[46] ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΕΡΙ ΨΥΧΗΣ ΚΑΙ ΑΝΑΣΤΑΣΕΩΣ Ο ΛΟΓΟΣ Ο ΛΕΓΟΜΕΝΟΣ ΤΑ ΜΑΚΡΙΝΙΑ. Ἐπειδὴ τοῦ ἀνθρωπίνου βίου πρὸς Θ

 Λ. Κἀγὼ περιζεούσης ἔτι μοι τῆς καρδίας τῇ λύπῃ Πῶς ἔστιν, εἶπον, ἐν ἀνθρώποις τοῦτο κατορθωθῆναι, οὕτως ἐν ἑκάστῳ φυσικοῦ τινος πρὸς τὸν θάνατον τῆς

 _ Μ. Τί δὲ, φησὶν ἡ διδάσκαλος, τί σοι μάλιστα λυπηρὸν αὐτὸ ἐφ' ἑαυτοῦ, τὸ τοῦ θανάτου δοκεῖ οὐ γὰρ ἱκανὸν εἰς διαβολὴν ἡ τῶν ἀλογωτέρων συνήθεια.

 _ Γ. Τί μὲν οὖν οὐκ ἔστι λύπης ἄξιον, πρὸς αὐτὴν εἶπον ἐγὼ, ὅταν βλέπωμεν τὸν τέως ζῶντά τε καὶ φθεγγόμενον, ἄπνουν καὶ ἄναυδον καὶ ἀκίνητον ἀθρόως γε

 Γ. Ταῦτα δέ μου διεξιόντος μεταξὺ κατασείσασα τῇ χειρὶ ἡ διδάσκαλος

 _ Μ. Μή τίς σε τοιοῦτος, φησὶ, φόβος ὑποταράσσει καὶ συνέχει τὴν διάνοιαν, ὡς οὐ διαμενούσης εἰς ἀεὶ τῆς ψυχῆς, ἀλλὰ συγκαταληγούσης τῇ διαλύσει τοῦ σ

 _ Γ. Ἐγὼ δὲ (καὶ γὰρ οὔπω τοῦ πάθους τὸν λογισμὸν ἀνεδεξάμην) θρασύτερόν πως ἀπεκρινάμην, οὐ πάνυ περισκεψάμενος τὸ λεγόμενον. Εἶπον γὰρ ἐπιτάγμασιν ἐ

 _ Μ. Ἔα, φησὶ, τοὺς ἔξωθεν λήρους, ἐν οἷς ὁ τοῦ ψεύδους εὑρέτης ἐπὶ βλάβῃ τῆς ἀληθείας πιθανῶς τὰς ἠπατημένας ὑπολήψεις συντίθησιν: σὺ δὲ πρὸς τοῦτο β

 _ Γ. Καὶ πῶς, ἔφην, γένοιτ' ἂν ἡμῖν παγία τις καὶ ἀμετάθετος ἡ περὶ τοῦ διαμένειν τὴν ψυχὴν δόξα Αἰσθάνομαι γὰρ καὶ αὐτὸς, ὅτι τοῦ καλλίστου τῶν κατὰ

 _ Μ. Οὐκοῦν ζητῆσαι χρὴ, φησὶν ἡ διδάσκαλος, ὅθεν ἂν ἡμῖν τὴν δέουσαν περὶ τούτων ἀρχὴν ὁ λόγος λάβῃ. Καὶ εἰ δοκεῖ, παρὰ σοῦ γενέσθω τῶν ἐναντίων δογμ

 _ Γ. Ἐπειδὴ τοῦτο ἐκέλευσε, παραιτησάμενος αὐτὴν μὴ κατὰ ἀλήθειαν οἰηθῆναι τὰ παρ' ἡμῶν ἀντιλέγεσθαι, ἀλλ' ὑπὲρ τοῦ βεβαίως κατασκευασθῆναι τὸ περὶ ψυ

 Μ. Καὶ ἡ διδάσκαλος ἠρέμα τοῖς ῥηθεῖσιν ἐπιστενάξασα, Τάχα που ταῦτα καὶ τὰ τοιαῦτα, φησὶ, πρὸς τὸν Ἀπόστολον ἐν Ἀθήναις ποτὲ συστάντες προέφερον Στωϊ

 _ Γ. Αὐτὸ δὲ τοῦτο, εἶπον ἐγὼ, πῶς ἂν τοῖς ἀντιλέγουσιν ἀναμφίβολον γένοιτο, τὸ ἐκ Θεοῦ εἶναι τὰ πάντα, καὶ ἐν αὐτῷ περικρατεῖσθαι τὰ ὄντα, ἢ καὶ ὅλως

 Μ. Ἡ δὲ σιωπᾷν μὲν ἦν, φησὶν, ἐπὶ τοῖς τοιούτοις ἁρμοδιώτερον, μηδὲ ἀξιοῦν ἀποκρίσεως τὰς μωράς τε καὶ ἀσεβεῖς τῶν προτάσεων, ἐπεὶ καί τις τῶν θείων ἀ

 _ Γ. Καὶ πῶς, εἶπον, ἡ περὶ τὸ εἶναι τὸν Θεὸν πίστις, καὶ τὴν ψυχὴν εἶναι τὴν ἀνθρωπίνην συναποδείκνυσιν Οὐ γὰρ δὴ ταὐτόν ἐστι τῷ Θεῷ ἡ ψυχὴ, ὥστε εἰ

 Μ. Ἡ δὲ, Λέγεται, φησὶ, παρὰ τῶν σοφῶν μικρός τις εἶναι κόσμος ὁ ἄνθρωπος, ταῦτα περιέχων ἐν ἑαυτῷ τὰ στοιχεῖα, οἷς τὸ πᾶν συμπεπλήρωται. Εἰ δὲ ἀληθὴς

 Γ. Κἀγὼ εἶπον: Ἀλλὰ τὴν τοῦ παντὸς ὑπερκειμένην σοφίαν διὰ τῶν ἐνθεωρουμένων τῇ φύσει τῶν ὄντων σοφῶν τε καὶ τεχνικῶν λόγων, ἐν τῇ ἁρμονίᾳ ταύτῃ καὶ δ

 _ Μ. Καὶ μάλιστα μέν τοι, φησὶν ἡ παρθένος, τοῖς κατὰ τὸ σοφὸν ἐκεῖνο παράγγελμα γινώσκειν ἑαυτοὺς ἐπιθυμοῦσιν: εἰ κἂν ἡ διδάσκαλος τῶν περὶ ψυχῆς ὑπο

 _ Γ. Τί οὖν, εἶπον, ἐστὶν ἡ ψυχή εἰ δυνατὸν λόγῳ τινὶ τὴν φύσιν ὑπογραφῆναι, ὡς ἄν τις γένοιτο ἡμῖν τοῦ ὑποκειμένου διὰ τῆς ὑπογραφῆς κατανόησις. Καὶ

 _ Μ. Ἄλλοι μὲν ἄλλως, φησὶ, τὸν περὶ αὐτῆς ἀπεφήναντο λόγον, κατὰ τὸ δοκοῦν ἕκαστος ὁριζόμενοι, ἡ δὲ ἡμετέρα περὶ αὐτῆς δόξα οὕτως ἔχει: Ψυχή ἐστιν οὐ

 _ Γ. Τί δὲ, εἶπον, εἰ ὥσπερ κοινὸν μέν ἐστιν ἐπὶ τῆς αἰσθητῆς τῶν στοιχείων φύσεως τὸ ὑλῶδες, διαφορὰ δὲ κατὰ τὸ ἰδίαζον ἐν ἑκάστῳ εἴδει τῆς ὕλης πολλ

 Μ. Ἡ δὲ, Συμμαχεῖ, φησὶ, τῷ λόγῳ καὶ τὸ ὑπόδειγμα, καὶ ἡ κατασκευὴ πᾶσα τῆς ἀνθυπενεχθείσης ἡμῖν ἀντιῤῥήσεως οὐ μικρὰ συντελέσει πρὸς τὴν τῶν νοηθέντω

 _ Γ. Πῶς οὖν τοῦτο λέγεις

 _ Μ. Ὅτι τοι, φησὶ, τὸ οὕτως εἰδέναι μεταχειρίζεσθαί τι καὶ διατιθέναι τὴν ἄψυχον ὕλην, ὡς τὴν ἐναποτιθεῖσαν τοῖς μηχανήμασι τέχνην μικροῦ δεῖν ἀντὶ τ

 Γ. Ἐγὼ δὲ, Τοῦτο μὲν οὕτως ἔχειν φημὶ καὶ αὐτὸς, τὸ μὴ ταὐτὸν εἶναι τῷ φαινομένῳ τὸ μὴ φαινόμενον: οὐ μὴν τὸ ζητούμενον ἐν τῷ λόγῳ τούτῳ βλέπω, οὔπω γ

 _ Μ. Ἡ δὲ, Πολλὰ, φησὶ, καὶ περὶ πολλῶν οὕτω μανθάνομεν ἐν τῷ μὴ τόδε τι λέγειν εἶναι αὐτὸ τὸ εἶναι τοῦ ζητουμένου, ὅ τί ποτέ ἐστι διερμηνεύοντες. Ἀπό

 _ Γ. Οὐκ οἶδα, ἔφην, πῶς ἔστι, πάντων τούτων ἀφαιρουμένων τοῦ λόγου, μὴ συνεξαλειφθῆναι τούτοις καὶ τὸ ζητούμενον. Τίνι γὰρ προσφυῇ δίχα τούτων ἡ κατα

