1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

12

ἆρ' οὐκ ἂν ἅπαντα ἔπραξας ὥστε τῆς ἐπαγγελίας ταύτης τυχεῖν; Ἀναπέτασον οὖν καὶ νῦν τῷ νῷ τοὺς οὐρανοὺς καὶ βλέψον εἰς ἐκεῖνο τὸ θέατρον, οὐκ ἀπὸ τοιούτων συγκείμενον ἀνδρῶν, ἀλλ' ἀπ' ἐκείνων οἳ καὶ τοῦ χρυσοῦ καὶ τῶν λίθων τῶν τιμίων καὶ τῶν ἀκτίνων τῶν ἡλιακῶν καὶ πάσης ὁρωμένης φαιδρότητός εἰσιν τιμιώτεροι, καὶ οὐκ ἐξ ἀνθρώπων δὲ μόνον ἀλλὰ καὶ ἀπὸ τῶν πολὺ τούτων τιμιωτέρων ἀγγέλων, ἀρχαγγέλων, θρόνων, κυριοτήτων, ἀρχῶν, ἐξουσιῶν. Περὶ γὰρ τοῦ βασιλέως οὐδὲ εἰπεῖν ἑνί, οἷός ἐστιν, δυνατόν· οὕτως ἅπαντα λόγον καὶ νοῦν ἐκεῖνο διαφεύγει τὸ κάλλος, ἡ ὡραιότης, τὸ κράτος, ἡ δόξα, ἡ μεγαλωσύνη, ἡ μεγαλοπρέπεια. Τοσούτων οὖν ἀγαθῶν καὶ τηλικούτων ἀποστερήσωμεν ἑαυτούς, εἰπέ μοι, ἵνα μὴ μικρὸν πονέσωμεν χρόνον; Εἰ γὰρ μυρίους καθ' ἑκάστην ἡμέραν θανάτους ὑπομένειν ἐχρῆν, εἰ γὰρ τὴν γέενναν αὐτὴν ὑπὲρ τοῦ τὸν Χριστὸν ἐρχόμενον ἰδεῖν ἐν τῇ δόξῃ αὐτοῦ καὶ εἰς τὸν τῶν ἁγίων ἐγκαταλεγῆναι χορόν, οὐκ ἐχρῆν ἅπαντα ὑπομένειν ἐκεῖνα; Ἄκουσον τί φησιν ὁ μακάριος Πέτρος· «Καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι.» Εἰ δὲ ἐκεῖνος ἀμυδράν τινα τῶν μελλόντων εἰκόνα ἰδὼν ἅπαντα ἐξαίφνης ἔρριψεν ἀπὸ τῆς ψυχῆς διὰ τὴν ἀπὸ τῆς ὄψεως ἐκείνης ἡδονὴν ἐντεθεῖσαν αὐτοῦ τῇ ψυχῇ, τί ἄν τις εἴποι, ὅταν αὐτὴ τῶν πραγμάτων ἡ ἀλήθεια παραγένηται, ὅταν τῶν βασιλείων ἀνοιγέντων κατοπτεύειν ἐξῇ τὸν βασιλέα αὐτόν, μηκέτι ἐν αἰνίγματι μηδὲ δι' εἰσόπτρου, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον, μηκέτι διὰ πίστεως ἀλλὰ διὰ εἴδους;

12 Οἱ μὲν οὖν πολλοὶ τῶν ἀλογώτερον διακειμένων τὸ τῆς γεέννης ἀπαλλαγῆναι ἀγαπητὸν τίθενται μόνον· ἐγὼ δὲ τῆς γεέννης πολλῷ χαλεπωτέραν κόλασιν εἶναί φημι τὸ μὴ γενέσθαι ἐν ἐκείνῃ τῇ δόξῃ, καὶ τὸν ἐκπεσόντα ἐκεῖθεν οὐχ οὕτως οἶμαι δεῖν πενθεῖν τὰ ἐν τῇ γεέννῃ κακά, ὡς τὴν ἀπόπτωσιν τὴν ἐκ τῶν οὐρανῶν· τοῦτο γὰρ μόνον ἁπάντων χαλεπώτερον εἰς κολάσεως λόγον ἐστίν. Νῦν δὲ βασιλέα μὲν πολλάκις ὁρῶντες μετὰ πολλῶν τῶν δορυφόρων εἰς τὰ βασίλεια εἰσελαύνοντα, τοὺς πλησίον ὄντας αὐτοῦ καὶ λόγου καὶ γνώμης κοινωνοῦντας καὶ τῆς δόξης μετέχοντας τῆς λοιπῆς μακαρίζομεν· κἂν μυρία μὲν ἔχωμεν ἀγαθά, ταλανίζομεν ἑαυτοὺς καὶ οὐδενὸς ἐκείνων λαμβάνομεν αἴσθησιν, εἰς τὴν δόξαν ἀφορῶντες τῶν περὶ αὐτόν, καίτοι γε εἰδότες ἐπισφαλῆ καὶ ἀβέβαιον τὴν τοιαύτην λαμπρότητα καὶ διὰ τοὺς πολέμους καὶ διὰ τὰς ἐπιβουλὰς καὶ διὰ τὰς βασκανίας καὶ διὰ τὸ καὶ χωρὶς τούτων αὐτὴν καθ' ἑαυτὴν οὐδενὸς ἀξίαν εἶναι λόγου· ἐπὶ δὲ τοῦ πάντων βασιλέως, «τοῦ κατέχοντος-οὐ μέρος τῆς γῆς ἀλλὰ-πάντα τὸν γῦρον τῆς γῆς», μᾶλλον δὲ τοῦ πᾶσαν αὐτὴν περιλαμβάνοντος «ἐν δρακὶ» καὶ τοὺς οὐρανοὺς μετροῦντος «σπιθαμῇ», τοῦ πάντα φέροντος «τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ», ᾧ πάντα τὰ ἔθνη ὡς οὐδὲν καὶ ὡς σίελος ἐλογίσθησαν, ἐπὶ τούτου δὲ οὐχ ἡγησόμεθα ἐσχάτην εἶναι κόλασιν τὸ μὴ καταλεγῆναι εἰς τὸν χορὸν ἐκεῖνον τὸν περὶ αὐτόν, ἀλλὰ καὶ στέρξομεν ἂν τῆς γεέννης ἀπαλλαγῶμεν μόνον; Καὶ τί ταύτης ἐλεεινότερον γένοιτ' ἂν τῆς ψυχῆς; Οὗτος τοίνυν ὁ βασιλεὺς οὐ ζεῦγος ἔχων ἡμιόνων λευκῶν, οὐδὲ ὄχημα χρυσοῦν, οὐδὲ ἁλουργίδα καὶ διάδημα περικείμενος οὕτως ἔρχεται κρινῶν τὴν γῆν. Ἀλλὰ πῶς; Ἄκουσον τῶν προφητῶν βοώντων καὶ λεγόντων, ὡς ἀνθρώποις εἰπεῖν δυνατόν· ὁ μὲν γάρ φησιν· «Ὁ θεὸς ἐμφανῶς ἥξει ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά· προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ.» Ὁ δὲ Ἡσαΐας καὶ τὴν κόλασιν αὐτὴν ἡμῖν προτίθησιν, οὑτωσὶ λέγων· «Ἰδοὺ ἡμέρα Κυρίου ἔρχεται ἀνίατος θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς αὐτῶν οὐ δώσουσι καὶ σκοτισθήσεται ὁ ἥλιος ἐν τῇ ἐξόδῳ αὐτοῦ καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Καὶ ἐντελοῦμαι ὅλῃ τῇ οἰκουμένῃ κακὰ καὶ τοῖς ἀσεβέσιν τὰς ἁμαρτίας