ρίαν, μετὰ τὴν ἀπόρρητον γνῶ σιν τῆς θείας συλλήψεως, μετὰ τὴν μεγάλην τῶν θαυμάτων ἐπίδειξιν, 17.107 καὶ σοῦ οὖν αὐτῆς τῆς ἄνωθεν δεδιδαγμένης τὰ περὶ τοῦ κυρίου γενήσεταί τις περὶ τὴν ψυχὴν σάλος καὶ ἅψεταί τις διάκρισις, τοῦτ' ἔστιν ἡ «ῥομφαία», ἐπὰν ἴδῃς τὸν τηλικοῦτον σταυρούμενον καὶ θάνατον ἀνθρώπινον ἀναδεχόμενον. «Ὅπως ἂν ἀποκαλυφθῶσιν δια λογισμοί»· διαλογισμοὶ ἦσαν πο νηροὶ ἐν τοῖς ἀνθρώποις τούτοις· τότε ἀπεκαλύφθησαν, ἵνα ἀποκαλυ φθέντας αὐτοὺς ἀφανίσῃ ὁ ὑπὲρ τῶν ἀνθρωπίνων ἁμαρτημάτων ἀποθνῄ σκων. Ὅσον γὰρ ἦσαν κεκρυμμένοι, οὐχ οἷόν τε ἦν αὐτοὺς ἀφανισθῆναι τέλεον· διὰ τοῦτο καὶ ἡμεῖς ἐὰν ἁμαρτή σωμεν, κελευόμεθα λέγειν· «τὴν ἀνομίαν μου <ἐγνώρισα, καὶ τὴν ἁμαρτίαν μου> οὐκ ἐκάλυψα». 17.108 Καὶ ἡ τάξις δὲ ἀμώμητος· οὐ πρώτη γὰρ τοῦ ἀνδρὸς ἡ γυνή, ἀλλὰ πρῶτος ὁ Συμεὼν παρεισάγεται. Οὐκ οὖν ἐγέγραπτο [δὲ] αὐτῆς κα τὰ λέξιν ὁ λόγος, ἀλλ' ὅτι «ἐξω μολόγει <τῷ θεῷ καὶ ἐλάλει> περὶ αὐτοῦ». Ἔοικε δέ γε δικαίως γε γονέναι προφῆτις, τοῦ ἁγίου πνεύ ματος χώραν δυνηθέντος εὑρεῖν ἐν αὐτῇ διὰ τὴν ἁγνείαν καὶ τὴν καθα ρότητα· «ἔτη» γὰρ «ἑπτὰ ζήσασα ἀπὸ τῆς παρθενίας αὐτῆς μετὰ ἀν δρός», διὰ τοῦτο γέγονε προφῆτις· οὐ γὰρ ὡς ἔτυχεν τὸ ἅγιον πνεῦμα ᾤκησεν ἐν αὐτῇ. Καλὸν μὲν γὰρ εἴ τις δύναται παρθενεύειν· εἰ δὲ μὴ δύναται τοῦτο, χηρευσάτω, ἐὰν συμ 17.109 βῇ τι ἀνθρώπινον, καὶ ἐχέτω τοῦτο πρὸ ὀφθαλμῶν καὶ μετὰ ἀνδρὸς οὖσα, ὥστε τὴν παρθενίαν αὐτῆς δικαιωθῆναι ἐνώπιον τοῦ θεοῦ. 18.111 Ἐδύνατο δὲ εἰπεῖν· προέκοπτε λαμβάνων σοφίαν, ἀλλ' ἐπεί, ὅτε ἤρχετο, «ἐκένωσεν ἑαυτόν», εἶπεν «πληρούμενον», ἵνα δείξῃ, ὅτι ὃ ἐκένωσεν ἐπλήρωσε καὶ ἐλάμβανε πάλιν ταῦτα, ἀφ' ὧν ἑκὼν κεκένωτο. 19.114 «Ηὔξανε» τοίνυν, ἐπεὶ «οὐχ ἁρπαγμὸν ἡγησάμενος τὸ εἶναι ἴσα θεῷ ἐτα 19.115 πείνωσεν ἑαυτόν»· «ἐκραταιοῦτο» «μορφὴν δούλου λαβὼν» καὶ «τὰς ἀσθενείας ἡμῶν φέρων»· ἐπληροῦτο «σοφίᾳ», ἐπεὶ «ἐκένωσεν ἑαυτόν»· πρὸ γὰρ ἐτῶν δώδεκα ψιλὸς ἄνθρω πος οὐ χωρεῖ πληρότητα σοφίας· τὸ δὲ αἴτιον τοῦ αὔξειν καὶ κραται οῦσθαι αὐτὸν ἦν τὸ πληροῦσθαι σοφίας. 