1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

12

ἐνδοτέρω γίνεται· καὶ γὰρ σκεύη γυναικεῖα ἐκδοῦναι οὐ παραιτήσονται, ἀλλ' ἐπιστήσονται τοῖς ἀργυροκόποις συνεχῶς ἐρωτῶντες, εἰ τὸ κάτοπτρον κατεσκεύασται τῆς κυρίας, εἰ τὸν κάδον ἀπήρτισαν, εἰ τὸ ληκύθιον ἀπέδωκαν. καὶ γὰρ εἰς τοῦτο πάντα ἧκε διαφθορᾶς, ὡς τῶν βιωτικωτέρων μᾶλλον τὰς πολλὰς τῶν παρθένων τούτοις κεχρῆσθαι τοῖς σκεύεσιν.

10 Ἐκεῖθεν πάλιν πρὸς τὸν μυρεψὸν ἔδραμεν ὑπὲρ τῶν τῆς κυρίας διαλεξόμενος ἀρωμάτων· πολλάκις δὲ ὑπὲρ πλείονος σπουδῆς καὶ ὑβρίσαι τὸν πένητα οὐ παραιτήσεται καὶ γὰρ καὶ μύροις χρῶνται παρθένοι ποικίλοις τε καὶ πολυτελέσιν· εἶτα ἀπὸ τοῦ μυρεψοῦ πρὸς τὸν τὰς ὀθόνας πωλοῦντα, καὶ ἀπ' ἐκείνου πάλιν πρὸς τὸν σκηνοποιόν. Οὐδὲ γὰρ τὰ μικρὰ ταῦτα αἰσχύνονται ἐπιτάττειν, ἐπειδὴ σφόδρα ὁρῶσιν αὐτοὺς ὑπακούοντας καὶ χάριν ἔχοντας ἐπιταττούσαις αὐταῖς, ἢ ἑτέροις διακονουμένοις. Ἐντεῦθεν πάλιν, ὅταν ἐπισκευάσαι τι δέῃ τῆς περιφορητῆς ἐκείνης σκηνῆς, καὶ μέχρις ἑσπέρας αὐτῆς ἄσιτοι διατελοῦσι, τοῖς ἐργαστηρίοις προσηλωμένοι. Καὶ οὐ τοῦτό που τὸ θαυμαστὸν, ἀλλ' ὅτι καὶ τοῖς ταλαιπώροις οἰκέταις εἰσὶν ἐπαχθεῖς, καὶ πολλὴ κατ' αὐτῶν ὕβρις καὶ ἀγανάκτησις καὶ κραυγή. Ἐννόησον δὲ ὅσαι ἐκ τούτων αἱ κακηγορίαι· οἰκέτης γὰρ ὑβρισθεὶς, καὶ ὑπὲρ τοιούτων πραγμάτων, ἐπεὶ μηδενὶ τρόπῳ τὸν ὑβρικότα ἀμύνασθαι ἔχει, διὰ τῆς γλώττης τοῦτο ποιεῖ καὶ τῆς λαθραίας κατηγορίας, οὐδενὸς φειδόμενος τῶν ἐμπλῆσαι δυναμένων αὐτῷ τὸν θυμὸν, ἀλλὰ μετὰ τοσαύτης ὑπερβολῆς τῇ ἀμύνῃ κέχρηται ταύτῃ, μεθ' ὅσης εἰκὸς οἰκέτην ὄντα, καὶ τοιαῦτα ὑβρισμένον, καὶ ταύτην ἔχοντα μόνην παραμυθίαν τῶν οἰκείων κακῶν κατὰ τοῦ λελυπηκότος. Ὁ δὲ τῇ πενιχρᾷ συζῶν ἀργυροκόποις μὲν οὐ διαλέξεται, οὐ γὰρ ἐᾷ, φησίν, ἡ πενία, οὐδὲ προσεδρεύσει μυροπώλοις, ὑποδηματορράφοις δὲ καὶ ὑφάνταις καὶ ποικιλταῖς καὶ βαφεῦσιν ἐνοχλήσει πολλάκις. Καὶ τί δεῖ πᾶσαν καταλέγειν τὴν ἀσχημοσύνην, οἷον, ὅταν εἰς οἰκήματα εἰσίωσι στήμονα καὶ κρόκην πωλοῦντες, ὅταν εἰς τὴν ἀγορὰν περιίωσιν αὐτὰ ταῦτα πάλιν ζητοῦντες; Καὶ ταῦτα μὲν ἐν ταῖς οἰκίαις καὶ ἐν ταῖς ἀγοραῖς, καὶ τούτων πολὺ καταγελαστότερα ὑπομένουσιν. Ἐπὶ δὲ τῆς ἐκκλησίας οὐδὲ ἔστιν εἰπεῖν τὴν αἰσχύνην. Ὥσπερ γὰρ δέον μηδένα τόπον ἀγνοεῖν αὐτῶν τὴν ὕβριν καὶ τὴν ἀνελεύθερον ταύτην δουλείαν, οὕτω καὶ ἐν τῷ ἁγίῳ τούτῳ καὶ φρικωδεστάτῳ χωρίῳ πᾶσιν αὐτῶν τὴν ἀκρασίαν ἀνακηρύττουσι καὶ τὸ δὴ χαλεπώτερον, ὅτι καὶ καλλωπίζονται ἐφ' οἷς ἐπαισχύνεσθαι ἔδει. Ἀπό τε γὰρ τῶν θυρῶν αὐτὰς ἔξωθεν δεχόμενοι, καὶ ἀντὶ τῶν εὐνούχων γινόμενοι σοβοῦσιν, καὶ προηγούμενοι μέγα φρονοῦσιν, ὁρώντων ἁπάντων, καὶ οὐ καταδύονται, ἀλλὰ καὶ ἐπαγάλλονται· καὶ ἐν αὐτῷ δὲ τῷ φρικωδεστάτῳ τῶν μυστηρίων καιρῷ πολλὰ πρὸς τὴν ἐκείνων ἀρεσκείαν διακονοῦνται, πολλοῖς τῶν ὁρώντων λαβὰς παρέχοντες. Αἱ δὲ ἄθλιαι καὶ ταλαίπωροι, δέον ἀπείργειν αὐτοὺς τῆς τοιαύτης χάριτος, καὶ ἐναβρύνονται καὶ μέγα φρονοῦσι. Καίτοι τίς ἂν ἢ ταύταις ἢ ἐκείνοις, εἴ γε ἤμελλεν ἀράν τινα ἐπαρᾶσθαι, ταύτης ἂν ηὗρε χαλεπωτέραν, ἢ ὥστε μυρίους μάρτυρας ἔχειν τῆς ἀκολασίας αὐτῶν, καὶ ἐν τοῖς ἁπάντων ὀφθαλμοῖς ἀσχημονεῖν; Τί δεῖ λέγειν ὅσα ἐν αὐταῖς ταῖς ἐκκλησίαις ἀνατρέπεται διὰ τὴν τούτων χάριν, ὅσα τῶν τοῦ Θεοῦ προσταγμάτων ἀμελεῖται παρὰ πολλῶν, ὥστε μὴ παροξυνθῆναι ταύτας; καὶ τί λέγω, μὴ παροξυνθῆναι; μόνον ἄν τις αὐτῶν σκυθρωπὸν εἰς αὐτοὺς ἴδῃ καὶ ἀηδὲς, πάντα αἱροῦνται ὑπομένειν, ἢ τοῦτο παθοῦσαν ἐκείνην περιιδεῖν. Ἀλλὰ γὰρ μέχρι τίνος καὶ ἡμεῖς ἀσχημονοῦμεν τὰ ἐκείνων διηγούμενοι πάντα; Οὐ γὰρ δὴ τοῦτο προειλόμεθα, ἐπεὶ πολλῶν ἂν καὶ μακρῶν ἡμῖν ἐδέησε λόγων πάντα διεξιοῦσι· μᾶλλον δὲ πάντα μὲν οὐδὲ βουλομένοις δυνατὸν ἦν εἰπεῖν, ὀλίγα δὲ ἐκ πολλῶν συνθέντας, καὶ οὕτως ἱκανὸν ἦν ἐργάσασθαι τὸ μῆκος· ἀλλ' οὐκ εἰς τοῦτο ἥκομεν, ἀλλὰ καὶ τούτων ἄκοντες ἐμνημονεύσαμεν, ὥστε μικρὸν ἐπιστύψαι τοὺς νοῦν ἔχοντας τῶν ἀκροωμένων· λοιπὸν δὲ παρακαλεῖν χρὴ καὶ ἱκετεύειν. ∆έομαι δὴ καὶ ἀντιβολῶ, καὶ