[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. CCXX.
[220] ΤΩΙ ΑΥΤΩΙ
Ὧν ἐπέστειλας τὰ μὲν λίαν ἥμερα καὶ φιλάνθρωπα, τὰ δὲ οὐκ ἔχω τί λέγω, πλὴν ἡμῖν λυπηρά, καὶ μάλα εἰκότως, ὡς ἐμαυτὸν πείθω. Εἴτε γὰρ δικαίως ἐγκαλεῖται ὁ ἀδελφὸς καὶ συμπρεσβύτερος ἡμῶν Σακερδώς, ὅπερ οὐκ οἴομαι, λυπηρόν. Πῶς γὰρ οὔ; τοσαύτην εὐλάβειαν καὶ τοσούτους πόνους οὕτως ἐν βραχεῖ καταλυθῆναι; Εἴτε διαβολὴ ταῦτά ἐστι παρὰ τῶν φθονούντων αὐτῷ κατασκευασθεῖσα, καὶ τοῦτο ἀνιαρόν, οὗ ἡ πολιτεία συνῆπταί σοι, τοῦτον ἀλλοτριοῦσθαι ταῖς ἐπηρείαις. Ἣν οὖν ἐν τοῖς παροῦσιν ἀρίστην γνώμην καὶ λυσιτελεστάτην ἔγνων, ταύτην ἀπόδεξαι: αὐτὸν ἔπεμψά σοι τὸν ἀδελφόν, μᾶλλον δὲ ὡρμημένον προέπεμψα δι' ἑαυτοῦ καὶ τὸ λυποῦν θεραπεύσοντα καὶ πάντα μετὰ ἀληθείας ἀναδιδάξοντα. Περὶ μὲν γὰρ τῶν ἀπολογήσασθαί φησιν ἕτοιμος εἶναι, τὰ δὲ ὡς ψεύδη κατεσκεύασται δεῖξαι. Τοῦτο γὰρ καὶ ἡμᾶς ἔπεισεν, ὡς φόβῳ Θεοῦ τοὺς λόγους ποιούμενος.