11
νυμφίῳ· καὶ ἐγὼ ἔκλεισα τὰς θύρας, καὶ τὰς ἐμὰς πέντε οὐ συνεχώρησα εἰσελθεῖν. Ἐμὸν γὰρ ἔργον ἐστὶ κλείειν θύρας ἔμπροσθεν τῶν ἀνθρώπων καὶ μὴ ἐᾷν εἰσελθεῖν εἰς ἐκείνην τὴν αἰώνιον ζωήν. Ὅσους πείσω γενέσθαι μου μαθητὰς, καὶ διδάξω μὴ ἀγοράζειν ἔλαιον, ἐκεῖ οὐ δύνανται εἰσελθεῖν, οὐδὲ χωρισθῆναι ἐξ ἐμοῦ.
εʹ. Ὢ τοῦ δεινοῦ τούτου καὶ χαλεποῦ θηρίου, ἵνα καὶ πάλιν εἴπω, πόσον πλῆθος ἠπάτησε μὴ ἐλεεῖν, ποιῆσαν αὐτοὺς υἱοὺς γεέννης. Ἀκούσατε ἀνελεήμονες οἱ τὰ σπλάγχνα κλείοντες ἀπὸ τῶν χρείαν ἐχόντων· ἀκούσατε, οἱ ἀμετάδοτοι καὶ κακοποιοί· ὥσπερ γὰρ οἱ μὴ ἐλεοῦντες τῆς ἀσπλαγχνίας τυγχάνουσι μαθηταὶ, οὕτω καὶ οἱ θλίβοντες καὶ κακοποιοῦντες, οἱ ζημιοῦντες, οἱ τύπτοντες, οἱ φυλακίζοντες, καὶ μάλιστα ἀναιτίους, οἱ ἐκδύοντες, οἱ ἁρπάζοντες, οἱ καταδουλοῦντες ἀδελφοὺς ἐλευθέρους, οἱ λιμοκτονοῦντες τοὺς ἑαυτῶν δούλους καὶ γυμνοὺς καταλιμπάνοντες καὶ ἀφειδῶς τύπτοντες, οἱ ἐκ χηρῶν καὶ ὀρφανῶν ἀδίκως ἁρπάζοντες καὶ πλουτοῦντες· πάντες οὗτοι τῆς ἀσπλαγχνίας τέκνα καὶ μαθηταὶ τυγχάνουσιν. Ὁ Θεὸς γὰρ ὁ εὔσπλαγχνος καὶ ἐλεήμων περὶ τῶν ὑποδίκων καὶ ἀναξίων τιμωρίας ἐκέλευσεν ἀφιέναι. Οἱ ἀναιτίους καταπονοῦντες, τί πάθωσιν; Ἀκούσατε, οἱ ἀμετάδοτοι, τίνος φίλοι τυγχάνοντες οὐ γινώσκετε· ἀκούσατε, ἄσπλαγχνοι, τίνος μαθηταὶ γνώμῃ γεγόνατε· 60.691 ἀκούσατε, οἱ τυραννοῦντες καὶ καταπονοῦντες ἀδελφοὺς, τίνος ὑπηρέται καὶ ὑπουργοὶ τυγχάνετε, καὶ μαθόντες ὁποίαν ἀνάπαυσιν καὶ δωρεὰν ἡτοίμασεν ὑμῖν ἐκεῖθεν, ποταμοὺς, λάκκους, καὶ χάσματα, καὶ σκότος ἐξώτερον, καὶ βρυγμὸν ὀδόντων, καὶ ἕτερα ὅμοια, φρίξατε, τρομάξατε, ἰλιγγιάσατε· καὶ καταλιπόντες ταύτην τὴν ἀναίσχυντον καὶ μισόθεον καὶ μισάδελφον ἀσπλαγχνίαν γενώμεθα μαθηταὶ τοῦ εὐσπλάγχνου καὶ ἐλεήμονος Θεοῦ τοῦ πάντων ἐλεοῦντος καὶ πάντα συγχωροῦντος. Ὅσοι μαθηταὶ καὶ φίλοι ἐστὲ τῆς ἀσπλαγχνίας, ἐνδύσασθε σπλάγχνα οἰκτιρμῶν· ὡς καιρὸν