 Μ. Ἡ δὲ σχετλιάσασα μεταξὺ τοῦ λόγου, Φεῦ τῆς ἀτοπίας, φησὶν, εἰς οἷον καταστρέφει πέρας ἡ μικροφυὴς αὕτη καὶ χαμαίζηλος περὶ τῶν ὄντων κρίσις! Εἰ γὰρ

 _ Γ. Οὐκοῦν, εἶπον, ἐξ ἀτόπων μεταλαμβάνομεν ἕτερον ἄτοπον διὰ τῆς ἀκολουθίας ταύτης. Περίκειται γὰρ ὁ λόγος ἡμῖν εἰς τὸ ταὐτὸν οἴεσθαι τῇ θείᾳ φύσει,

 _ Μ. Μὴ ταὐτὸν εἴπῃς, φησὶν ἡ διδάσκαλος (ἀσεβὴς γὰρ καὶ οὗτος ὁ λόγος), ἀλλ' ὡς ἐδιδάχθης παρὰ τῆς θείας Γραφῆς, ὅμοιον εἰπὲ τοῦτο ἐκείνῳ. Τὸ γὰρ κατ

 Γ. Κἀγὼ εἶπον, Ἀλλὰ τὰ μὲν στοιχεῖα συμπίπτειν τε πρὸς ἄλληλα, καὶ πρὸς ἀλλήλων διακρίνεσθαι, καὶ τοῦτο εἶναι τὴν τοῦ σώματος σύστασίν τε καὶ διάλυσιν

 Μ. Ἀλλ' οὔτε συστέλλεται, φησὶν, οὔτε διαχεῖται τὸ νοητόν τε καὶ ἀδιάστατον (σωμάτων γὰρ ἴδιον συστολὴ καὶ διάχυσις), ἐπίσης δὲ κατὰ τὴν ἰδίαν φύσιν τ

 _ Γ. Ἐγὼ δὲ, ἀναλαβὼν τῇ διανοίᾳ τὸν ὁρισμὸν, ὃν ἐν τοῖς πρὸ τούτου λόγοις περὶ ψυχῆς ἐποιήσατο, οὐχ ἱκανῶς εἶπον ἐνδεδεῖχθαί μοι τὸν λόγον ἐκεῖνον τὰ

 Μ. Ἡ δὲ Πολλοῖς φησὶν, ἤδη καὶ ἄλλοις ἐζητημένον τὸν λόγον τοῦτον ἀκολούθως καὶ αὐτὸς ἐπιζητεῖς, ὅ, τι ποτὲ χρὴ ταῦτα νομίζειν εἶναι τὸ ἐπιθυμητικὸν κ

 Γ. Τί οὖν χρὴ περὶ τούτου γινώσκειν, εἶπον πρὸς τὴν διδάσκαλον Οὔπω γὰρ οἷός τέ εἰμι κατιδεῖν ὅπως προσήκει τὰ ἐν ἡμῖν ὄντα, ὡς ἀλλότρια τῆς φύσεως ἡ

 _ Μ. Ὁρᾷς, φησὶν, ὅτι μάχη τίς ἐστι τοῦ λογισμοῦ πρὸς ταῦτα, καὶ σπουδὴ τοῦ μονωθῆναι τὴν ψυχὴν τούτων, ὡς ἂν οἷόν τις ᾖ. Καί εἰσί γέ τινες οἷς κατώρθ

 _ Γ. Καὶ μὴν ὁρῶμεν, φημὶ πρὸς τὴν παρθένον, οὐ μικρὰν ἐκ τούτων γινομένην τὴν πρὸς τὸ κρεῖττον συνεισφορὰν τοῖς ἐναρέτοις. Τῷ τε γὰρ Δανιὴλ ἔπαινος ἦ

 Μ. Καὶ ἡ διδάσκαλος, Ἔοικα, φησὶ, τῆς τοιαύτης τῶν λογισμῶν συγχύσεως αὐτὴν τὴν αἰτίαν παρέχειν, μὴ διακρίνασα τὸν περὶ τούτου λόγον, ὥστε τινὰ τάξιν

 _ Γ. Ἐγὼ δὲ καὶ σφόδρα περὶ τὰ εἰρημένα διατεθεὶς, Ἀρκεῖ μὲν, ἔφην, παντὶ τῷ γε νοῦν ἔχοντι ψιλῶς οὑτωσὶ καὶ ἀκατασκεύως δι' ἀκολούθου προελθὼν ὁ λόγο

