1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

12

ἐντολῶν τοῦ θεοῦ, καὶ προβῆναι μὴ δυναμένων ἄνευ θεοῦ συνεργείας καὶ τοῦ στηρίζοντος ἄρτου καρδίαν. 62 Τοῦ προφήτου παραινέσαντος, Ἱερουσαλὴμ ἐπείσθη καὶ λέγει πρὸς τὸν θεόν· «μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ», «ἐπί βλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με», «μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με». μείζων ἀνθρωπίνης φύσεως ἡ πληγή. οἶδα παραβᾶσα τὸν νόμον καὶ τοῖς ἐντεῦθεν ἐπιτιμίοις ὑποκειμένη, ἐν οἷς ἐστι καὶ τὸ «φαγῇ τὰ ἔκγονα τῆς κοιλίας σου, κρέα υἱῶν σου καὶ θυγατέρων σου». ἐνόμιζον ἕως ἀπειλῆς εἶναι τὰ ῥήματα· ἔγνων, κύριε, ὅτι «ὁ νόμος σου ἀλήθεια». ἱερέως δὲ καὶ προφήτου σφαγὴν οὐκ ἐπυθόμην ἐν μέσῳ νεῷ. 63 Ἐπὶ γῆς ἦσαν ἐρριμμένοι πάντες οἱ δι' ἡλικίαν πρὸς τοὺς πόνους ἀδύνατοι, θέαμα λίαν ἐλεεινόν, ὡς καὶ νέων σφαγὴ καὶ παρθένων † εἴθε καὶ τούτων σφαγαὶ πρὶν εἰς ζωὴν πικροτέραν ἀπάγεσθαι. ἔξοδοι δὲ γῆς τὰ βιωτικὰ πράγματα, ἐν οἷς ἐκοιμήθησαν μὴ «γρηγορήσαντες μηδὲ προσευξάμενοι», κλείσαντες δὲ πρὸς ἁμαρτίας καὶ ἀφροσύνην τοὺς τῆς ψυχῆς ὀφθαλμούς. καὶ τίνες οὗτοι; εἰ μὲν παιδάρια , οὐ θαυμαστὸν ἄγαν. νυνὶ δὲ πρὸ τούτων οἱ δοκοῦντες προβεβηκέναι κατ' ἀρετὴν καὶ πᾶς δὲ τὴν ψυχὴν ἀδιάφθορος καὶ δυνατὸς ἐν πολέμῳ γέγονεν ἐχθροῖς ὑποχείριος. σὺ δὲ ὡς ἀγαθὸς τὴν τοιαύτην αὐτῶν καταπαύεις ζωήν, καὶ κατατέμνεις πᾶσαν αὐτῶν σύστασιν τὴν ἐπὶ κακῷ. 64 Οἱ κύκλῳ μου, φησί, τὴν Ἰουδαίαν οἰκοῦντες τὴν εἰς ἐμὲ ἑορ τὴν ἐνόμιζον καταφυγήν, σωτηρίαν ἐντεῦθεν ἐλπίζοντες· ὧν οὐδεὶς ὑπολέλειπται διὰ τὴν σὴν αὐτοῖς ἐπενεχθεῖσαν ὀργήν . δι' ὧν γὰρ ἥμαρτον, πολλοὶ καὶ δυνατοὶ γεγόνασιν οἱ ἐχθροί . 65 ∆εινὰ συνέβη τῷ προφήτῃ καὶ πρὶν ἁλῶναι τὴν πόλιν καὶ ταύτης ἑαλωκυίας. διὸ στοιχειώσεως ἑτέρας κατάρχων, ἑαυτὸν ἀπο δύρεται, πτωχείαν ὁρῶν καὶ ἐρημίαν τῆς πόλεως διὰ παιδείαν κυρίου. καὶ αὐτὸς δὲ οὐδὲν ἧττον γέγονεν ἐν ἐνδείᾳ ἀγαθῶν, ἅμα μὲν ἐν περιστάσει γεγονὼς ἡνίκα τούτους ἐξήλεγχεν, ὥστε λέγειν· «διετέλεσα μυκτηριζόμενος πᾶσαν τὴν ἡμέραν», ἅμα δὲ καὶ ταῖς τῶν δεινῶν αὐτῶν κοινωνῶν συμφοραῖς καὶ τῇ ἐκ συμπαθείας ὀδύνῃ. φησὶ δὲ καὶ κατὰ τὸν ∆αβίδ· «σκιὰ θανάτου ἐπεσκίασέ με». ὅταν γὰρ δοκῇ πρὸς βραχὺ διδόναι τοῖς πόνοις ἀνακωχήν, αὖθις παλιν δρομεῖ διηνεκῆ τιμωρίαν ποιούμενος. 