλὴ γὰρ ἡ συμφωνία, τῶν ἁγίων πάντων ὁμογνωμονούντων ἀλλήλοις ἀεί. Οὐκ ἔστιν ἐκεῖ διάβολον δεῖσαι καὶ δαιμόνων ἐπιβουλάς, οὐ γεέννης ἀπειλήν, οὐ θάνατον, οὐ τοῦτον τὸν νῦν, οὐ τὸν πολλῷ τούτου χαλεπώτερον ἐκεῖνον, ἀλλὰ πᾶς ὁ τοιοῦτος λέλυται φόβος. Καὶ καθάπερ παιδίον βασιλικὸν πρότερον ἐν εὐτελεῖ τρεφόμενον οἰκήματι καὶ ὑπὸ φόβον ὂν παιδαγωγῶν, ὥστε μὴ τῇ ἀνέσει γενέσθαι χεῖρον καὶ τῆς πατρικῆς ἀνάξιον κληρονομίας, ἐπειδὰν εἰς τὸ βασιλικὸν ἐλθεῖν ἀξίωμα δέῃ, πάντα ἀθρόως ἐκεῖνα μεταμφιασάμενος, ἐξαίφνης, μετὰ τῆς ἁλουργίδος καὶ τοῦ διαδήματος καὶ τοῦ πλήθους τῶν δορυφόρων, μετὰ πολλῆς προκάθηται τῆς παρρησίας, τὰ ταπεινὰ καὶ κατηφῆ ῥίψας ἀπὸ τῆς ψυχῆς, καὶ ἕτερα ἀντ' ἐκείνων ἀναλαβών· οὕτω δὴ καὶ τότε συμβήσεται τοῖς ἁγίοις ἅπασιν. Καὶ ὅτι οὐ κόμπος τὰ ῥήματα, πορευθῶμεν ἐπὶ τὸ ὄρος τῷ λόγῳ, ἔνθα μετεμορφώθη Χριστός· ἴδωμεν αὐτὸν λάμποντα ὥσπερ ἔλαμψεν· καίτοι γε οὐδὲ οὕτως πᾶσαν ἡμῖν ὑπέδειξεν τὴν τοῦ μέλλοντος αἰῶνος λαμπρότητα. Ὅτι γὰρ συγκατάβασις τὸ φαινόμενον ἦν ἀλλ' οὐκ ἐπίδειξις τοῦ πράγματος ἀκριβής, ἀπ' αὐτῶν δῆλον τῶν ῥημάτων τοῦ εὐαγγελιστοῦ. Τί γάρ φησιν; «Ἔλαμψεν ὡς ὁ ἥλιος.» Ἡ δὲ τῶν ἀφθάρτων σωμάτων δόξα οὐ τοσοῦτον ἀφίησιν τὸ φῶς, ὅσον τοῦτο τὸ σῶμα τὸ φθαρτόν, οὐδὲ τοιοῦτον οἷον καὶ θνητοῖς ὄμμασι γενέσθαι χωρητόν, ἀλλὰ ἀφθάρτων καὶ ἀθανάτων δεόμενον ὀφθαλμῶν πρὸς τὴν θέαν αὐτοῦ. Τότε δὲ ἐπὶ τοῦ ὄρους τοσοῦτον αὐτοῖς ἀπεκάλυψεν, ὅσον ἰδεῖν δυνατὸν ἦν καὶ μὴ θλίψαι τὰς τῶν ὁρώντων ὄψεις· καὶ οὐδὲ οὕτως ἤνεγκαν ἀλλ' ἔπεσον ἐπὶ πρόσωπον. Εἰπέ μοι δέ· εἴ τίς σε εἰς θέατρον εἰσήγαγεν ἔνθα πάντες ἐκάθηντο χρυσᾶς ἀναβεβλημένοι στολάς, καὶ ἐν μέσῳ τῷ πλήθει ἕτερόν τινα ἐπέδειξεν ἀπὸ λίθων τιμίων, καὶ τὰ ἱμάτια καὶ τὸν στέφανον ἔχοντα τὸν ἐπὶ τῆς κεψαλῆς, εἶτά σε ἐπηγγέλλετο εἰς ἐκεῖνον κατατάξειν τὸν δῆμον,