 _ Μ. Ἡ δὲ, Καὶ τίς ἂν ἀντείποι, φησὶ, μὴ οὐχὶ ἐν τούτῳ μόνῳ τὴν ἀλήθειαν τιθέσθω, ᾧ σφραγὶς ἔπεστι τῆς γραφικῆς μαρτυρίας Οὐκοῦν εἰ χρή τι καὶ τῆς το

 _ Γ. Ἐγὼ, ταῦτα διεξελθούσης, ἐπειδὴ παυσαμένη βραχύ τι ἔδωκε τῷ λόγῳ διαλιπεῖν, καὶ συνελεξάμην τῇ διανοίᾳ τὰ εἰρημένα, πάλιν ἐπὶ τὴν προτέραν διέδρα

 _ Μ. Καὶ ἡ διδάσκαλος, Δῆλος ᾖ, φησὶ, μὴ λίαν προσεσχηκὼς τῷ λόγῳ. Τὴν γὰρ ἐκ τοῦ ὁρωμένου πρὸς τὸ ἀειδὲς μετάστασιν τῆς ψυχῆς εἰποῦσα, οὐδὲν ᾤμην ἀπο

 _ Γ. Καὶ πῶς, εἶπον, τὸν ὑποχθόνιον χῶρον οἴονταί τινες οὕτω λέγεσθαι, καὶ ἐν αὐτῷ κἀκείνων τὰς ψυχὰς πανδοχεύειν, καθάπερ τι χώρημα τῆς τοιαύτης φύσε

 Μ. Ἀλλ' οὐδὲν μᾶλλον, φησὶν ἡ διδάσκαλος, τὸ δόγμα διὰ τῆς ὑπονοίας ταύτης παραβλαβήσεται, κἂν ἀληθὴς ὁ λόγος ὁ κατὰ σέ. Εἰ γὰρ συνεχῆ τε πρὸς ἑαυτὸν

 Γ. Τί οὖν, εἶπον, εἰ τὸν Ἀπόστολον ὁ ἀντιλέγων προβάλλοιτο, πᾶσαν λέγοντα τὴν λογικὴν κτίσιν ἐν τῇ τοῦ παντὸς ἀποκαταστάσει πρὸς τὸν τοῦ παντὸς ἐξηγού

 _ Μ. Ἐπιμενοῦμεν τῷ δόγματι, φησὶν ἡ διδάσκαλος, κἂν ταῦτα λεγόντων ἀκούωμεν, περὶ μέντοι τοῦ εἶναι τὴν ψυχὴν καὶ τὸν ἀντιλέγοντα σύμψηφον ἔχοντες, πε

 _ Γ. Τοῖς οὖν ἐπιζητοῦσιν, εἶπον, τὴν ἀποστολικὴν ἐν τῇ φωνῇ ταύτῃ διάνοιαν, τί ἄν τις εἴπῃ, εἴπερ τῆς τοπικῆς σημασίας ἀποκινοίης τὴν λέξιν

 _ Μ. Ἡ δὲ, Οὔ μοι δοκεῖ, φησὶν, ὁ θεῖος Ἀπόστολος, τοπικῶς τὴν νοερὰν διακρίνων οὐσίαν, τὸ μὲν ἐπουράνιον, τὸ δὲ ἐπίγειον, τὸ δὲ καταχθόνιον ὀνομάσαι.

 _ Γ. Ταῦτα δὲ διεξελθούσης τῆς διδασκάλου, μικρὸν ἐπισχὼν, Οὔπω ἱκανῶς ἔχω, φημὶ, τοῦ ζητουμένου: ἀλλ' ἔτι μοι τοῖς εἰρημένοις ἐπιδιστάζει πως ἡ διάνο

 _ Μ. Ἡ δὲ μικρὸν ἐπισχοῦσα, Δεδόσθω μοι, φησὶ, κατ' ἐξουσίαν πλάσαι τινὰ λόγον ἐν ὑποδείγματι, πρὸς τὴν τοῦ προκειμένου σαφήνειαν, κἂν ἕξω τοῦ δυνατοῦ

 Γ. Καὶ ἐγὼ εἶπον, Ἄριστά μοι δοκεῖς κατὰ τὸ παρὸν συμμεμαχηκέναι τῷ λόγῳ τῆς ἀναστάσεως. Δύνασθαι γὰρ ἂν διὰ τούτων ἠρέμα προσαχθῆναι τοὺς ἀπομαχομένο

 _ Μ. Καί φησιν ἡ διδάσκαλος: Ἀληθὲς τοῦτο λέγεις. Ἔστι γὰρ λεγόντων ἀκούειν τῶν πρὸς τὸν λόγον τοῦτον ἐνισταμένων, ὅτι Εἰς τὸ πᾶν κατὰ τὸ συγγενὲς γιν

