αὐτοῦ γινόμενα, τῷ ἐπίπονα εἶναι, οὐχ ἡδέως ἔχοντες, οὐδὲ ἔλεον εἶναι νομίζομεν. ∆ιὸ λέγομεν· ∆ιὰ τί μου ἐπελάθου; Ὁ δὲ διειληφὼς, ὅτι πᾶν ὃ ἐπάγει ὁ Θεὸς συμφερόντως ἐπάγει, οὐδὲν ἐρεῖ τοιοῦτον, εἰδὼς, ὅτι τὴν μετάνοιαν αὐτοῦ, καὶ τὴν ὠφέλειαν πραγματευόμενος ὁ Θεὸς, τοῦτο ποιεῖ. Ἀλλ' ὅπερ ἐλέγομεν, ὁ μεταγινώσκων λαὸς πυνθάνεται τοῦ. Θεοῦ, διὰ τί αὐτὸν ἐγκαταλέλοι πεν οὕτως ἐκθλιβόμενον καὶ σκυθρωπάζοντα. Τί τὸ αἴτιον τῆς τοιαύτης ἐγκαταλείψεως; οὐ τὸ τυχὸν γὰρ ἔοικεν εἶναι. Ὁ μέντοι λέγων· ∆ιὰ τί μου ἐπ ελάθου; θαῤῥεῖν ἔοικεν, ὡς μηδὲν πεποιηκὼς, δι' ἃ ἐπιλανθάνεται ὁ Θεός. Πάνυ δὲ λυπεῖ τὸν δίκαιον τὸ, Ποῦ; ἐπὶ Θεοῦ λεγόμενον, ὅπερ ἐστὶ σημαντικὸν τόπου. Τῆς γὰρ ἐσχάτης ἀνοίας τὸ ἐν τόπῳ νομίζειν εἶναι τὸν Θεόν. Ὄγκῳ γὰρ συνυφίσταται τόπος· ὄγκου δὲ τὸ Θεῖον ἐλεύθερον. Οὗτοι δὲ τῆς εὐχῆς οἱ λόγοι καὶ τῷ ἐν Βαβυλῶνι λαῷ ἁρμόζουσιν. Ἀεὶ γὰρ, φησὶ, 17.137 τῆς σῆς προνοίας τυχὼν, καὶ νῦν γυμνωθεὶς, ἀποδύ ρομαι, μὴ φέρων τοὺς πολεμίους ἐπὶ πληγαῖς καὶ δεσμοῖς καὶ τῶν ἐμῶν ὀστέων τῇ συντριβῇ λέγοντας· Ποῦ ἐστιν ὁ Θεός σου; διὰ τὴν ἀσθένειαν ταῦτά με πάσχειν ὑπολαμβάνοντας. Ἠθικώτερον δέ· Ὅταν οἱ ἐχθροὶ ἡμῶν δαίμονες διὰ τῆς ἁμαρτίας τὰ ὀστᾶ ἡμῶν συντρίψωσι, τουτέστι τὰς τῆς ψυχῆς δυνάμεις· τότε τὸν Θεὸν ἐπίτηδες πρὸς ἡμᾶς ὡς ἀσθενῆ διαβάλ λουσιν, ἵνα, τῆς πρὸς αὐτὸν ἐλπίδος ἀποστήσαντες, αἰχμαλώτους καὶ δούλους παραλάβωσι. Καὶ τοῦτο καθ' ἑκάστην ἡμέραν, τουτέστι διηνεκῶς, ποιοῦσι. Τί οὖν χρὴ ποιεῖν; Μὴ ἐκπίπτειν εἰς ἀπόγνωσιν· ἀλλ' ἐλπίζειν ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ, καθὼς ἐν τοῖς ἑξῆς διδασκόμεθα. ΨΑΛ. Νʹ. Στίχ. ζʹ. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην. Οὐκ ἐν τῇ γαστρὶ μόνον, ἀλλ' ἐπειδὴ παρέλαβόν με τὰ ἔργα τῆς ἀνομίας, τὰ τοῦ φόνου, καὶ τὰ τῆς ἀλλοτρίας κοίτης ἣν παρανόμως ἐσύλησα. Στίχ. ηʹ. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας. Ὁ νοῦς οὗτος· Σὺ, φησὶ, Κύριε, ἀληθὴς ὢν καὶ ἀλήθειαν ἀγαπῶν, βουλόμενος ἡμᾶς ἐν ἀληθείᾳ διά γειν, ἀποκαθαριεῖς ἡμᾶς τῆς ἀρχαίας ἁμαρτίας· καὶ οὕτως ἀποκαθαρίσεις ὡς ὑπὲρ χιόνα λευκανθῆναι· ἡ δὲ ἀποκάθαρσις ἡμῖν δι' ὑσσώπου γενήσεται· ὑσσώπῳ δὲ ἡ τοῦ ἁγίου Πνεύματος ἐνέργεια ἀφο μοιοῦται, θερμαίνουσα καὶ πάντα τὸν ἐν ἡμῖν ῥύπον ἀποσμήχουσα· ἰδοὺ γὰρ ἀποταξαμένου μου τῷ Σα τανᾷ. -Ἠγάπησας. Σοφία μὲν τοῦ Πατρὸς δη λονότι ὁ λόγος· ἄδηλα δὲ καὶ κρύφια τοῦ Λόγου, ὁ τῆς ἐνανθρωπήσεως Λόγος· καὶ ἐπὶ τούτοις πᾶσιν ἀμελήσας ὠλίσθησα καὶ κατέπεσον. Οὕτω δὲ, φησὶ, κρινεῖς· καὶ τοὺς μὲν κολάσεις, τοὺς δὲ στεφανώ σεις, ἐπειδὴ τὴν ἀλήθειαν στέργεις· τὴν δὲ ἀλή θειαν στέργων, καὶ τῆς φύσεως εἰδὼς τὴν ἀσθέ νειαν, μετάδος συγγνώμην τοῖς αἰτοῦσι τὰ φάρ μακα· ὅτι σοφιστικῶς ἕξει γεγυμνασμένος ἐπὶ θεω ρίᾳ τῆς ἀληθείας· τὸ μέγεθος αὐτῆς γνοὺς, ἀγάπην πρὸς ἑαυτὴν ἔσχε τελείαν· οἱ μὴ γὰρ τοῖς ψεύδεσιν ἐγγυμνασάμενοι, διορατικώτεροι γεγενημένοι καθο ρῶσι τῆς ἀληθείας τὸ ἀξιάγαστον κάλλος· οἷός ἐστι Μωϋσῆς καὶ ∆ανιήλ· μετὰ γὰρ τὸ πειραθῆναι σο φιστικῶν λόγων, ἐπ' αὐτὴν τὴν ἀληθῆ σοφίαν ἀνα βάντες, ὑπὸ τοῦ Θεοῦ μαρτυρίαν ἔσχον, ὡς ὄντες τέλειοι σοφοί· δηλώσαντος αὐτοῖς τοῦ Θεοῦ τὰ ἄδηλα καὶ κρύφια τῆς σοφίας αὐτοῦ, ὡς μηδὲν αὐτοῖς ἀσαφὲς ἢ ἀπεσκιασμένον εἶναι· ταύτης τῆς ἕξεως καὶ ὁ ∆αυῒδ τυγχάνειν ... διὰ τοῦ προκειμένου στοί χου· Οὐ γὰρ μόνον με τοῖς βιωτικοῖς ἐνίδρυσας θώ κοις, ἀλλὰ καὶ προφητικῆς ἠξίωσας χάριτος, καὶ τὰ μικρὸν ἐσόμενα προδεδήλωκας, καὶ τὰ τοῖς ἄλλοις ἀπόῤῥητα ἐμοὶ δῆλα πεποίηκας, τήν τε τοῦ Μονογενοῦς σου ἐνανθρώπησιν, καὶ τῆς οἰκουμένης ἐκεῖθεν τὴν σωτηρίαν. 17.140 ΨΑΛ. ΟΖʹ. Στίχ. λʹ. Ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν. Στίχ. λαʹ. Ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ' αὐτοὺς, καὶ ἀπέκτεινε τοῖς πλείοσιν αὐτῶν· καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν. Ἰδόντες τὴν ὀρτυγομήτραν Ἑβραῖοι, οὐκ ἐπίστευ σαν τῇ τοῦ Θεοῦ ἐπαγγελίᾳ, ὑποσχομένου μέχρι μηνὸς διαθρέψαι αὐτοὺς εἰς πλησμονήν. Ἀλλὰ, φοβηθέντες μήποτε ἀποπτῇ ἢ ἀναλωθῇ πάλιν, Ἔψυξαν, φησὶ, ἑαυτοὺς ψυγμοὺς κύκλῳ τῆς παρεμβολῆς. Καὶ τὰ κρέα ἔτι ἦν ἐν τοῖς ὀδοῦσιν αὐτῶν,