1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

12

ῥαπίζεται. Ἆρα ταῦτα ἀκούων οὐ φρίττεις, οὐ τρέμεις, οὐ παύῃ τύπτειν τοὺς συνδούλους; ἆρα ταῦτα ἀκούων, οὐκ ἐνάρκησέ σου ἡ χείρ; Ἐγὼ καὶ μόνον λαλῶν ἔντρομός εἰμι· σὺ δὲ ὁ ποιῶν ταῦτα, ἆρα ποίου θηρίου γνώμην κέκτησαι, ὅτι ἀδυσώπητος ἔμεινας; ἆρα οὖν ἐν ᾧ μετρεῖς, οὐκ ἀντιμετρηθήσεταί σοι; Λοιπὸν κἂν μικρὸν παῦσαι ἀπὸ τῆς ματαιότητος, ἵνα μὴ Θησαυρίσῃς ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας Θεοῦ· ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἀλλὰ πάλιν μικρὸν ἀναλαβὼν ὑπομνήσω ἕκαστον ὡς ἐν κεφαλαίῳ τὰ δέοντα. Οἱ ἀπηνεῖς πλούσιοι οἱ εὐφραινόμενοι καθ' ἡμέραν, μνήσθητε τοῦ ἀνελεήμονος ἐκείνου πλουσίου, ὃν οὐκ ἀφίησιν ἡ ἀσπλαγχνία διαβῆναι καὶ ἰδεῖν ἐκεῖνο τὸ χάσμα, ὅπερ ὤρυξεν αὐτῷ ἡ ἀσπλαγχνία, καὶ φρίξατε· οἱ ἐπὶ μόνῃ παρθενίᾳ ἐγκαυχώμενοι καὶ τῇ ἀπηνείᾳ πεπληρωμένοι, μὴ ἐπιλάθεσθε τῶν μωρῶν παρθένων· οἱ τὰ σπλάγχνα κλείοντες ἀπὸ τῶν χρῃζόντων, ἀεὶ ἐννοεῖτε τῶν παρισταμένων ἐξ εὐωνύμων, καὶ μετ' αἰσχύνης πολλῆς κάτω νευόντων, καὶ ἀκουόντων τῆς ὀδυνηρᾶς ἐκείνης φωνῆς, τὸ, Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, καὶ φρίξατε· οἱ ἁρπάζοντες τὰ ἀλλότρια, ἀκούετε τοῦ λαλοῦντος διὰ στόματος τῶν ἁγίων, Χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως, οὐκ ἀτιμώρητος ἔσται· καὶ πάλιν, Ἐγὼ Κύριος μισῶν ἅρπαγμα ἐξ ἀδικίας· καὶ ἀλλαχοῦ, Ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε. Οἱ ὀρφανοὺς καὶ χήρας θλίβοντες, ἐνθυμήθητε τίς ὁ τούτων προστάτης καὶ ἔκδικος· Θεὸς γὰρ, εἶπεν ὁ ∆αυῒδ, ὁ πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν οἱ κατεπαιρόμενοι παρθένοι τῶν μιγάδων, μνήσθητε τοῦ εἰπόντος Χριστοῦ διὰ στόματος Παύλου, Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος. Οἱ δὲ τὸν ναὸν τοῦ Θεοῦ ἐν πορνείᾳ φθείροντες, ἀκούσατε τοῦ αὐτοῦ πάλιν λέγοντος· Πόρνους καὶ μοιχοὺς 60.692 κρινεῖ ὁ Θεός. Οἱ ἐν δόλῳ φιλοῦντες, ἀκούσατε καὶ μὴ ἐπιλάθεσθε τοῦ δολίου φιλήματος τοῦ παραδώσαντος Ἰούδα τὸν Ἰησοῦν· οἱ κλέπται, ἀκούσατε τί περὶ ὑμῶν ὁ Κύριος πρὸς τὸν προφήτην Ζαχαρίαν ἐλάλησεν· λέγει οὖν Τί σὺ ὁρᾷς, Ζαχαρία; Καὶ εἶπον· ∆ρέπανον πετόμενον· μῆκος αὐτῷ πήχεων εἴκοσι, καὶ πλάτος αὐτῷ πήχεων δέκα. Καὶ εἶπεν Κύριος· Αὕτη ἡ ἀρὰ ἡ ἐκπορευομένη ἐπὶ πρόσωπον τῆς γῆς· διότι πᾶς κλέπτης ἐκ τούτου ἐκδικηθήσεται ἕως θανάτου· καὶ εἰσελεύσεται εἰς τὸν οἶκον τοῦ κλέπτου, καὶ εἰς τὸν οἶκον τοῦ ὀμνύοντος τὸ ὄνομα τοῦ Θεοῦ ἐν ψεύδει, καὶ καταλύσει ἐν τῷ μέσῳ τοῦ οἴκου αὐτοῦ, καὶ συντελέσει αὐτὸν, καὶ τὰ ξύλα αὐτοῦ, καὶ τοὺς λίθους αὐτοῦ.

