ὡς παραβληθῆναι τὸ ῥέον ὕδωρ ἀβύσσῳ, καὶ τοὺς τῆς πνευματικῆς κοιλίας ποτα μούς. Ἐγὼ δὲ παραπικραίνω τὸν Ὕψιστον ἐν ἀνύ δρῳ, ἐὰν μετὰ τὴν διδασκαλίαν πάλιν ἁμαρτάνω, ἐπιλανθανόμενος τῶν λόγων τῶν θρεψάντων με, καὶ τοῦ ὕδατος, τοῦ ἀπὸ τῆς πέτρας, ἥτις ἐστὶν ὁ Χρι στός. Πέτρᾳ δὲ ἀπεικάζεται ὁ Χριστὸς διὰ τὸ ἄθραυ στον καὶ ἀκλόνητον. Ἐρήρεισται γὰρ ἰδίοις ἀγαθοῖς ἡ θεία τε καὶ ὑπέρτατος φύσις. Οὗ καὶ κατελάλησαν, ὡς ἐν προσώπῳ Μωσέως, ἡ συναγωγὴ, κατηγο ροῦντες ἐπὶ Πιλάτου, καὶ τὸ, Αἶρε, σταύρου, ἀνα κεκράγασιν. Εἶτα δὲ δυσὶ λελυπήκασι πληγαῖς, ὡς τὴν πέτραν Μωϋσῆς δὶς ἐπάταξεν. Ἀπεκτείνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς, εἶθ' ὅτι μεμένηκεν ἐν νεκροῖς, ἀναπείθειν ἤθελον. Ἀλλ' ἐκδέδωκεν ἡ πέ τρα πλουσίως τὸ νᾶμα, καὶ πεπότικε πᾶσαν τὴν συναγωγήν. Ἐπέκλυσε γὰρ τὴν οἰκουμένην Χριστὸς ἱεροῖς τε καὶ θείοις νάμασιν. Ὁ πηγάζων τὸ θεῖον νᾶμα τοῖς διψῶσι, καὶ προχέων τὸ ὕδωρ ἐκ τῆς πλευρᾶς, τοῦ σιδήρου τὴν φλέβα ταύτην ἀναστομί σαντος, καὶ τὸ πικρὸν τῆς Μεῤῥᾶς, τοῦ κολαστοῦ 17.144 νόμου, μετέβαλεν εἰς γλυκύτητα τῇ παραδοχῇ τοῦ ξύλου τοῦ σταυροῦ, καὶ τοῦ ἐπ' αὐτῷ μυστηρίου. Τὸ γὰρ γράμμα καὶ ὁ νόμος ἀποκτείνει, τὸ δὲ πνεῦμα καὶ ἡ ἐν πνεύματι λατρεία ἡ εὐαγγελικὴ ζωο ποιεῖ. Μεγάλην δὲ πρόνοιαν ποιούμενος ὁ Θεὸς τοῦ ἀν θρώπου, καὶ οὐρανὸν αὐτῷ ἀνοίγει, καὶ τροφὴν αὐ τῷ δίδωσιν οὐράνιον, καὶ χειραγωγεῖ αὐτὸν αὐτὸς, γινόμενος τοῖς ὁδεύουσι φῶς, καὶ ἄγων ἐπὶ ὁδοὺς, ἃς καθ' ἑαυτὴν ἡ ἀνθρωπίνη φύσις οὐκ ἐπίσταται. Πλὴν ἑσπέρας μὲν τὴν ὀρτυγομήτραν, ἅμα δὲ τῇ ἕῳ τὸ μάννα καθίησι, πλαγίως ἡμῖν τοῦ παραδείγματος ὑπεμφαίνοντος, ὅτι μή ἐστιν ἐν φωτὶ νοητῷ τῶν γηΐνων ὁ ἐραστής· ἃ διὰ τῆς ὀρτυγομήτρας σημαί νεται, ἣν ὀρέγει ἐπιζητοῦσι Θεὸς, οὐχ ἕλκων αὐτὸς εἰς ἐπιθυμίαν, οὔπω δὲ διδοὺς τὸ κατανεανιεύεσθαι παθῶν. Τὸ δὲ μάννα σκιὰ τῶν διὰ Χριστοῦ παιδευ μάτων τε καὶ χαρισμάτων, ἃ ἄνωθέν ἐστι καὶ ἐξ οὐρανοῦ, καὶ τὸ γεῶδες οὐκ ἔχει, ἀμοιρεῖ δὲ μᾶλλον καὶ βδελυρίας σαρκικῆς. Καὶ οὕτως τροφὴ πνευμά των ἐστὶν