1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

13

τῶν πολλῶν δυνατώτεροι, οἱ αἰχμάλωτοι καὶ τοῦ βασιλέως ἰσχυρότεροι, οἱ ἀπολέσαν τες πατρίδα, καὶ πίστιν μὴ ἀπολέσαντες, οἱ γυμνοὶ καὶ ἐνδεδυμένοι, οἱ πτωχοὶ καὶ εὔποροι, οἱ δοῦλοι καὶ ἐλευ θέρων ἀμείνους, οἱ τὴν κάμινον δρόσον ἐργασάμενοι, καὶ μεταβαλόντες τὰ στοιχεῖα, οἱ τοῦ πυρὸς τὴν ἐνέργειαν σβέσαντες, οὓς ἔδησεν ὁ τύραννος, καὶ ἔλυσε τὸ πῦρ, ἐλιτάνευον, καὶ ἔλεγον· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδι κήσαμεν, ἀποστάντες ἀπὸ σοῦ. Οὐκ ἔστιν ἄρχων, οὐδὲ προφήτης, οὐδὲ ἡγούμενος, οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος· ἀλλ' ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν. Θυσία τῷ Θεῷ, πνεῦμα συντε τριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινω μένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδο κήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυ τώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. [Σαφέστερον ἐκ τούτων ἐδιδάχθημεν τῶν ῥη μάτων, ὅτι πλήρης ὁ ψαλμὸς προφητείας. Τοῖς ἐν Βαβυλῶνι γὰρ ἠναγκασμένοις οἰκεῖν, καὶ ποθοῦσι τὴν τῆς δουλείας ἀπαλλαγὴν, ἁρμόττει ταῦτα τὰ ῥήματα. Ἱκετεύουσι γὰρ οἴκτου τινὸς ἀξιωθῆναι τὴν πόλιν, τῶν περιβόλων ἀνορθουμένων, τῆς κατὰ νόμον τελουμένης λατρείας. Νῦν μὲν γὰρ, φησὶ, τὴν ἀλλοτρίαν οἰκοῦντας τὰς ὡρισμένας θυσίας προσφέρειν οὐκ ἔνεστιν, ἐν ἐκείνῃ μόνῃ τῇ πόλει θύειν σοι τοῦ νόμου διαγορεύοντος. Εἰ δὲ τῆς ἐπανόδου τύχοιμεν, καὶ τὸν νεὼν ἀνορθώσαιμεν, τηνικαῦτά σοι τὰς ἐννόμους θυσίας προσοίσομεν.] Ἔχει δὲ καὶ ἑτέραν προφητείαν τοῦ ψαλμοῦ τοῦδε τὸ τέλος. Ἐπειδὴ γὰρ τοῦ παναγίου Πνεύματος ἄνω τὰ δῶρα τέ θεικεν, εἶτα κατιὼν ἔδειξε τὸν Θεὸν ταῖς κατὰ νόμον θυ σίαις μὴ ἀρεσκόμενον, ἱκετεύει τὴν νέαν ἀναφανῆναι Σιὼν, καὶ τὴν ἐπουράνιον Ἱερουσαλὴμ ἐπὶ γῆν πολισθῆναι, καὶ τάχιστα παρασχεθῆναι τὴν καινὴν πολιτείαν, τὴν οὐκ ἄλογα προσφέρουσαν θύματα, ἀλλὰ τὴν τῆς δι καιοσύνης ἀναφορὰν καὶ θυσίαν. Τοίνυν ἐνταῦθα προσ έχετε, παρακαλῶ· καὶ γὰρ πάντας ὑμᾶς διδασκάλους ποιῆσαι βούλομαι, πάντας μονάζοντας· οὐ τῷ μὴ ἔχειν γυναῖκας, ἀλλὰ τῷ εὐλάβειαν ἐνδείκνυσθαι, εὐλαβεῖς, πῦρ πνέοντας. Τί οὖν ἐστι τὸ ζητούμενον; Τοῦτό ἐστιν, ηὔξατο, ἐξωμολογήσατο, παρεκάλεσεν, ἐδεήθη, ἱκέτευσε, δάκρυα ἐξέχεεν, ᾔτησε καρδίαν καθαρὰν, πίστιν ἔδωκε. Τὸ ζητούμενον, εἰ ἐπέτυχε. Πολλὴ ἡ ἡδονὴ τοῦ σάλου. Οὐχ οὕτω τέρπεται κυβερνήτης ὄπισθεν αὐτοῦ τῶν κυ μάτων ἐγειρομένων, καὶ εἰς τὸ πρόσω συνωθούντων τὴν ὁλκάδα, κατὰ πρύμναν ἱσταμένου τοῦ πνεύματος, ὡς ἐγὼ τὴν θάλατταν ταύτην ὁρῶν ἀγάλλομαι καὶ σκιρτῶ. Οὐ γὰρ βλέπω κύματα μόνον σαλευόμενα, ἀλλὰ καὶ τὸ πλῆ θος πλεονάζον καὶ κινούμενον· σαλευομένους καὶ πνιγο μένους, καὶ οὐκ ἀναχωροῦντας· βιαζομένους, καὶ οὐκ ἀποπηδῶντας· θλιβομένους, καὶ τὴν διάνοιαν στηρίζον τας. Ἡ γὰρ ἐπιθυμία τοῦ λόγου διεγείρει τὴν προθυμίαν. Τὸ οὖν ζητούμενον, τοῦτό ἐστιν· Ηὔξατο, ἐδεήθη, παρ εκάλεσεν, ἱκέτευσεν, ἀπέθετο τὴν κόλασιν, ἀνωρθώθη ἀπὸ τῆς τιμωρίας. Τὸ ζητούμενον, εἰ εἰς τὴν προτέραν 55.588 παῤῥησίαν ἐπανῆλθεν· εἰ τοῦ ἁγίου Πνεύματος τὴν χάριν ἐδέξατο· εἰ, ὅπερ ᾔτησεν, ἔλαβε, καρδίαν καθαρὰν καὶ πνεῦμα εὐθές· εἰ τοσοῦτον ἴσχυσε ἡ μετάνοια, ὥστε εἰς τὴν προτέραν εὐγένειαν ἀποκαταστῆσαι αὐτόν. Προσέχε τε μετ' ἀκριβείας· Οὗτος ὁ ψαλμὸς ὁ πεντηκοστός ἐστι. Ποῖος; Ὁ περὶ τῆς ἁμαρτίας, ὁ περὶ τῆς ἐξομολογήσεως, ὁ περὶ τῆς αἰτήσεως, πεντηκοστός. Μετὰ τοῦτον ἔγραψεν ἑξηκοστὸν, ἑβδομηκοστὸν, ὀγδοηκοστὸν, ἐνενη κοστὸν, ἑκατοστόν. Ἵνα οὖν μή τις λέγῃ· Τί γὰρ, ὅτι ἔγραψε ψαλμούς; οὐκ ἔγραψε δὲ αὐτοὺς Πνεύματι ἁγίῳ· οὐ γὰρ ἔλαβε Πνεῦμα ἅγιον· ἀλλ' ἁπλῶς ἔγραψε συνέσει ἀνθρωπίνῃ τοὺς μετὰ ταῦτα· ἔρημος γὰρ ἦν Πνεύματος