Θεοδοτίων παρατεθείκασι, τὴν Ἑβραϊκὴν, ὡς οἶμαι, λέξιν τη ρήσαντες· οὐδὲ γὰρ ἡγοῦμαι παρ' Ἕλλησι σημαίνε σθαι διὰ τῆς κάστω φωνῆς πινακίδιον γραφέως ἔχειν ἐπὶ τῆς ὀσφύος αὐτοῦ. Τῶν δὲ Ἑβραίων τις ἔλεγε, τὸ καλούμενον καλαμάριον, τουτέστι κάστω. Καὶ δὸς σημεῖον. Οἱ μὲν Ἑβδομήκοντα τῷ ἐν δεδυμένῳ φασὶ τὸν ποδήρη προστετάχθαι ὑπὸ τῆς δόξης τοῦ Κυρίου, σημεῖον δοῦναι ἐπὶ τὰ μέτωπα τῶν καταστεναζόντων καὶ ὀδυνωμένων· ὁ δὲ Ἀκύλας καὶ Θεοδοτίων φασί· Σημείωσις τοῦ Θαῦ ἐπὶ τὰ μέτωπα τῶν στεναζόντων καὶ τῶν κατο δυνωμένων. Πυνθανομένων δὲ τῶν Ἑβραίων εἴ τι πάτριον περὶ τοῦ Θαῦ ἔχοιεν λέγειν μάθημα, ταῦτα ἠκούσαμεν· τινὸς μὲν φάσκοντος, ὅτι τὸ Θαῦ ἐν τοῖς παρ' Ἑβραίοις κβʹ στοιχείοις ἐστὶ τὸ τελευταῖον ὡς πρὸς τὴν παρ' αὐτοῖς τάξιν γραμμάτων. Τὸ τελευ ταῖον οὖν εἴληπται στοιχεῖον εἰς παράστασιν τῆς τε 13.801 λειότητος τῶν διὰ τὴν ἐν αὐτοῖς ἀρετὴν στεναζόντων καὶ ὀδυνωμένων ἐπὶ τοῖς ἁμαρτανομένοις ἐν τῷ λαῷ, καὶ συμπασχόντων τοῖς παρανομοῦσι. ∆εύτερος δὲ ἔλεγε σύμβολον εἶναι τὸ Θαῦ τῶν τὸν νόμον τετηρη κότων· ἐπείπερ ὁ νόμος παρ' Ἑβραίοις Θωρὰ καλεῖ ται, καὶ τὸ πρῶτον αὐτοῦ στοιχεῖόν ἐστι τὸ Θαῦ· καὶ σύμβολον εἶναι τῶν κατὰ τὸν νόμον βεβιωκότων. Τρίτος δέ τις φάσκων, τῶν καὶ εἰς τὸν Χριστὸν πε πιστευκότων, ἔλεγε τὰ ἀρχαῖα στοιχεῖα ἐμφερὲς ἔχειν τὸ Θαῦ τῷ τοῦ σταυροῦ χαρακτῆρι, καὶ προφητεύε σθαι περὶ τοῦ γενομένου ἐν Χριστιανοῖς ἐπὶ τοῦ μετ ώπου σημείου· ὅπερ ποιοῦσιν οἱ πεπιστευκότες πάντες οὑτινοσοῦν προκαταρχόμενοι πράγματος, καὶ μάλιστα ἢ εὐχῶν ἢ ἁγίων ἀναγνωσμάτων. Ὅτι ἐπλήσθη ἡ γῆ λαῶν πολλῶν. Ἀντὶ τοῦ λαῶν, αἱμάτων οἱ λοιποὶ πεποιήκασι· καὶ ἔστι παρ' αὐτοῖς σαφὲς, πάντων τῶν πρὸς θάνατον ἁμαρτα νόντων πληρουμένων αἱμάτων, διὰ τοῦ πλήθους τῶν πρὸς θάνατον ἁμαρτανόντων. Καὶ ἐὰν δὲ ᾖ τὸ παρὰ τοῖς Ἑβδομήκοντα, ὅτι ἐπλήσθη ἡ γῆ λαῶν, ἐρεῖ τὰ πολλὰ καὶ ἀλλόφυλα καὶ ξένα τῆς θεότητος ἐγγι νόμενα ἡμῖν δόγματα εἶναι, οὐ λαὸν, ἀλλὰ πολλοὺς ἀσυμφώνους λαούς. Μήποτε