Ἆρα ἀρκεῖ ταῦτα, ὦ κλέπται, τοῦ παύσασθαι τοῦ χαλεποῦ δρόμου; ἢ προσενέγκω καὶ ἕτερα θεῖα ῥήματα ἀποτρέποντα καὶ κατακρίνοντα ὑμᾶς καὶ ἐκφοβοῦντα πρὸς ἐπιστροφήν; Ἀκούσατε οὖν καὶ τοῦ Ἀποστόλου λέγοντος· Ὁ κλέπτης μηκέτι κλεπτέτω, ἀλλὰ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς ἰδίαις χερσὶν, ἵνα ἔχῃ μεταδιδόναι καὶ τῷ χρείαν ἔχοντι· καὶ πάλιν, ὅτι Κλέπται βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν. Καὶ ἀρκεῖ λοιπὸν τὰ εἰρημένα περὶ τῶν κλεπτῶν, εἰ βούλοιντο. Οἱ μνησίκακοι, ἀκούσατε τοῦ ἀποστόλου Πέτρου κράζοντος· Μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας· ἀλλ' ἀποθέμενοι πᾶσαν κακίαν, καὶ πᾶσαν καταλαλιὰν, ὡς ἀρτιγέννητα βρέφη βιώσατε. Εἰ ποτὲ νικηθεὶς καὶ χαυνωθεὶς μισήσῃς ἄνθρωπον, μὴ τολμήσῃς εἰπεῖν, ὅτι Ἀγαπῶ τὸν Θεόν· ἀρκετὸν γάρ σου τὸ βάρος, καὶ τὸ κατάκριμα τῆς μισαδελφίας, ἡ βαρυτέρα ἁπασῶν τῶν βαρημάτων· καὶ μὴ ἐπάγῃς ἑαυτῷ ψεῦδος· Ὁ γὰρ τὸν ἀδελφὸν αὐτοῦ μισῶν, καὶ λέγων, ὅτι Ἀγαπῶ τὸν Θεὸν, ψεύστης ἐστὶν, καθὼς γέγραπται. Οἱ φιλάργυροι, ἐννοήσατε τί φιλεῖτε, τοῦ Ἀποστόλου βοῶντος· εἰ δὲ καὶ τοῦτο οὐ κατέχετε, δεῦτε ἀκούσατε, καὶ διηγήσομαι ὑμῖν, ὁποῖον κακὸν φιλεῖτε· Ῥίζα πάντων τῶν κακῶν ἡ φιλαργυρία. Ἀγνοεῖτε τὸ ποθούμενον παρ' ὑμῶν θηρίον καὶ ψυχοφθόρον; Οὐδεὶς φιλόχρυσος γέγονέ ποτε φιλάνθρωπος, ὁ δὲ μὴ φιλάνθρωπος οὐδὲ φιλόχριστος.