19.116 Τί δὲ καὶ «ἐζήτουν αὐτόν»; Ἆρα ὅτι ἀπόλωλεν ὡς παῖς ἢ ὅτι πεπλά νηται; Ἄπαγε· οὔτε Μαρίας ἦν τοῦτο, τῆς μυρίας περὶ αὐτοῦ δεξα μένης θείας ἀποκαλύψεις, οὔτε τοῦ Ἰωσήφ. Ἀλλ' ὥσπερ σὺ ἐὰν ζητῇς γρα φήν, ὀδυνώμενος αὐτὴν ζητεῖς, οὐχ ὡς πεπλανημένην οὐδὲ ὡς ἐσφαλ μένην, ἀλλ' ὡς ἔχουσαν μὲν τὸν ἀληθῆ καὶ μυστικὸν λόγον, μήπω 19.117 δέ σοι πεφανερωμένην, οὕτως κἀ κεῖνοι ἐζήτουν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, μήπως ἀπέστη ἀπ' αὐτῶν, μήπως καταλέλοιπεν αὐτούς. «Ὀδυνώμενοι» οὖν ἐζήτουν τὸν υἱὸν τοῦ θεοῦ, καὶ ζητοῦντες αὐτὸν οὐχ εὗρον «ἐν τοῖς συγγενέσιν»· ὑπὲρ γὰρ τὴν συγγένειαν αὐτῶν ἦν. διὸ καὶ πρὸς αὐτοὺς ἔλεγεν· «διὰ τί ἐζητεῖτέ με;» μὴ γὰρ δύναται σωτὴρ ἀπολέσθαι; οὐκ ἐνταῦθα καταλε λοίπατέ με; 19.118 Πρεπόντως δὲ παιδίῳ, ὅτε «δι δασκάλων ἐν μέσῳ» Ἰησοῦς· οὐκ ἐδίδασκε μέν, ἀλλ' «ἤκουεν καὶ ἐπη ρώτα», ὅπερ καὶ ὁ Ἰησοῦς ἐποίει τοῖς νέοις τύπον διδοὺς καὶ ὑπο γραμμὸν μὴ προπετεύεσθαι, κα λῶς διεγείρων πρὸς ἐπαπορήσεις. 20.119 [καλῶς διεγείρων πρὸς ἐπαπορή σεις] «Οὐκ ᾔδειτε, ὅτι ἐν τοῖς τοῦ πα τρός μου δεῖ εἶναί με;» Ὡς πρὸς τὸ ῥητόν, ὁπλισώμεθα κατὰ τῶν ἀθέων αἱρέσεων λεγουσῶν, ὅτι οὐχ ὁ ∆η 20.120 μιουργὸς πατὴρ Ἰησοῦ Χριστοῦ οὐδὲ ὁ θεὸς τοῦ νόμου, οὐδὲ ὁ θεὸς τοῦ ναοῦ οὗτός ἐστιν ὁ πατὴρ τοῦ Χριστοῦ. Τῆς γὰρ φωνῆς αὐτοῦ ἀκούοντες οἱ ἀπὸ Οὐαλεντίνου αἰ δείσθωσαν λέγοντος· «ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με», εἰ προσίεν ται τὸ ῥητόν. Ἆρα γὰρ οὕτως ἦσαν ἀσύνετοι, ὡς μὴ συνιέναι, ὅτι ἔλεγεν· «ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με» ἀντὶ τοῦ· ἐν τῷ ναῷ; Ἢ μήποτέ τι μυστήριον αἰνίττεται· 20.121 εἴ τις ὑμῶν τοῦ πατρός ἐστιν, ἔχει τὸν Χριστὸν ἐν ἑαυτῷ. Μᾶλλον γὰρ τοῦ πατρὸς ὁρῶ ἔμ ψυχον ναόν, τὸν καλόν τε καὶ ἀγα θόν, ἢ τὸν ναὸν ἐκεῖνον· «ἐξῆλθε» γὰρ «ἀπὸ τοῦ ναοῦ» ἐκείνου εἰπών· «ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν», καὶ ἀπῆλθεν ἐπὶ τὸν ναὸν τοῦ πατρός, τὰς ἐκκλησίας τὰς πανταχοῦ. 20.122 Παράδειγμα διδοὺς πᾶσιν υἱοῖς, ἵνα τιμῶσι τοὺς γονεῖς, μὴ