1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

11

αὐτοῖς μέλει τούτων, οὐδὲ αἰσχύνονται καθάπερ οἱ μεθύοντες τὸ ἐπελθὸν ἅπαν φθεγγόμενοι. ∆ιὸ μηδὲ ἡμεῖς ἀποκάμωμεν, κἂν τοιαῦτα ᾖ τὰ λεγόμενα, ὡς μηδὲ ἀποκρίσεως τινὸς ἀξιοῦσθαι· μὴ ἀποκάμωμεν καὶ ἀποκρινόμενοι, καὶ πρᾴως αὐτοῖς διαλεγόμενοι, ἕως ἂν τῆς μέθης αὐτοὺς ἀπαλλάξωμεν ταύτης, τό γε εἰς ἡμᾶς ἧκον. Αἰσχύνομαι μὲν γὰρ καὶ ἐρυθριῶ ταῦτα ἐπιχειρῶν ἀνατρέπειν, ἃ ἀντιλέγειν οὐκ ἐρυθριῶσιν ἐκεῖνοι· οἰστέον δὲ ὅμως τὴν αἰσχύνην διὰ τὸ λυσιτελοῦν τοῖς οὐκ αἰσχυνομένοις. Καὶ γὰρ ἄτοπον ἐγκαλοῦντας αὐτοῖς τὴν τῶν σκανδαλιζομένων ἀδελφῶν ὑπεροψίαν αὐτοὺς δι' αἰσχύνην τὴν τούτων ὑπερορᾶν θεραπείαν. Τίνα γὰρ λέγουσι τὰ ἔνδον, εἰπέ μοι, ὧν εἰς τὴν προστασίαν τῆς παρθένου τὴν χρείαν ἀναγκαίαν εἶναι νομίζουσι; παιδισκῶν σοι πλήθη βαρβάρων ἐστὶ καὶ νεωνήτων καὶ δεῖ ταύτας ῥυθμίζεσθαι καὶ πρὸς ἐριουργίαν καὶ πρὸς τὴν ἄλλην διακονίαν; ἀλλὰ ταμιεῖον χρημάτων πολλῶν καὶ ἱματίων πολυτελῶν, καὶ δεῖ φύλακα ἔνδον καθῆσθαι διὰ παντὸς, καὶ τῇ τῶν οἰκετῶν κακουργίᾳ τοὺς ὀφθαλμοὺς ἐπιτειχίζεσθαι τῆς παρθένου; ἀλλὰ δεῖπνα καὶ συμπόσια συνεχῶς ἐπιτελεῖς, καὶ χρὴ τὴν οἰκίαν καλλωπίζεσθαι, καὶ μαγείρους καὶ τραπεζοποιοὺς τῆς προνοίας ἀπολαύειν τῆς παρθένου; ἀλλὰ πολύτροποι δαπάναι καὶ συνεχεῖς, καὶ δεῖ τινα ἐφεστάναι διὰ παντὸς, ὅπως τὰ μὲν φυλάττοιτο μετὰ ἀκριβείας, τὰ δὲ μὴ μάτην ἐκρέοι τῆς οἰκίας; Οὐδὲν τούτων, φησίν· ἀλλ' ὅπως αὐτὸ τὸ κιβώτιον καὶ τὸ ἱμάτιον καὶ τὴν ἄλλην ἐπιβλέποι πενίαν, ὅπως εὐτρεπίζοι τὴν τράπεζαν, καὶ τὴν εὐνὴν στρωννύοι, καὶ πῦρ ἀνακαίοι, καὶ περιπλύνοι πόδας, καὶ τὴν ἄλλην ἀνάπαυσιν παρέχοι πᾶσαν. Εἶτα ἀντὶ τῆς μικρᾶς καὶ ψυχρᾶς ἀναπαύσεως ταύτης τοσαύτην οἴσομεν κακηγορίαν, τοσαῦτα ὑποστησόμεθα ὀνείδη; Καὶ πόσῳ βέλτιον ἀδελφὸς ταῦτα διακονήσεται καὶ εὐκολώτερον; τῇ τε γὰρ φύσει ἰσχυρότερος γυναικὸς ὁ ἀνὴρ, τῇ τε χρείᾳ οἰκειότερος ἡμῖν, καὶ οὐχ οὕτω δαπανηρός. Ἡ μὲν γὰρ γυνὴ, ἅτε ἁπαλωτέρα οὖσα, καὶ στρωμνῆς δεῖται μαλακωτέρας, καὶ λεπτοτέρας ἐσθῆτος, καὶ κόρης ἴσως πάλιν διακονησομένης αὐτῇ, καὶ οὐ τοσαύτην ἡμῖν παρέχει διακονίαν, ὅσης αὐτῇ δεῖ παρ' ἡμῶν· ὁ δὲ ἀδελφὸς πάντων τούτων ἀπήλλακται· εἰ δέ τινος καὶ δεηθείη, τῶν αὐτῶν ἡμῖν δεήσεται. Τοῦτο δὲ οὐ μικρὸν εἰς εὐκολίαν ἐστί, τὸ μὴ διαφόρων, ἀλλὰ τῶν αὐτῶν ἐν χρείᾳ καθεστάναι τοὺς συνοικοῦντας· ὅπερ ἐπὶ τῆς παρθένου οὐκ ἔνι. Πρῶτον μὲν γὰρ ἄν τε λούσασθαι δέῃ, ἄν τε κάμνῃ τὸ σῶμα, οὔτε ὁ ἀδελφὸς αὐτῇ πρὸς ταῦτα διακονήσεται, κἂν σφόδρα ἕληται ἀσχημονεῖν, οὔτε αὐτὴ αὑτῇ ἀρκέσαι δυνήσεται· ἂν δὲ ἀδελφοὶ οἱ συνοικοῦντες ὦσιν, ἀντιδώσουσιν ἀλλήλοις τὴν ὑπηρεσίαν ταύτην. Πάλιν ὅταν καθεύδειν δέῃ, παρθένου μὲν ἔνδον καθημένης, καὶ κλίνας εἶναι δύο χρὴ, καὶ στρώματα διπλᾶ καὶ ἐπιβλήματα, ἢν δὲ εὖ φρονῶσι, καὶ οἰκήματα· ἀδελφῶν δὲ ὄντων, πάλιν τὰ τῆς χρείας συστέλλεται, ἅτε οἰκειοτέρας οὔσης. Καὶ γὰρ οἶκος εἷς, καὶ προσκεφάλαιον ἓν, καὶ κλίνη μία, καὶ ἐπιβλήματα ἀμφοτέροις ἀρκέσει τὰ αὐτά· καὶ ὅλως εἴ τις ἅπασαν ἐπεξίοι τὴν διακονίαν, ἐνταῦθα μὲν πολλὴν τὴν εὐκολίαν εὑρήσει, ἐκεῖ δὲ τὴν δυσκολίαν. Καὶ παρίημι τὴν ἀσχημοσύνην τῆς οἰκίας· οἷον γάρ ἐστιν ἀνελθόντα εἰς ἀνδρὸς μονάζοντος οἰκίαν ὁρᾶν ὑποδήματα γυναικεῖα κρεμάμενα, καὶ διαζώματα, καὶ κεφαλόδεσμα, καὶ καλαθίσκους, καὶ ἠλακάτην, καὶ κερκίδας, καὶ κτένας, καὶ ἱστοπόδην, καὶ τὰ ἄλλα ἅπερ οὐκ ἔνι κατὰ μέρος λέγειν ἅπαντα. Ἢν δὲ καὶ ἐπὶ τῆς εὐπόρου ταῦτα ἐξετάζῃς, πλείων ὁ γέλως. Πρῶτον μὲν γὰρ ἐν ἀγέλῃ θεραπαινίδων τοσούτων μόνος στρέφεται μέσος, καθάπερ ἐπὶ τῆς ὀρχήστρας ἐν τῷ χορῷ τῶν γυναικῶν ὁ τοῖς ὑπορχουμένοις ὑπᾴδων χορευτής· οὗ τί γένοιτ' ἂν αἰσχρότερον καὶ ἀτιμότερον; Ἔπειτα διαρρήγνυται τὴν ἡμέραν ὅλην πρὸς οἰκέτας ἀγανακτῶν ὑπὲρ τῶν τῇ γυναικὶ προσηκόντων πραγμάτων. Ἢ γὰρ ἀνάγκη σιγᾶν, καὶ πάντων παραμελοῦντα παρ' ἐκείνης ἐπιτιμᾶσθαι, ἢ λέγοντα καὶ ἐπιπλήττοντα ἀσχημονεῖν· καὶ ὅρα τὸ συμβαῖνον. Ὁ γὰρ τῶν βιωτικῶν πραγμάτων μηδὲ ἐγγὺς γενέσθαι κελευσθεὶς, οὐχ ἁπλῶς βιωτικῶν, ἀλλὰ καὶ τῶν γυναικείων