 _ Γ. Οὐκοῦν, ὡς εἶπον, αὐτάρκης ἡμῖν πρὸς ταύτην τὴν ἔνστασιν ἡ τοιαύτη περὶ τῆς ψυχῆς ἂν εἴη ὑπόληψις: τὸ οἷς ἐξ ἀρχῆς ἐνεφύη στοιχείοις τούτοις, καὶ

 _ Μ. Ἀλλὰ καὶ τοῦτο τὸ ὑπόδειγμα, φησὶν ἡ διδάσκαλος, εἰκότως ἂν προστεθείη τοῖς ἐξητασμένοις εἰς ἀπόδειξιν τοῦ μὴ πολλὴν εἶναι τῇ ψυχῇ τὴν διδασκαλία

 _ Γ. Ἐπιδεξάμενος δὲ τὰ εἰρημένα ὡς προσφυῶς τε καὶ οἰκείως πρὸς τὸν προκείμενον εὑρεθέντα σκοπὸν, Ταῦτα μὲν οὕτως, εἶπον, λέγεσθαί τε καὶ πιστεύεσθαι

 Μ. Ἡ διδάσκαλος δὲ, Σωματικώτερον μὲν, φησὶν, ὁ λόγος ἐκτίθεται τὸ διήγημα, πολλὰς δὲ κατασπείρει τὰς ἀφορμὰς, δι' ὧν εἰς λεπτοτέραν θεωρίαν ἐκκαλεῖτα

 _ Γ. Τί οὖν ἂν εἴη, φημὶ, τὸ πῦρ, ἢ τὸ χάσμα, ἢ τὰ λοιπὰ τῶν εἰρημένων, ἢ μὴ ἃ λέγεται

 _ Μ. Ἐμοὶ δοκεῖ, φησὶ, δόγματά τινα περὶ τῶν κατὰ ψυχὴν ζητουμένων δι' ἑκάστου τούτων ὑποσημαίνειν τὸ Εὐαγγέλιον. Προειπὼν γὰρ πρὸς τὸν πλούσιον ὁ πατ

 Γ. Τί οὖν, εἶπον, ἐν τούτοις ἐστὶ τὸ δόγμα

 _ Μ. Ἐπειδὴ, φησὶ, τοῦ μὲν Λαζάρου πρὸς τοῖς παροῦσιν ἄσχολός ἐστιν ἡ ψυχὴ, καὶ πρὸς οὐδὲν τῶν καταλειφθέντων ἑαυτὴν ἐπιστρέφει, ὁ δὲ πλούσιος οἱονεὶ

 Γ. Ἐγὼ δὲ μικρὸν ἐπισχὼν καὶ ἀναλαβὼν τὴν τῶν εἰρημένων διάνοιαν, Δοκεῖ μοι, εἶπον, τοῖς περὶ παθῶν προεξητασμένοις ἀνακύπτειν ἐκ τῶν εἰρημένων τις ἐν

 _ Μ. Πῶς τοῦτον λέγεις φησίν.

 _ Γ. Ὅτι τοι, εἶπον, τῆς ἀλόγου πάσης κινήσεως μετὰ τὴν κάθαρσιν ἐν ἡμῖν ἀποσβεσθείσης, οὐδὲ τὸ ἐπιθυμητικὸν πάντως ἔσται: τούτου δὲ μὴ ὄντος οὐδ' ἂν

 _ Μ. Ἀλλὰ πρὸς τοῦτο, φησὶν, ἐκεῖνό φαμεν, ὅτι τὸ θεωρητικόν τε καὶ διακριτικὸν ἴδιόν ἐστι τοῦ θεοειδοῦς τῆς ψυχῆς, ἐπεὶ καὶ τὸ Θεῖον ἐν τούτοις καταλ

 _ Γ. Οὐκοῦν, εἶπον, οὐχ ἡ θεία κρίσις, ὡς ἔοικε, κατὰ τὸ προηγούμενον, τοῖς ἐξημαρτηκόσιν ἐπάγει τὴν κόλασιν, ἀλλὰ τὸ μὲν ὡς ὁ λόγος ἀπέδειξεν, ἀγαθὸν

 _ Μ. Οὕτω, φησὶν ἡ διδάσκαλος, καὶ ὁ ἐμός ἐστι λόγος, καὶ ὅτι μέτρον τῆς ἀλγηδόνος ἡ τῆς κακίας ἐν ἑκάστῳ ποσότης ἐστίν. Οὐ γὰρ εἰκὸς ἐκ τοῦ ἴσου τὸν

 Γ. Ἀλλὰ τί κέρδος τῆς χρηστῆς ἐλπίδος, εἶπον ἐγὼ, τῷ λογιζομένῳ ὅσον ἐστὶ κακὸν καὶ ἐνιαυσιαίαν μόνην ὑποσχεῖν ἀλγηδόνα, εἰ δ' εἰς αἰώνιόν τι διάστημα

