[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. XXIV.
[24] ΘΕΜΙΣΤΙΩΙ
Λόγοι τὸ κινδυνευόμενον: καὶ σὸς ὁ καιρός, εἴπερ βασιλεὺς σὺ τῶν λόγων. Καὶ πρός γε, σοὶ φίλος πατρόθεν ὁ ἐμὸς Ἀμφιλόχιος: προσθήσω δ' ὅτι καὶ τοιοῦτος, οἷος μήτε γένος πατέρων αἰσχύνειν, μήτε τὴν ἡμετέραν φιλίαν, εἰ μὴ φαῦλος ἐγὼ τῶν τοιούτων κριτής. Καὶ τὸ μέγιστον, ἀνδρὶ μάλιστα κατὰ σὲ φιλοσόφῳ, ὅτι μηδὲν ἀδικῶν ἔχει πράγματα. Ὃ τῷ μέν ἐστι κουφότατον, ἡμῖν δ' αὖ βαρύτατον, εἰ περιορῶντες φαινοίμεθα. Ἐγὼ μὲν οὖν ὃ μόνον δύναμαι, τοῦτο ποιῶ: δύναμαι δὲ πρεσβεύειν πρὸς τοὺς εὖ ποιεῖν δυναμένους: οὐ γὰρ ἄλλο γ' οὐδὲν ἐμοὶ δυνατὸν οὕτως ἔχοντι ὥσπερ νῦν ἔχω. Σὺ δὲ τὸν τοῦ σοῦ Πλάτωνος βεβαίωσον λόγον, μὴ πρότερον παύσασθαι κακῶν τὰς πόλεις εἰπόντος, πρὶν ἂν συνέλθῃ φιλοσοφίᾳ τὸ δύνασθαι. Ἱκανὸς γὰρ εἶ ἀμφότερα. Δὸς χεῖρα τῷ δεομένῳ καὶ παραινέσας τὰ εἰκότα καὶ βοηθήσας. Ὡς οὐκ ἔστιν ὅ τι φιλοσοφήσαις ἄμεινον ἢ νῦν τῷ δικαίῳ συναγωνισάμενος, πρὸς τῷ καὶ ἡμᾶς εὖ ποιεῖν τοὺς σοὺς ἐπαινέτας, εἰ δὲ δίδως εἰπεῖν, καὶ φίλους.