ἡ ἐν τούτοις ὀρθὴ καὶ ἀκίβδηλος γνῶσις, ἧς ἡ χορηγία, ὡς ἐν φωτὶ καὶ ἡμέρᾳ γίνεται, ἀνίσχον τος τοῦ Ἡλίου τῆς δικαιοσύνης Κυρίου, ὃς ἀπο τρέφει ἡμᾶς εἰς ζωὴν ἀμήρυτον. Ὁ γὰρ τὸ θεῖον μάννα κατεδηδοκὼς ἀμείνων ἔσται φθορᾶς καὶ ὑπεραλεῖται θανάτου. Συλλέξεται δὲ, φη σὶ, τοῖς συσκήνοις, καὶ οὐ καταλείψετε ἀπ' αὐτοῦ εἰς τὸ πρωΐ. Χρὴ γὰρ ὁμοῦ τοῖς ὁμοπίστοις, τοῖς τὴν οἰκοῦσι σκηνὴν, τὴν Ἐκκλησίαν, τῶν θείων ἡμῶν ἐμφορεῖσθαι λόγων, καὶ μὴ τηρεῖν τὴν σκιὰν μετὰ τὴν τῆς ἀληθείας ἔνδειξιν. Οἵτινες γὰρ, φησὶν, ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. Πλὴν ἀφιγμένοι διὰ τῆς πίστεως εἰς τὸν ἐν Χριστῷ νοού μενον σαββατισμὸν, τουτέστιν εἰς ἀργίαν καὶ κατά ληξιν τὴν ἐξ ἁμαρτίας, οὐχ ὡς ἄχρηστον παραιτού μεθα τὴν προσωρευθείαν τοῦ νόμου παίδευσιν, χειραγωγοῦσαν ἡμᾶς εἰς Χριστόν. Περιτυγχάνομεν γὰρ ταῖς διὰ Μωσέως σκιαῖς, ἵνα τὴν ἐν αὐταῖς ζη τῶμεν ἀλήθειαν, καινὰ καὶ παλαιὰ ἐκ θησαυροῦ ἐκ βάλλοντες. Εἰ δὲ βούλει, ἅπερ ἐνταῦθα συλλέξομεν ἐν παρασκευῇ, ταῦτα ἐκεῖσε σαββατίσαντες εὑρήσο μεν καὶ τραφησόμεθα. Πάλαι μὲν οὖν ἄρτον ἀπ' οὐρανοῦ ἔδωκεν ὁ Θεὸς τῷ λαῷ αὐτοῦ, ἀκοπιάστως πρὸς πᾶσαν ἡδονὴν ἰσχύοντα· πρὸς ὃ γάρ τις ἐβούλετο μετε κρίνατο. Τοιαύτη δὲ ἡ τοῦ τρέφοντος τὴν ψυχὴν λό γου φύσις, πρὸς τὴν δύναμιν τοῦ τρεφομένου μετα βάλλουσα. Ἐὰν νήπιον τρέφῃ ὁ νόμος, γάλα γίνεται· ἐὰν ψυχὴν ἀσθενοῦσαν, λάχανον· ἐὰν τέλειον, στε ρεὰ τροφή. Οὐ καθεζομένοις δὲ ἡμῖν ἔρχεται τὸ μάννα, ἀλλ' ἐρχομένοις ἔξω τῆς παρεμβολῆς· λέγω δὴ τοῦ σώματος, ἐν ᾧ ἐνεῖρκται ἡ ψυχή. ∆εῖ γὰρ τὴν ψυχὴν μηκέτ' εἶναι ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι. Οὐδεὶς δὲ, φορῶν τὴν εἰκόνα τοῦ χοϊκοῦ, δύναται ἄρτον οὐράνιον φαγεῖν· διότι ψυχικὸς ἄνθρωπος 17.145 οὐ δέχεται τὰ τοῦ πνεύματος. Περὶ ἧς τροφῆς καὶ σὺ ἐδιδάχθης εὔχεσθαι. Ἐὰν οὖν τὸν ἐπιούσιον ἄρτον, τὸν μὴ ἐκχωροῦντα, τὸν μὴ ἀποκρινόμενον, τὸν ἀναδιδόμενον εἰς τὴν οὐσίαν τῆς ψυχῆς, ὅταν διαλαμβάνω περὶ Θεοῦ, περὶ Χριστοῦ, περὶ τῆς θεότητος αὐτοῦ, περὶ τῆς ἐν