1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

13

ʹ. Ἐννοήσατε ὁποία ἐστὶν ἀναιδὴς καὶ ἀναίσχυντος. Οὐκ ἐνετράπη εἰς τὸν τίμιον ἐκεῖνον καὶ μακάριον χορὸν τῶν ἀποστόλων, ὃν καὶ οἱ δαίμονες φρίττουσιν, ὧν καὶ αἱ σκιαὶ παθῶν φυγαδευτήρια, ὧν τὰ χρῶτα νοσήματα ἰῶντο, ὧν ὑπὸ τοὺς πόδας πάντα τὰ ἔθνη καὶ βασιλεῖς καὶ δυνάσται καὶ σοφοὶ ὑπετάγησαν. Ἀλλ' ὅμως ἡ ἀναιδὴς ἐπεπήδησεν ὥσπερ λῃστὴς καὶ ὡς λέων ὠρυόμενος, καὶ ἀφήρπασε τὸν ἀπόστολον, ἀλλ' ἐκ τῶν δώδεκα τῶν ἐκλεκτῶν, τῶν λογάδων καὶ κορυφαίων, οὐκ ἄμοιρον τῆς Χριστοῦ εὐλογίας καὶ δωρεᾶς παρὰ τοῖς ἕνδεκα, οὐδὲ τῶν χαρισμάτων· ἄφθονος γὰρ ὢν ὁ διδάσκαλος, ὥσπερ τοὺς λοιποὺς κἀκεῖνον ἐτίμησεν, καὶ παρέσχετο χάρισμα τῶν ἰαμάτων καὶ τὴν κατὰ τοῦ ἀλλοτρίου ἐξουσίαν. Ἀλλὰ καὶ τοὺς πόδας αὐτοῦ τοὺς κατὰ τοῦ ∆ιδασκάλου τρέχοντας οἰκείαις χερσὶν, ὥσπερ καὶ τῶν λοιπῶν μαθητῶν, ἔνιψεν ὁ ἀγαθὸς καὶ ἀνεξίκακος Κύριος. Ὁποίαν λοιπὸν δοκεῖς δύναμιν ἔχειν λαβόντα τὴν ἐξουσίαν παρὰ τοῦ Θεοῦ καὶ ∆εσπότου τῶν ὅλων κατὰ δαιμόνων καὶ παντοίων παθῶν; Ἐγὼ λέγω· πάντων τῶν βασιλέων καὶ δυναστῶν ὑπερισχύειν τοῦτο, καὶ πάσης ἐξουσίας φοβερώτερον εἶναι. Καὶ λοιπὸν ἐνθυμήθητε, ὦ φιλάργυροι, εἰ τὸν τοιοῦτον καὶ τηλικοῦτον στρατιώτην ὡς γυμνὸν καὶ ἀβοήθητον κατεπόνησε καὶ ἔλαβεν ὡς αἰχμάλωτον, τί λοιπὸν πάθωμεν ἡμεῖς οἱ μηδὲν κατόρθωμα ἀρετῆς κεκτημένοι; Καὶ τί λέγω περὶ ἀποστόλων καὶ μαθητῶν; Αὐτὸν τὸν Κύριον καὶ ∆εσπότην τῶν ὅλων οὐκ ᾐδέσθη, ἀλλὰ καὶ ἐπ' αὐτὸν τὰς χεῖρας ἐπέβαλε, καὶ τὸν ἄπρατον ἔπρασε, καὶ τὸν πάσης δόξης καὶ τιμῆς ὑπάρχοντα ἄξιον ἠτίμασε, καὶ ᾧ κάμπτει πᾶν γόνυ, ἐῤῥάπισε, καὶ ᾧ φρίκῃ προσκυνοῦσιν οὐράνιαι στρατιαὶ, ἐνέπτυσε· καὶ, ἵνα τὸ μεῖζον εἴπω, τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν τὰ πάντα ζωοποιοῦντα ἀπέκτεινε.

