11
σου, καὶ τὰς πυκνάς σου ἀσθενείας, καὶ οὐχ ἁπλῶς ἀσθενείας. Ἕτερος συκοφαντηθεὶς παρὰ τοῖς πολλοῖς πονηρὰν ἐκτήσατο δόξαν, καὶ τοῦτο αὐτὸ τὴν ψυχὴν ὀδυνᾷ καὶ κατεσθίει διηνεκῶς· εἰσελθὼν καὶ ἀκούσας, ὅτι Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ εἴπωσι καθ' ὑμῶν πᾶν πονηρὸν πρᾶγμα ψευδόμενοι· χαίρετε, καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς, ἀποθήσεται πᾶσαν ἀθυμίαν καὶ δέξεται πᾶσαν ἡδονήν· Σκιρτᾶτε γὰρ καὶ ἀγαλλιᾶσθε, φησὶν, ὅταν ἐκβάλλωσιν ὑμῖν ὄνομα πονηρόν. Καὶ τοὺς μὲν κακῶς ἀκούοντας τούτῳ παραμυθεῖται τῷ τρόπῳ, τοὺς δὲ κακῶς λέγοντας ἑτέρως φοβεῖ λέγων, ὅτι Πᾶν ῥῆμα ἀργὸν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, δώσουσι περὶ αὐτοῦ λόγον, εἴτε ἀγαθὸν, εἴτε κακόν. Ἄλλος τις θυγάτριον ἀπέβαλεν ἢ υἱὸν, ἤ τινα τῶν προσηκόντων, καὶ οὗτος ἐνταῦθα παραγενόμενος Παύλου στενάζοντος ἐπὶ τῇ παρούσῃ ζωῇ καὶ τὴν μέλλουσαν ἐπιθυμοῦντος ἰδεῖν, καὶ βαρυνομένου τῇ ἐνταῦθα διατριβῇ, καὶ αὐτὸς λαβὼν ἱκανὸν φάρμακον ἀπελεύσεται ἀκούσας αὐτοῦ λέγοντος· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Οὐκ εἶπε, Περὶ τῶν ἀποθνησκόντων, 51.62 ἀλλὰ, Περὶ τῶν κεκοιμημένων, δεικνὺς ὅτι ὕπνος ἐστὶν ὁ θάνατος. Ὥσπερ οὖν ἂν ἴδωμέν τινα καθεύδοντα, οὐ θορυβούμεθα, οὐδὲ ἀλύομεν προσδοκῶντες αὐτὸν ἀναστήσεσθαι πάντως· οὕτως ὅταν ἴδωμέν τινα ἀποθανόντα, μὴ θορυβώμεθα, μηδὲ καταπίπτωμεν· καὶ γὰρ καὶ τοῦτο ὕπνος μακρότερος μὲν, ὕπνος δὲ ὅμως. Τῷ μὲν οὖν ὀνόματι τῆς κοιμήσεως παρεμυθήσατο τοὺς πενθοῦντας, τὴν δὲ κατηγορίαν τῶν ἀπίστων ἀνέτρεψεν. Ἐὰν πενθῇς, φησὶ, τὸν ἀπελθόντα ἀφορήτως, κατ' ἐκεῖνον ἔσῃ τὸν ἄπιστον τὸν οὐκ ἔχοντα ἐλπίδα ἀναστάσεως. Ἐκεῖνος καλῶς θρηνεῖ, ἅτε περὶ τῶν μελλόντων μηδὲν δυνάμενος φιλοσοφεῖν· σὺ δὲ ὁ τοσαύτας λαβὼν ἀποδείξεις περὶ τῆς μετὰ ταῦτα ζωῆς, τίνος ἕνεκεν εἰς τὴν αὐτὴν ἀσθένειαν ἐκείνῳ καταπίπτεις; ∆ιὰ τοῦτό φησι, Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Οὐκ ἀπὸ τῆς Καινῆς δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς Παλαιᾶς ἱκανὴν ἔστι λαβεῖν παραμυθίαν. Ὅταν γὰρ ἀκούσῃς τοῦ Ἰὼβ μετὰ τὴν τῶν χρημάτων ἀποβολὴν, μετὰ τὴν τῶν βουκολίων ἀπώλειαν, οὐχ ἕνα καὶ δύο καὶ τρεῖς, ἀλλ' ὁλόκληρον χορὸν ἀποβαλόντα παίδων ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει, μετὰ τοσαύτην ψυχῆς ἀρετὴν, κἂν ἁπάντων ἀσθενέστερος ᾖς, δυνήσῃ ῥᾳδίως ἑαυτὸν ἀνακτήσασθαι καὶ ἀνενεγκεῖν. Σὺ μὲν γὰρ, ἄνθρωπε, καὶ παρηκολούθησας ᾀῤῥωστοῦντι τῷ παιδὶ, καὶ κατακλινόμενον ἐπὶ τῆς κλίνης εἶδες, καὶ ἔσχατα φθεγγόμενον ῥήματα ἤκουσας, καὶ τὰς τελευταίας ἀναπνέοντα παρέστης ἀναπνοὰς, καὶ καθεῖλες ὀφθαλμοὺς, καὶ συνέκλεισας στόμα· ἐκεῖνος δὲ οὐδὲ παρέστη ψυχοῤῥαγοῦσι, οὐκ εἶδεν ἐκπνέοντας, ἀλλ' εἷς ἐγένετο τάφος πᾶσιν ἡ οἰκία, καὶ ἐπὶ τῆς αὐτῆς τραπέζης ἐγκέφαλος ὁμοίως καὶ αἷμα ἐκέχυτο, καὶ ξύλα, καὶ κέραμος, καὶ κόνις, καὶ σάρκες διατετμημέναι, καὶ πάντα ὁμοίως ἐφύρετο. Ἀλλ' ὅμως μετὰ τοιαῦτα καὶ τοσαῦτα οὐκ ἐθρήνησεν, οὐκ ἀπεδυσπέτησεν, ἀλλὰ τί φησιν; Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα τοῦ Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ταύτην καὶ ἡμεῖς ἐφ' ἑκάστῳ τῶν συμβαινόντων ἡμῖν φθεγγώμεθα τὴν φωνὴν, κἂν ζημία χρημάτων, καὶ σωμάτων ἀῤῥωστία, καὶ ἐπήρεια, καὶ συκοφαντία, κἂν ὁτιοῦν τῶν ἀνθρωπίνων συμβαίνῃ κακῶν, ταῦτα λέγωμεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο, εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ἂν οὕτω φιλοσοφήσωμεν, οὐδὲν οὐδέποτε πεισόμεθα κακὸν, κἂν μυρία πάσχωμεν· ἀλλ' ἔσται μεῖζον τῆς ζημίας τὸ κέρδος, πλείω τῶν κακῶν τὰ ἀγαθὰ, διὰ τῶν ῥημάτων τούτων ἵλεω τὸν Θεὸν σεαυτῷ ποιῶν, τὴν τυραννίδα ἀποκρουόμενος. Ὁμοῦ γὰρ ἐφθέγξατο ἡ γλῶσσα τὰ ῥήματα ταῦτα, καὶ εὐθέως ἀπεπήδησεν ὁ διάβολος· ἐκείνου δὲ ἀποπηδήσαντος, καὶ τὸ τῆς ἀθυμίας νέφος ἀπελαύνεται, καὶ οἱ θλίβοντες ἡμᾶς