θέλων, ἀλλ' «ἐν εἰρήνῃ» κατὰ τὸ λεχθὲν τῷ Ἀβραάμ· «ἀπε λεύσῃ πρὸς τοὺς πατέρας σου μετ' εἰρήνης». Τίς δέ ἐστιν ὁ «μετ' εἰρήνης» ἀπαλλασσόμενος ἢ ὁ νοήσας, ὅτι «θεὸς ἦν <ἐν Χριστῷ κόσμον> κατ αλλάσσων ἑαυτῷ» καὶ μηκέτι ἔργον τι ἔχθρας <ἔχων> πρὸς τὸν θεόν, ἀλλὰ πᾶσαν εἰρήνην ἀναλα βὼν δι' ἔργων ἀγαθῶν. 16.95.20 Ἐπὶ ποίοις δὲ «λαλουμένοις περὶ αὐτοῦ» ἐθαύμαζον Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ; Ἐπὶ τοῖς ὑπὸ τῶν ποι μένων, ὑφ' ὧν ἡ φήμη διέτρεχεν, ὅτι ὁ Χριστὸς γεγέννηται, <καὶ> ὑπὸ 16.96 τοῦ Συμεῶνος ἐπ' αὐτῷ τῷ εἰπεῖν· «νῦν ἀπολύεις», ὃ ἦν ἡ κορωνὶς τῶν λαλουμένων περὶ αὐτοῦ. Εἰς πατέρα δὲ τὸν Ἰωσὴφ θαυ <μαστῶς τίθησι, οὐ πατέρα> κηρυ κεύων τοῦτο εἰπών, ἀλλ' ἐπιπρο φητεύει περὶ τοῦ παιδίου, εὐλογή σας τὸν πατέρα καὶ τὴν μητέρα, καί φησιν· «Ἰδοὺ οὗτος κεῖται εἰς πτῶ σιν καὶ ἀνάστασιν». Ὅμοιον δὲ αὐτῷ ἐστιν ἐν τῷ κατὰ Ἰωάννην τό· «εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέπον τες τυφλοὶ γένωνται»· ὥσπερ οὖν «οἱ μὴ βλέποντες» ἀπὸ τῶν ἐθνῶν «βλέ πουσι», καὶ οἱ ἀπὸ τοῦ Ἰσραὴλ «τυφ λοὶ γίνονται», οὕτως ἦλθεν «εἰς πτῶ σιν καὶ ἀνάστασιν» ἡμῶν. Οἱ γὰρ ἑστη κότες πεπτώκασι καὶ οἱ πεπτωκότες ἀνέστησαν Χριστοῦ ἐπιδημήσαντος. 16.99 Ἔχει δὲ τοῦτο καὶ βαθυτέραν διήγησιν· ἔχω τι ἑστὸς ἐν ἐμοί· τοῦτο πε σέτω, «ὁ ἔσω ἄνθρωπος» πεπτωκώς μου ἦν, ὁ ἔξω ἄνθρωπός μου εἱστήκει. Πρὸ τῆς πίστεως τίνα εἴχομεν; τὸ κρεῖττον πεπτωκός, τὸ χεῖρον διε γηγερμένον. Ὅτε δὲ ἦλθεν Χριστός, τότε τὸ ἑστηκὸς πέπτωκέ μου τὸ χεῖρον· «νεκρώσατε», φησίν, «τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· πορνείαν, ἀκαθαρσίαν» καὶ τὰ ἑξῆς. Ἐπεὶ δὲ πτῶμα γέγονεν- «ὅπου γὰρ πτῶμα, ἐκεῖ καὶ οἱ ἀε τοί»-, καλὸν τοῦτο τὸ πτῶμα, ἐφ' ὃ ἦλθεν πρῶτος ὁ Ἰησοῦς. 