ἁλός· καὶ εἰ ἔστι γεῦσις ἐν ῥήμασι κενοῖς, μὴ πεπληρωμένοις τῇ μαρτυρίᾳ τῶν ἔργων; 54.9 τῶν οὖν ἐγκαταλείψεων ἡ μέν ἐστι διὰ κεκρυμμένην ἀρετὴν ἵνα φανερωθῇ, ὡς ἡ τοῦ Ἰώβ, τοῦ θεοῦ χρηματίζοντος καὶ λέγοντος Μὴ ἀποποιοῦ μου τὸ κρῖμα, μηδὲ οἴου με ἄλλως σοι κεχρηματικέναι, ἀλλ' ἵνα δίκαιος ἀναφανῇς· ἐμοὶ μὲν γὰρ ἦς γνωστὸς τῷ ὁρῶντι τὰ κρυπτά, ἐπειδὴ δὲ ἠγνοοῦ τοῖς ἀνθρώποις ὑπονοοῦσι διὰ πλούτου σε θεραπεύειν με, ἐπήγαγον τὴν περίστασιν, ἐξεθέρισα τὸν πλοῦτον, ἵνα δείξω αὐτοῖς τὴν εὐχάριστόν σου φιλοσοφίαν· ἡ δὲ δι' ἀποτροπὴν ὑπερηφανίας, ὡς ἐπὶ τοῦ Παύλου, ἐγκατελείφθη γὰρ καὶ ὁ μακάριος Παῦλος, ἐν περιστάσεσι καὶ κολαφισμοῖς καὶ διαφόροις θλίψεσι βαλλόμενος, διὸ καὶ ἔλεγεν Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι· μήποτε μετὰ τῶν θαυμάτων ἡ ἄνεσις καὶ εὐθηνία καὶ ἡ τιμὴ αὐτῷ προσγενομένη εἰς τῦφον αὐτὸν ἐμβάλλῃ διαβολικὸν χαυνω θέντα· ἐγκατελείφθη καὶ ὁ παράλυτος δι' ἁμαρτίας, ᾧ λέγει Χριστός Ἰδοὺ ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε· ἐγκατελείφθη καὶ Ἰούδας, προτιμήσας ἀργύριον τοῦ θεοῦ λόγου, διὸ καὶ ἀπήγξατο· ἐγκατελείφθη καὶ Ἠσαῦ περιπεσὼν ἀκολασίᾳ, καὶ προτιμήσας κόπρον πονηρὸν εὐλογίας πατρικῆς. ὡς πάντα ταῦτα συναισθόμενον τὸν ἀπόστολον εἰπεῖν περί τινων Ἐπειδὴ γὰρ οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα· ἑτέρων δέ τινων μνημονεύσας ἐν ἐπιγνώσει μὲν εἶναι δοκούντων θεοῦ μετὰ διεφθαρμένης δὲ γνώμης, οὕτω φησίν, Οἵτινες τὸν θεὸν ἐπιγνόντες, οὐχ ὡς θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν, ἀλλ' ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· ὡς ἐκ τούτου γιγνώσκειν ἡμᾶς ἀδύνατον εἶναι περιπεσεῖν πτώματι τὸν εὐσεβῶς βιοῦντα, εἰ μὴ τῆς τοῦ θεοῦ γυμνωθῇ προνοίας. 54.10 ἔλεγε δὲ καὶ τοῦτο· ὅτι νοῦς ἀποστὰς μνήμης θεοῦ ἢ θυμῷ περιπίπτει, ἢ ἐπιθυμίᾳ· καὶ τὴν μὲν ἐπιθυμίαν ἔλεγε κτηνώδη, τὸν δὲ θυμὸν δαιμονιώδη· ἐμοῦ δὲ ἀντιλέγοντος καὶ θαυμάζοντος εἰ δυνήσεται νοῦς ἀνθρώπινος ἀδιαλείπτως εἶναι μετὰ θεοῦ, ἔλεγεν ὅτι ἐν οἵῳ δ' ἂν νοήματι ἢ πράγματι θεϊκῷ ἡ ψυχὴ εὐσεβεῖ, μετὰ θεοῦ ἐστίν. 54.11 ἔλεγε δὲ καὶ ἄλλος τις τῶν ἁγίων ὅτι πᾶσα ὀρθὴ ψυχὴ μᾶλλον τοὺς λοιδοροῦντας καὶ θλίβοντας ἐπικερδεῖς ἡγεῖται ἢ τοὺς κολακεύοντας καὶ δοξάζοντας· φιλεῖ γάρ πως ἡ ἀκολασία ἡσυχίαν καὶ ὑγείαν καὶ εἰρήνην καὶ εὐθηνίαν· διὸ τοιαύτη οὖσα, ἐν τοῖς λυπηροῖς ὡς βδέλλα συστέλλεται. δόξα τῷ θεῷ, ἀμήν. 55.τ ΟΜΙΛΙΑ ΝΕ 55.1 ἰστέον ὅτι τινές εἰσι νεώτεροι φρόνιμοι καὶ συνετοὶ καὶ εὐλαβεῖς, καὶ σύνεστιν αὐτοῖς ἡ χάρις· καὶ ἴδε ἄρχονται λαλεῖν λόγον, καὶ ὁ λόγος αὐτοῖς καλός ἐστι· καὶ οἱ ἀκούοντες φρόνιμοι ὄντες ἄρχονται ἐπαινεῖν καὶ θαυμάζειν καὶ ἐντίμους αὐτοὺς ἔχειν, ἐπειδὴ λαλοῦσι λόγον θεοῦ· πλὴν τὸ κακὸν ἔτι σύνεστιν αὐτοῖς ἐν τῷ νῷ, καὶ ὑποβάλλει τοῦ φιλοδοξεῖν καὶ συνηδύνεσθαι ἐν τοῖς ἐπαίνοις, ἵνα ποιήσῃ αὐτοὺς κενοδοξεῖν. 55.2 ὃν τρόπον δέ τις ἀποστρέφεται ἐπιθυμίαν σαρκὸς καὶ ἀντιτάσσε ται τῷ νῷ, οὕτως ὀφείλει ἐν τῷ νῷ καὶ ἐν τοῖς λογισμοῖς ἀντιτάσσεσθαι τῇ κενοδοξίᾳ· καὶ εἰ ἀπὸ χάριτος λαλεῖ, καὶ ἀναγκάζεται ὑπό τινος κηρύσσειν τὸν λόγον, αὐτὸς ὀφείλει ἀηδίζεσθαι καὶ φεύγειν ὡς ἀπὸ πυρὸς καὶ ἀντιτάσσεσθαι τῷ νῷ, ὥστε ἐπέχειν αὐτόν, ἵνα μὴ διὰ τοῦ λόγου αὐτοῦ εὑρεθῇ κενοδοξῶν. καὶ γὰρ Μωσῆς ὁ θεράπων τοῦ θεοῦ, ἀναγκαζό μενος λαλεῖν καὶ κηρύσσειν τῷ Ἰσραήλ, παρῃτήσατο λέγων ὅτι Οὔκ εἰμι ἱκανὸς λαλῆσαι. ὁμοίως καὶ Ἱερεμίας ἠναγκάζετο εἰπεῖν, ἐκαίετο γὰρ ἡ καρδία αὐτοῦ ὡς πῦρ, καὶ παρῃτήσατο λέγων Νεώτερός εἰμι καὶ οὐ δύναμαι, ἵνα μὴ διὰ τοῦ προφητεύειν