1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

12

τῇ Θεότητι; τοῦτο οὐδὲ οἱ δαίμονες. Ὦ καὶ δαιμόνων ἀπιστότερε σὺ, καὶ Ἰουδαίων ἀγνωμονέστερε! Ἐκεῖνοι τὴν τοῦ Υἱοῦ προσηγορίαν ὁμοτιμίας φωνὴν ἐνόμισαν· οὗτοι τὸν ἐλαύνοντα Θεὸν ᾔδεσαν· ἐπείθοντο γὰρ ἐξ ὧν ἔπασχον. Σὺ δὲ, οὐδὲ τὴν ἰσότητα δέχῃ, οὐδὲ ὁμολογεῖς τὴν Θεότητα. Κρεῖττον ἦν σοι περιτετμῆσθαι καὶ δαιμονᾷν, ἵν' εἴπω τι καὶ γελοίως, ἢ ἐν ἀκροβυστίᾳ καὶ ὑγιείᾳ διακεῖσθαι πονηρῶς καὶ ἀθέως. Ἀλλ' ὁ μὲν πρὸς ἐκείνους πόλεμος ἢ καταλυέσθω, ὀψὲ γοῦν σωφρονήσαντας εἴπερ ἐθέλοιεν, ἢ ἀναβεβλήσθω, μὴ βουλομένων, ἀλλ' ἐχόντων ὡς ἔχουσιν. Πάντως δὲ οὐδὲν δείσομεν, ὑπὲρ τῆς Τριάδος, μετὰ τῆς Τριάδος ἀγωνιζόμενοι.

ΚΗʹ. Νῦν δὲ ἀναγκαῖον ἡμῖν οὕτω κεφαλαιῶσαι τὸν λόγον· Γεγόναμεν, ἵν' εὖ πάθωμεν· εὖ πεπόνθαμεν, ἐπειδὴ γεγόναμεν. Τὸν παράδεισον ἐπιστεύθημεν, ἵνα τρυφήσωμεν. Ἐντολὴν ἐλάβομεν, ἵν' εὐδοκιμήσωμεν ταύτην φυλάξαντες· οὐκ ἀγνοοῦντος τοῦ Θεοῦ τὸ ἐσόμενον, ἀλλὰ νομοθετοῦντος τὸ αὐτεξούσιον. Ἠπατήθημεν, ἐπειδὴ ἐφθονήθημεν· ἐκπεπτώκαμεν, ἐπειδὴ παρέβημεν· ἐνηστεύσαμεν, ἐπειδὴ μὴ ἐνηστεύσαμεν, τοῦ ξύλου τῆς γνώσεως ὑποκρατηθέντες. Ἀρχαία γὰρ ἦν ἡ ἐντολὴ, καὶ ἡμῖν ὁμόχρονος ψυχῆς τις οὖσα παιδαγωγία, καὶ τρυφῆς σωφρόνισμα· ἣν ἐπετάχθημεν εἰκότως, ἵν' ὃ μὴ φυλάξαντες ἀποβεβλήκαμεν, φυλάξαντες ἀπολάβωμεν. Ἐδεήθημεν Θεοῦ σαρκουμένου καὶ νεκρουμένου, ἵνα ζήσωμεν· συνενεκρώθημεν, ἵνα καθαρῶμεν· συνανέστημεν, ἐπειδὴ συνενεκρώθημεν· συνεδοξάσθημεν, ἐπειδὴ συνανέστημεν.

ΚΘʹ. Πολλὰ μὲν δὴ τοῦ τότε καιροῦ τὰ θαύματα· Θεὸς σταυρούμενος, ἥλιος σκοτιζόμενος, καὶ πάλιν ἀναφλεγόμενος (ἔδει γὰρ τῷ Κτίστῃ συμπαθεῖν καὶ τὰ κτίσματα)· καταπέτασμα σχιζόμενον, αἷμα καὶ ὕδωρ τῆς πλευρᾶς χεόμενον· τὸ μὲν, ὡς ἀνθρώπου, τὸ δὲ, ὡς ὑπὲρ ἄνθρωπον· γῆ σειομένη, πέτραι ὑπὲρ τῆς πέτρας ῥηγνύμεναι, νεκροὶ ἀνιστάμενοι εἰς πίστιν τῆς τελευταίας καὶ κοινῆς ἀναστάσεως· τὰ ἐπὶ 36.664 τῷ τάφῳ σημεῖα, τὰ μετὰ τὸν τάφον, ἃ τίς ἂν ἀξίως ὑμνήσειεν; Οὐδὲν δὲ οἷον τὸ θαῦμα τῆς ἐμῆς σωτηρίας· ῥανίδες αἵματος ὀλίγαι κόσμον ὅλον ἀναπλάττουσαι, καὶ γίνονται καθάπερ ὀπὸς γάλακτι πᾶσιν ἀνθρώποις, εἰς ἓν ἡμᾶς συνδέουσαι καὶ συνάγουσαι.

Λʹ. Ἀλλ', ὦ Πάσχα, τὸ μέγα καὶ ἱερὸν, καὶ παντὸς τοῦ κόσμου καθάρσιον! ὡς γὰρ ἐμψύχῳ σοι διαλέξομαι. Ὦ Λόγε Θεοῦ, καὶ φῶς, καὶ ζωὴ, καὶ σοφία, καὶ δύναμις! χαίρω γὰρ πᾶσί σου τοῖς ὀνόμασιν. Ὦ νοῦ τοῦ μεγάλου γέννημα, καὶ ὅρμημα, καὶ ἐκσφράγισμα! ὦ Λόγε νοούμενε, καὶ ἄνθρωπε θεωρούμενε, ὃς πάντα φέρεις ἀναδησάμενος τῷ ῥήματι τῆς δυνάμεώς σου! νῦν μὲν ἔχοις τὸν λόγον τοῦτον, οὐκ ἀπαρχὴν, ἀλλὰ συμπλήρωσιν ἵσως τῆς ἡμετέρας καρποφορίας, χαριστήριον τὸν αὐτὸν καὶ ἱκέσιον μηδὲν κακοπαθεῖν ἡμᾶς ἔξω τῶν ἀναγκαίων καὶ ἱερῶν, οἷς συνεζήσαμεν· καὶ στήσαις τῷ σώματι τὴν καθ' ἡμῶν τυραννίδα (ὁρᾷς ὅσην, Κύριε, καὶ ὡς κάμπτουσαν), ἢ τὴν σὴν ψῆφον, εἰ παρὰ σοῦ καθαιροίμεθα. Εἰ δὲ καταλύσαιμεν ἀξίως τοῦ πόθου, καὶ δεχθείημεν ταῖς οὐρανίαις σκηναῖς, τάχα σοι καὶ αὐτόθι θύσομεν δεκτὰ ἐπὶ τὸ ἅγιόν σου θυσιαστήριον, ὦ Πάτερ, καὶ Λόγε, καὶ Πνεῦμα τὸ ἅγιον· ὅτι σοὶ πρέπει πᾶσα δόξα, τιμὴ, καὶ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.