 _ Μ. Ὥστε προνοητέον ἢ καθόλου τῶν τῆς κακίας μολυσμάτων φυλάξαι τὴν ψυχὴν ἀμιγῆ τε καὶ ἀκοινώνητον: ἢ εἰ τοῦτο πάντη ἀμήχανον διὰ τὸ ἔμπαθες τῆς φύσε

 _ Γ. Τί οὖν χρὴ λέγειν, εἶπον, πρὸς τοὺς μικροψύχως ταῖς συμβολαῖς διακειμένους

 _ Μ. Εἴπωμεν πρὸς αὐτοὺς, φησὶν ἡ διδάσκαλος, ὅτι Μάτην, ὦ οὗτοι, δυσανασχετεῖτε καὶ δυσχεραίνετε τῷ εἱρμῷ τῆς ἀναγκαίας πραγμάτων ἀκολουθίας, ἀγνοοῦν

 _ Γ. Ἀλλ' ἔοικέ πως, εἶπον, ἐξ ἀκολουθίας ἡμῖν τὸ δόγμα τῆς ἀναστάσεως ἐπεισεληλυθέναι τῷ λόγῳ, ὅ μοι δοκεῖ ἰδεῖν ἀληθὲς μὲν καὶ πιστὸν ἐκ τῆς τῶν Γρα

 Μ. Καὶ ἡ διδάσκαλος, Οἱ μὲν ἔξω, φησὶ, τῆς καθ' ἡμᾶς φιλοσοφίας ἐν διαφόροις ὑπολήψεσιν, ἄλλος ἄλλως μέρει τινὶ τοῦ κατὰ τὴν ἀνάστασιν ἐφήψαντο δόγματ

 Γ. Ἐγὼ δὲ ταῦτα διεξελθούσης διδασκάλον, ἐπειδὴ τοῖς πολλοῖς παρακαθημένοις ἐδόκει τὸ προσῆκον ἐσχηκέναι πέρας ὁ λόγος, φοβηθεὶς μὴ οὐκ ἔτι ὁ διαλύων

 _ Μ. Τί οὖν, φησὶ, τούτων ἀμνημόνευτον ἐν τοῖς εἰρημένοις ἐστίν

 _ Γ. Αὐτὸ, φημὶ, τὸ δόγμα τῆς ἀναστάσεως.

 Μ. Καὶ μὴν πολλὰ, φησὶ, τῶν νῦν διεξοδικῶς εἰρημένων, πρὸς τοῦτον τὸν σκοπὸν φέρει.

 _ Γ. Οὐ γὰρ οἶδας, εἶπον, ὅσον παρὰ τῶν ἀντιτεταγμένων ἡ μῖν παρὰ τῆς ἐλπίδος ταύτης ἀντιθέσεως ἀνθυποφέρεται σμῆνος Καὶ ἅμα λέγειν ἐπεχείρουν, ὅσα π

 _ Μ. Ἡ δὲ, Δοκεῖ μοι, φησὶ, χρῆναι πρότερον τὰ σποράδην παρὰ τῆς θείας Γραφῆς περὶ τούτου τοῦ δόγματος ἐκτεθέντα δι' ὀλίγων ἐπιδραμεῖν, ὡς ἂν ἐκεῖθεν

 Γ. Ἀλλ' οὐ τοῦτο, εἶπον ἐγὼ, τὸ ζητούμενον ἦν: τὸ γὰρ ἔσεσθαί ποτε τὴν ἀνάστασιν, καὶ τὸ ὑπαχθήσεσθαι τῇ ἀδεκάστῳ κρίσει τὸν ἄνθρωπον, διά τε τῶν γραφ

 Μ. Ἐμοῦ δὲ ταῦτα διεξελθόντος, Οὐκ ἀγεννῶς, φησὶν ἡ διδάσκαλος, κατὰ τὴν λεγομένην ῥητορικὴν τῶν τῆς ἀναστάσεως δογμάτων κατεπεχείρησας, πιθανῶς τοῖς