Λοιπὸν μηδεὶς καυχάσθω ἐν ἀνθρώποις, μηδεὶς ἐνδυναμούσθω ἐπὶ τῇ ἰδίᾳ ματαιότητι· μή τις θαῤῥείτω, ὅτι Πάθος οὐ νικᾷ με ποτέ· εἰς πολλὰ γὰρ νικᾷ σε, καὶ νικητὴς εἶναι δοκεῖς; τὸν ἀπόστολον τοῦ Χριστοῦ ἐνίκησε, καὶ σὺ καταφρονεῖς; τὸν κορυφαῖον ᾐχμαλώτευσε, καὶ σὺ ἀμεριμνεῖς καὶ μεγαλαυχεῖς; Ὅρα οὖν ὁ δοκῶν 60.693 ἑστάναι, μὴ πέσῃς. Βούλει δείξω σοι ἐν πόσοις πράγμασι νικᾶσαι καὶ οὐ συνιεῖς; Βούλει ἀπογυμνώσω σοι ὅσα ἐκ τοῦ πονηροῦ ποιεῖς, καὶ ὡς ἀναίτιος διάγεις; Ἄκουε· ὤμοσας τὸ φοβερὸν ὄνομα τοῦ Θεοῦ, ὅπερ οὐδὲ οἱ ἄγγελοι τολμῶσι· τοῦτο ἐκ τοῦ πονηροῦ ἐστιν, ὡς ὁ Κύριος ἐδήλωσεν· ἐψεύσω, ἥττημά ἐστιν· ἐλοιδόρησας, ἡττήθης· χρήματα ἀπέθηκας τοῦ ἀδελφοῦ σου, μᾶλλον δὲ τοῦ Χριστοῦ λιμώττοντος καὶ γυμνητεύοντος· ἐνικήθης νίκην χαλεπὴν καὶ ἀναπολόγητον, τὴν πρόξενον τοῦ ἐσχάτου ἐκείνου καὶ φοβεροῦ ἐγκλήματος· Ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἀκόλουθα· καὶ τὸ χαλεπώτερον, ὅτι καὶ τὸν ἀδελφὸν τοῦ Χριστοῦ βοῶντα οὐκ ἠλέησας· καὶ μετὰ μικρὸν πάντα ὁμοῦ καταλιπὼν, πορεύσῃ ὅθεν οὐκ ἀναλύσεις, ἀλλ' ἐναρίθμιος ἔσῃ μετὰ τῶν ἀκουόντων· Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, καὶ τὰ ἑξῆς. Εἶδες ἐν ποίοις νενίκησαι, καὶ οὐ συνιεῖς; εἶδες πόσων παραπτωμάτων ὑπεύθυνος εἶ, καὶ ὡς νικητὴς καὶ ἀναίτιος ἐν ἀμελείᾳ διάγεις, ἡττημένος καὶ νενικημένος καὶ δείλαιος; Οὐκ ἤκουσας τὸ γεγραμμένον, ὅτι Ὁ νικῶν κληρονομήσει τὰ αἰώνια ἀγαθὰ, ἅπερ ἐν τῇ Ἀποκαλύψει Ἰωάννης ἐδήλωσε καὶ διηγήσατο, ἅπερ εἶδεν πράγματα, χαρὰν ἀπλήρωτον, εὐφροσύνην ἀκήρατον, διαγωγὴν μετὰ τοῦ ∆εσπότου τῶν ὅλων καὶ πάντων τῶν ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων· καὶ ἕτερα πολλὰ καὶ θαυμαστὰ διηγησάμενος τέλος ἐπήγαγε λέγων· Ὁ νικῶν κληρονομήσει ταῦτα. Τὴν νίκην προείπαμεν, εἰ κατέχετε· διὰ δὲ τοὺς ῥᾳθυμοτέρους καὶ πάλιν εἴπωμεν ποίαν λέγει νίκην. Νίκην, ἣν ὁ Κύριος ἡμῶν ἐνίκησε καὶ ἐδίδαξε λέγων· Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Ἤκουσας ὁποίαν λέγει νίκην; Ὁ νικῶν κληρονομήσει χαράν. Ὢ μακαρίας κληρονομίας, ὢ κλῆρος πάσης χαρᾶς