δὲ ἁμαρτήματά ἐστι, τὸ τὴν γῆν δέον πεπληρῶσθαι καρπῶν, ἑτέραν οὖσαν παρὰ τὴν πόλιν, τούτων μὲν εἶναι κενὴν, ἔχειν δὲ τοὺς καταλείποντας τὴν πόλιν λαὸν ἢ καὶ τὰς πόλεις. Μεμεγάλυνται δὲ σφοδρότερον ἡ ἀδικία ἔθνους Ἰσραὴλ καὶ Ἰούδα τῷ καὶ τὴν πόλιν πεπληρῶσθαι ἀδικίας καὶ ἀκαθαρσίας. Ἔχομεν δὲ ἐν ἑαυτοῖς καὶ γῆν ἣν χρὴ γεωργεῖν, καὶ πόλιν ἣν δεῖ οἰκοδομεῖν, εἴπερ ἐσμὲν Θεοῦ γεωργία, Θεοῦ οἰκοδομή. Ὧν δὲ οὐκ ἐπιμέλεται, ἀλλὰ μόνον ἔχει λαοὺς καὶ ἀδικίαν, τού των ἡ ἀδικία μεμεγάλυνται σφόδρα μόνον· ὧν δὲ οὔπω μεμεγάλυνται, ἄλλο δέει ἐπὶ τὸ μεγαλύνεσθαι· ὁμοίως καὶ ἐπὶ τῆς ἀκαθαρσίας. Πλὴν αἰτία τοῦ ταῦτα γεγονέναι ἐστὶ τὸ ὑπολαμβάνειν, ὅτι οὐ φθάνει ἡ Πρόνοια ἐπὶ τὰ ἐν τῇ γῇ. Εἶπε γὰρ, Ἐγκαταλέλοιπε Κύριος τὴν γῆν· οὐκ ἐφορᾷ ὁ Κύριος. ΚΕΦ. Ιʹ. Ὁμοίωμα θρόνου ἐπ' αὐτῶν. Οὐ θρόνον δὲ, ἀλλ' ὁμοίωμα θρόνου ὁρᾷ ὁ προφήτης· ὥσπερ καὶ ἐν τοῖς ἀνωτέρω φησὶν οὐ τὴν δόξαν Κυρίου ὁρᾷν, ἀλλ' ὁμοίωμα δόξης Κυρίου, λέγων· Αὕτη ἡ ὅρασις ὁμοίωμα τῆς δόξης Κυρίου. Καὶ οὐ θαυμαστὸν εἰ οἱ μηδέπω προσώπῳ πρὸς πρόσωπον τὰ πράγματα κατανοεῖν δυνάμενοι πάντων ἐκείνων ὁμοιώματα βλέ πουσιν, ὅτε ἀξιοῦνται τοῦ θεωρεῖν. Νομίζω δὲ, ὅτι καὶ ἐνύπνια περὶ τῶν βασιλειῶν μέχρι τῆς συντε λείας καὶ τῆς ἀναστάσεως βλέπων ∆ανιὴλ ἐν φαν τασίᾳ ἐγίνετο δεικνυμένων ὁμοιωμάτων αὐτῷ. Οὕτω κατὰ ὕπαρ τις βλέπων, τυπουμένου αὐτῷ τοῦ ἡγεμο νικοῦ ἀπὸ τοῦ προφητικοῦ Πνεύματος, ὁμοιώματά τινα φαντάζεται, συμβολικὰ τῶν ἀληθινῶν· μὴ συγ χωρούσης τῆς ἀνακεκραμένης πάχει καὶ γεώδει σώ ματι ψυχῆς τρανέστερον καὶ σαφέστερόν τι θεωρῆ 13.804 σαι. Σημειωτέον δὲ νῦν, ὅτι ὁ ἀνὴρ οὐκ ἀνενδέδυτο ποδήρη, ἀλλὰ στολήν. Ἐπειδὴ γὰρ ἔμελλεν ἀκούειν, Εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν ὑποκάτω τῶν χερουβὶμ, καὶ πλῆσον τὰς χεῖράς σου ἀνθράκων πυρὸς, ἔδει αὐτὸν ἱλαρώτερον ἀμφιέννυσθαι, κα θαίρειν μέλλοντα τὴν, καθὼς εἶπεν ἐν τοῖς πρὸ τού του, πεπληρωμένην πόλιν ἀνδρῶν. ΚΕΦ. ΙΑʹ. Οἱ λέγοντες· Οὐχὶ προσφάτως