The Teacher sighed gently at these words of mine, and then said; Maybe these were the objections, or such as these, that the Stoics and Epicureans collected at Athens made in answer to the Apostle. I hear that Epicurus carried his theories in this very direction. The framework of things was to his mind a fortuitous7    ὡς τυχαία, κ.τ.λ. It is better to connect this directly with Epicurus himself, than to refer it, by bracketing the preceding sentence (with Oehler), to his followers. Macrina infers from the opinions known to her of Epicurus, what he must have said about the human soul: i.e. that it was a bubble; and then what his followers probably said. There is no evidence that Epicurus used this actual figure: still Gregory may be recording his very words.—Lucian (Charon, 68) enlarges on such a simile: and his ὠκύμορον φύσημα, as a description of man, is reproduced by Gregory himself in Orat. de Beatitud. p. 768 D. and mechanical affair, without a Providence penetrating its operations; and, as a piece with this, he thought that human life was like a bubble, existing only as long as the breath within was held in by the enveloping substance8    τῷ περιέχοντι. Sifanus takes this of the surrounding atmosphere. So also Krabinger, “aere circumfuso,” just as above (182 A.) it does certainly mean the air, and Wolf quotes a passage to that effect from Marcus Antoninus and the present instance also. Still there is no reason that it should not here mean the body of the man, which is as it were a case retentive of the vital breath within; and the sense seems to require it. As to the construction, although πομφόλυξ is sometimes masculine in later Greek, yet it is much more likely that περιταθέντος (not περιτεθέντος of the Paris Editt.) is the genitive absolute with τοῦ σώματος: τῶ περιέχοντι would then very naturally refer to this., inasmuch as our body was a mere membrane, as it were, encompassing a breath; and that on the collapse of the inflation the imprisoned essence was extinguished. To him the visible was the limit of existence; he made our senses the only means of our apprehension of things; he completely closed the eyes of his soul, and was incapable of seeing anything in the intelligible and immaterial world, just as a man, who is imprisoned in a cabin whose walls and roof obstruct the view outside, remains without a glimpse of all the wonders of the sky. Verily, everything in the universe that is seen to be an object of sense is as an earthen wall, forming in itself a barrier between the narrower souls and that intelligible world which is ready for their contemplation; and it is the earth and water and fire alone that such behold; whence comes each of these elements, in what and by what they are encompassed, such souls because of their narrowness cannot detect. While the sight of a garment suggests to any one the weaver of it, and the thought of the shipwright comes at the sight of the ship, and the hand of the builder is brought to the mind of him who sees the building, these little souls gaze upon the world, but their eyes are blind to Him whom all this that we see around us makes manifest; and so they propound their clever and pungent doctrines about the soul’s evanishment;—body from elements, and elements from body, and, besides, the impossibility of the soul’s self-existence (if it is not to be one of these elements, or lodged in one); for if these opponents suppose that by virtue of the soul not being akin to the elements it is nowhere after death, they must propound, to begin with, the absence of the soul from the fleshly life as well, seeing that the body itself is nothing but a concourse of those elements; and so they must not tell us that the soul is to be found there either, independently vivifying their compound. If it is not possible for the soul to exist after death, though the elements do, then, I say, according to this teaching our life as well is proved to be nothing else but death. But if on the other hand they do not make the existence of the soul now in the body a question for doubt, how can they maintain its evanishment when the body is resolved into its elements? Then, secondly, they must employ an equal audacity against the God in this Nature too. For how can they assert that the intelligible and immaterial Unseen can be dissolved and diffused into the wet and the soft, as also into the hot and the dry, and so hold together the universe in existence through being, though not of a kindred nature with the things which it penetrates, yet not thereby incapable of so penetrating them? Let them, therefore, remove from their system the very Deity Who upholds the world.