ἔχομεν, μάθωμεν ἐλεεῖν καὶ συμπαθεῖν, μάθωμεν συγχωρεῖν· οἱ ποτὲ τυραννήσαντες, παύσασθε, καὶ μηδένα διασείσητε, καὶ ἀρκῆσθε τοῖς ὀψωνίοις ὑμῶν· οἱ τὰ μαλακὰ φρονοῦντες καὶ τὴν ἀσπλαγχνίαν, ἐνδύσασθε σπλάγχνα οἰκτιρμῶν, καθὼς κελεύει ὁ Χριστὸς διὰ τοῦ στόματος Παύλου· οἱ τὰς μεγίστας οἰκίας οἰκοδομοῦντες, καὶ συνάγοντες ἐκεῖ ἅπαντα τὰ νομιζόμενα ἀγαθὰ διὰ χειρῶν καὶ ἱδρώτων τῶν πενήτων ἀσιτείᾳ καὶ ἀμισθίᾳ, μνημονεύσατε τί ἤκουσεν ὁ πρὸ ὑμῶν ἀχόρταστος πλούσιος ὁ κακοσύμβουλος, ἀποδυρόμενος δίκην πένητος ἀπεγνωσμένου, καὶ λέγοντος, Τί ποιήσω, ὅτι οὐκ ἔχω πλατυτέρας ἀποθήκας; Τούτου τὴν ἐκ Θεοῦ ἐλθοῦσαν ἀπόφασιν εἰς μνήμην ἐλθόντες, ἀνοίξατε τοὺς θησαυροὺς ὑμῶν, καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς θησαυρὸν ἀνέκλιπον ἐν τῷ οὐρανῷ, καθὼς προστάσσει ὁ Κύριος. Οἱ τὸν ἐμπαίκτην πλοῦτον ἐκ τόκου καὶ ἐξ ἀδικίας συλλέξαντες, ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ μαμωνᾶ, καθὼς παρακελεύεται ὁ ∆εσπότης, ἵνα ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίας σκηνάς· οἱ ἀδικοῦντες, ἐννοήσατε πάντες τοῦ ποιοῦντος κρῖμα τοῖς ἀδικουμένοις καὶ φρίξατε· οἱ μισθοὺς μισθωτῶν ἀποστεροῦντες, μνήσθητε τοῦ λέγοντος, Ὁ ἀποστερῶν μισθὸν μισθωτοῦ, ὡς ὁ ἐκχέων αἷμα· καὶ ὅτι ὁ ἀπεστερημένος ἀφ' ὑμῶν κράζει, Καὶ αἱ βοαὶ τῶν ἀμησάντων τὰς χώρας ὑμῶν εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσελήλυθε.
Οἱ τύπτοντες ἀδελφοὺς, παύσασθε, μᾶλλον δὲ ἄρξασθε τύπτειν τὰ ἑαυτῶν πρόσωπα, μνημονεύοντες τὸ ἀφόρητον κρῖμα τῶν ῥαπισάντων τὸν ἀναμάρτητον Κύριον, ἔτι δὲ καὶ τοῦ φλαγελλώσαντος τοῦτον, καὶ στενάξατε, ὅτι πολλάκις ἐν τῷ τυπτομένῳ ἀδελφῷ ἐγκρύπτεται ὁ Χριστὸς ῥαπιζόμενος πάλιν καὶ ὑπὸ σοῦ. Καὶ γὰρ οἱ παρ' ἡμῶν ῥαπιζόμενοι τὸν Χριστὸν ἐνδέδυνται, καθώς φησιν ὁ Ἀπόστολος, ὅτι Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, δι' ὧν καὶ ἀπέθανε, μεθ' ὧν καὶ