66 Τὸ ὅλην τὴν ἡμέραν δηλοῖ καθ' ἑκάστην ἡμέραν, ὡς παρὰ τῷ ∆αβίδ· «ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με». σημαίνοι δ' ἂν τὸ ἔστρεψε χεῖρα αὐτοῦ καὶ ὅτι πάλαι μοι τὰ ἀγαθὰ χορηγῶν, νῦν τὰς παιδείας ἐπάγει, καθάπερ ἀλλάξας τὴν χεῖρα. 67 Τὴν σαθρότητα τὴν συμβᾶσαν ἡμῖν ἐκ τῆς ἁμαρτίας σημαίνει. 68 Συμφορὰ γὰρ ἐπίμονος γεροντικὴν ἀσθένειαν ἐμποιεῖ. 69 Οὐ γὰρ ἀφῆκέ με διαφυγεῖν τὰ δεινὰ πανταχόθεν πολιορκού μενον. λέγοι δ' ἂν ἴσως καὶ τὸ περιβληθὲν τῇ πόλει τεῖχος πολέ μιον. τὴν αὐτὴν δὲ τῷ ∆αβὶδ ἀφῆκε φωνὴν εἰρηκότι· «ἐκάθισάν με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος». τοῦτο δὲ διὰ τὰς ἀπὸ τῶν πολε μίων εἱρκτάς, ἅμα δὲ καὶ διὰ τὰς ἐκ θεοῦ συμφοράς· ψυχῆς γὰρ σκότος οἱ πειρασμοί. ἰδικῶς δὲ «Ἱερεμίαν καὶ εἰς τὸν καταρράκτην ἐνέβαλεν ὁ Πασχώρ», σκοτεινὸν ὄντα καὶ ἀφεγγῆ, ὁποῖον ἦν καὶ τῷ ∆αβὶδ τὸ σπήλαιον ἐν ᾧ παρὰ Σαοὺλ ἀπεκρύπτετο. δύναιντο δὲ καὶ εἰς Χριστὸν οἱ δύο Θρῆνοι λαμβάνεσθαι, οὗ τύπος ἦν Ἱερεμίας τοσαῦτα παρὰ Ἰουδαίων πεπονθότος καὶ τέλος τάφῳ παραδοθέντος. 70 Ἀφύκτοις με κακοῖς περιβέβληκεν, ἐπιθεὶς τῷ τραχήλῳ μου λαὸν ἀπηνῆ καὶ παραπικραίνοντα καὶ μεῖζον ἢ κατ' ἐμὲ φορτίον. οὐκ εἰσηκούσθην δὲ κουφισθῆναι πολλάκις εὐξάμενος · εἰσακου σθῆναι γὰρ τοὺς ἁγίους ἔσθ' ὅτε κωλύει τὰ πράγματα. λέγοι δ' ἂν ζυγὸν καὶ τοὺς κλοιοὺς τοὺς σιδηροῦς, οὓς ἀντὶ ξυλίνων θεοῦ κε λεύσει περιεβάλετο, φέρεται γὰρ καὶ γραφή· ἐβάρυνε γὰρ τὸν χαλκὸν τοῦ τραχήλου μου. ἀπέφραξε γὰρ τὴν προσευχήν μου καὶ λέξας αὐτῷ· «μὴ προσεύχου· περὶ αὐτῶν· οὐ γὰρ εἰσα κούσομαί σου». 71 Ὁρμήσας γὰρ πολλάκις οὐ συνεχωρήθη παραιτήσασθαι τὴν δια κονίαν. ἔφασκε γάρ· «οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου», καὶ ὥσπερ ὑπὸ πυρὸς συνηλαύνετο. ἐμφράττει δὲ καὶ τὰς ὁδοὺς τῶν ἁμαρ τωλῶν οὐ συγχωρῶν