17.100 Ὁ μακάριος Λουκᾶς, ὁ σαφῶς ἡμῖν παραστήσας, ὅτι παρθένου υἱὸς ὁ σωτὴρ ἦν, οὐκ ἐξ ἀνδρός, οὗτος πατέρα αὐτοῦ τὸν Ἰωσὴφ νῦν ἀνη γόρευσεν. Πρὸς τί οὖν πατέρα εἶπε τὸν μὴ σπείραντα μηδὲ αἴτιον αὐτῷ γενό μενον τῆς γενέσεως; Ἁπλούστερον μὲν λέγοιτο ἄν, ὅτι ἐτίμησεν αὐτὸν τὸ πνεῦμα τὸ ἅγιον τῇ τοῦ πατρὸς 17.101 προσηγορίᾳ, ἐπειδήπερ ἀνεθρέψατο αὐτόν. Εἰ δὲ δεῖ τι εἰπεῖν καὶ βαθύ τερον, ἐροῦμεν· ἐπεὶ ἡ γενεαλογία ἐγενεαλόγησε τὸν Ἰωσὴφ ἀπὸ ∆α βίδ, ἵνα μὴ δόξῃ περιττὴ εἶναι ἡ γενεαλογία ἐρχομένη ἐπὶ τὸν Ἰω σὴφ ὡς μνήστορα τῆς παρθένου μὴ γεννήσαντα τὸν σωτῆρα, ἵνα ἡ γενεαλογία λόγον ἔχῃ ἐπιτήδειον, πατὴρ ἀνηγορεύθη τοῦ κυρίου, εἰ καὶ «πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑ ρέθη» ἔγκυος. 17.102 Ἡγοῦμαι «εἰς πτῶσιν καὶ ἀνά στασιν» εἶναι τὸν κύριον οὐκ ἄλλων πιπτόντων καὶ ἄλλων ἀνισταμένων, ἀλλὰ τοῦ αὐτοῦ, «εἰς πτῶσιν» τοῦ χείρονος «καὶ ἀνάστασιν» τοῦ βελτίο νος, τοῦ χείρονος πίπτοντος καὶ τοῦ βελτίονος διανισταμένου· καθαιρε τικὴ μὲν γάρ ἐστι τῶν σωματικῶν παθῶν ἡ τοῦ κυρίου ἐπιφάνεια, δι εγερτικὴ δὲ τῶν τῆς ψυχῆς ἰδιω μάτων. 17.103 Ἀλλ' οὕτως χρὴ νοεῖν, ὅτι ὁ ἐν τῇ ἁμαρτίᾳ ἱστάμενος διὰ τῆς μετα νοίας πίπτει καὶ ἀποθνῄσκει ἐξ αὐτῆς τῇ ἁμαρτίᾳ. Πρώτη δὲ εὐεργεσία τὸν στήκοντα τῇ ἁμαρτίᾳ πεσεῖν καὶ ἀποθανεῖν τῇ ἁμαρτίᾳ, εἶτα ζῆσαι τῇ δικαιοσύνῃ καὶ ἀναστῆναι, τῆς εἰς Χριστὸν πί στεως ἑκάτερον ἡμῖν χαριζομένης· πιπτέτω τὰ χείρονα, ἵνα λάβῃ καιρὸν τὰ βελτίω εἰς τὴν ἀνάστασιν. Ἐὰν 17.104 μὴ πέσῃ ἡ πορνεία, ἡ σωφροσύνη οὐκ ἀνίσταται, ἐὰν μὴ ἡ ἀλογία συντριβῇ, τὸ λογικὸν τὸ ἐν ἡμῖν οὐκ ἀνθήσει· οὕτως οὖν ἡ πτῶσις καὶ ἡ ἀνάστασις πολλῶν. 17.105 Εἶτά φησιν· «καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία»· καὶ ῥομφαίαν φησὶ τὴν ἀμφιβολίαν καὶ τὸ πειρατήριον, ἥτις διῆλθεν τὴν ψυχὴν αὐτῆς ἐν τῷ καιρῷ τοῦ σταυροῦ. 17.106 Φαίνεται, <ὅτι περὶ τὸν> καιρὸν τοῦ πάθους πάντες ἐσκανδαλί σθησαν· <καὶ γὰρ αὐτὸς> εἶπεν, <ὅτι· «πάντες> σκανδαλισθήσεσθε ἐν ἐμοί»>. Ἆρ' οἰόμεθα ὅτι μόνη ἀπὸ σκανδάλου καθαρὰ ἦν ἡ Μαρία; εἰ δὲ πάντες ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ δικαιού μενοι ... τῇ αὐτοῦ χάριτι ... Προφητεύει οὖν ὁ Συμεὼν καὶ περὶ αὐτῆς τῆς ἁγίας παρθένου Μαρίας, ὅτι· παρεστῶσα τῷ σταυ ρῷ καὶ βλέπουσα τὰ γενόμενα καὶ ἀκούουσα τῶν φωνῶν τῶν φονευ τῶν, μετὰ τὴν τοῦ Γαβριὴλ μαρτυ