Μ. Καὶ ἡ διδάσκαλος ἠρέμα τοῖς ῥηθεῖσιν ἐπιστενάξασα, Τάχα που ταῦτα καὶ τὰ τοιαῦτα, φησὶ, πρὸς τὸν Ἀπόστολον ἐν Ἀθήναις ποτὲ συστάντες προέφερον Στωϊκοί τε καὶ Ἐπικούρειοι. Καὶ γὰρ ἀκούω πρὸς ταῦτα μάλιστα τὸν Ἐπίκουρον ταῖς ὑπολήψεσι φέρεσθαι, ὡς τυχαία τις καὶ αὐτόματος ἡ τῶν ὄντων ὑπενοήθη φύσις, ὡς οὐδεμιᾶς προνοίας διὰ τῶν πραγμάτων διηκούσης. Καὶ διὰ τοῦτο κατὰ τὸ ἀκόλουθον καὶ τὴν ἀνθρωπίνην ζωὴν πομφόλυγος δίκην ᾤετο πνεύματί τινι τοῦ σώματος ἡμῶν περιταθέντος, ἕως ἂν περικρατῆται τὸ πνεῦμα τῷ περιέχοντι, τῇ δὲ διαπτώσει τοῦ ὄγκου καὶ τὸ ἐναπειλημμένον συγκατασβέννυσθαι. Ὅρος γὰρ τούτῳ τῆς τῶν ὄντων φύσεως τὸ φαινόμενον ἦν, καὶ μέτρον τῆς τοῦ παντὸς καταλήψεως ἐποιεῖτο τὴν αἴσθησιν, μεμυκὼς παντάπασι τὰ τῆς ψυχῆς αἰσθητήρια, καὶ πρὸς οὐδὲν τῶν νοητῶν τε καὶ ἀσωμάτων βλέπειν οἷός τε ὢν, ὥσπερ ὁ οἰκίσκῳ τινὶ καθειργμένος τῶν οὐρανίων θαυμάτων ἀθέατος μένει, τοῖς τοίχοις καὶ τῷ ὀρόφῳ πρὸς τὴν τῶν ἔξω θέαν ἐμποδιζόμενος. Ἀτεχνῶς γὰρ γήϊνοί τινές εἰσι τοῖχοι τὰ αἰσθητὰ πάντα, ὅσα ἐν τῷ παντὶ καθορᾶται, πρὸς τὴν τῶν νοητῶν θεωρίαν δι' ἑαυτῶν τοὺς μικροψυχοτέρους διατειχίζοντες. Γῆν ὁ τοιοῦτος βλέπει μόνην, καὶ ὕδωρ, καὶ ἀέρα, καὶ πῦρ: ὅθεν δὲ τούτων ἕκαστον, ἢ ἐν τίνι ἐστὶν, ἢ ὑπὸ τίνος περικρατεῖται, διιδεῖν ὑπὸ μικροψυχίας οὐ δύναται. Καὶ ἱμάτιον μέν τις ἰδὼν τὸν ὑφάντην ἀνελογίσατο, καὶ διὰ τῆς νηὸς τὸν ναυπηγὸν ἐνενόησεν, ἥ τε αὐτοῦ οἰκοδόμου χεὶρ ὁμοῦ τῇ τοῦ οἰκοδομήματος ὄψει τῇ διανοίᾳ τῶν θεωμένων ἐγγίνεται. Οἱ δὲ πρὸς τὸν κόσμον ὁρῶντες πρὸς τὸν διὰ τούτων δηλούμενον ἀμβλυωποῦσιν, ὅθεν τὰ σοφὰ ταῦτα καὶ δριμέα παρὰ τῶν τὸν ἀφανισμὸν ψυχῆς δογματιζόντων προφέρεται: σῶμα ἐκ στοιχείων, καὶ στοιχεῖα ἐκ σώματος, καὶ τὸ μὴ δύνασθαι τὴν ψυχὴν καθ' ἑαυτὴν εἶναι, εἰ μήτε τούτων τι εἴη, μήτε ἐν τούτοις. Εἰ γὰρ ὅτι μὴ ὁμοφυὴς τοῖς στοιχείοις ἐστὶν ἡ ψυχὴ, διὰ τοῦτο οὐδαμοῦ εἶναι αὐτὴν οἱ ἀντιλέγοντες οἴονται: οὗτοι πρῶτον μὲν καὶ τὴν ἐν σαρκὶ ζωὴν ἄψυχον εἶναι δογματιζέτωσαν. Οὐ γὰρ ἄλλο τι τὸ σῶμά ἐστιν, εἰ μὴ συνδρομὴ τῶν στοιχείων: μὴ τοίνυν μηδ' ἐν τούτοις τὴν ψυχὴν εἶναι λεγέτωσαν δι' ἑαυτῆς ζωοποιοῦσαν τὸ σύγκριμα: εἴπερ οὐκ ἔστι μετὰ ταῦτα δυνατὸν, καθὼς οἴονται, τῶν στοιχείων ὄντων καὶ τὴν ψυχὴν εἶναι, ὡς μηδὲν ἄλλο ἢ νεκρὰν τὴν ζωὴν ἡμῶν παρ' αὐτῶν ἀποδείκνυσθαι. Εἰ δὲ νῦν ἐν τῷ σώματι τὴν ψυχὴν εἶναι οὐκ ἀμφιβάλλουσι, πῶς τοῦ σώματος εἰς τὰ στοιχεῖα τὸν ἀφανισμὸν αὐτῆς δογματίζουσι, ἔπειτα δὲ καὶ κατὰ ταύτης τῆς θείας φύσεως τὰ ἶσα τολμάτωσαν. Πῶς γὰρ ἐροῦσι τὴν νοεράν τε καὶ ἄϋλον καὶ ἀειδῆ φύσιν εἰς τὰ ὑγρά τε καὶ μαλακὰ καὶ στερέμνια διαδυομένην ἐν τῷ εἶναι συνέχειν τὰ ὄντα, οὔτε συγγενῶς ἔχουσαν πρὸς τὰ ἐν οἷς γίνεται, οὔτε διὰ τὸ ἑτερογενὲς ἐν αὐτοῖς εἶναι ἀδυνατοῦσαν; Οὐκοῦν ἐξῃρήσθω καθόλου τοῦ δόγματος αὐτῶν καὶ αὐτὸ τὸ Θεῖον, ᾧ διακρατεῖται τὰ ὄντα.