1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

13

ἁμαρτεῖν. ἀλλ' οὐ τοιοῦτος ὁ προφήτης, ὅς γέ φησιν· «οὐκ ἐκάθισα μετὰ συνεδρίου παιζόντων». 72 Πᾶν αὐτοῦ, φησί, βέλος ἐκένωσε κατ' ἐμοῦ, τὴν ἐμὴν τιτρώσκων ἐπιθυμίαν καὶ μὴ συγχωρῶν μοι πράττειν ὡς βούλομαι. 73 Νεφροὶ δὲ ἐν τῇ γραφῇ τὸ ἐπιθυμητικόν, ἰοὶ δὲ τὰ βέλη. καί με λοιπὸν ὡς ψεύστην διέσυρον ᾠδήν με ποιήσαντες. καὶ φθάσας δὲ ἔλεγε· «κατὰ μόνας ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην» καὶ τὰ ἑξῆς· ὁ μὲν γὰρ ἐδεῖτο ὑπὲρ αὐτῶν, οἱ δὲ ἐπεβούλευον, καὶ ὅμως τὴν διακονίαν οὐκ ἦν παραιτήσασθαι. ἐπικραίνετο τοίνυν καὶ πά σχων ὑπ' αὐτῶν <καὶ> πάσχουσι συναλγῶν· καὶ ἀσεβοῦσιν ὑπερα χθόμενος. 74 Ψήφῳ φησὶν ἢ ἀριθμῷ, καθ' ἕκαστον ὀδόντα παιομένου κατὰ τῆς σιαγόνος, ἢ λίθῳ σκληρῷ. καὶ κατὰ τὸν ∆αβὶδ δέ φησι· «μετὰ σποδοῦ ἄρτον μου ἤσθιον», τὸ μηδὲ ἄρτον σὺν ἡδονῇ λαμβάνειν δη λῶν ὑπὸ θλίψεως. οὐκ ἦν οὖν εἶναι τὴν ψυχὴν ἐν εἰρήνῃ , αὐτὴν ταραττομένην καὶ προσέτι βλέπουσαν ἔξωθεν θορύβους, ἔσωθεν μάχας. διὸ μηδὲν ἐλπίσας χρηστόν, τὰς Ἰὼβ ἀφῆκα φωνάς· «ἀπείπατό με ἔλεος, καὶ ἡ ἐλπίς μου παρὰ κυρίου». οὐ γὰρ ἦν νικῆσαι τὰ περιεστῶτα δεινά. 75 Πρὸς πάντας γὰρ ὢν ἀγαθὸς τὴν παρ' ἡμῶν ὑπομονὴν ἀπαι τεῖ. τῇ γὰρ ψυχῇ, ἣ ζητήσει αὐτόν, ἀγαθὸν τὸ ζητεῖν, ἥτις ὑπο μένοι μὴ ταραττομένη, μέχρι τὸ ἔλεος ἀπαντήσειεν, μηδὲ μεθισταμένη, μέχρι τὸ σωτήριον ἐπιφανείη κυρίου , εἰς τὸ ἐλπίζειν εἰς ἕτερον. ἴσως δὲ καὶ ἡσυχάσει λέγει μὴ πολυπραγμονοῦσα τῆς προνοίας τὰ κρίματα. δεῖ τοίνυν, κἂν ἀγνοῶμεν, μὴ ἀφηνιάσαι κυρίου. 76 Ὅτι «ὁ ζυγὸς αὐτοῦ χρηστὸς καὶ τὸ φορτίον ἐλαφρόν». κἂν οὖν μηδεὶς αὐτῷ συναινῇ περί του, δεῖ μὴ συναπάγεσθαι, ἀλλὰ κἂν μονωθῇ πρὸς τοῦτο, τοῖς δεδογμένοις ἐγκαρτερεῖν καὶ ἐνιδρῦσθαι βεβαίως. «κύριος» γὰρ «κατοικίζει μονοτρόπους ἐν οἴκῳ» φησὶν ὁ ∆αβίδ, καὶ «κατὰ μόνας εἰμὶ ἐγώ, ἕως οὗ παρέλθω», δηλονότι τοὺς πειρασμοὺς φιλανθρωπίας τυχών. 77 Ταπεινώσει γὰρ ἑαυτὸν φάσκων· «ἐγὼ δέ εἰμι γῆ καὶ σποδός», εἴπερ ὄντως ἐστὶν ἀνήρ , καὶ τῆς μὴ καταισχυνούσης ἐλπίδος πε πλήρωται, ὁποῖον καὶ τὸ «ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου». 78 Ἁρμόζει τοῦτο καὶ πρὸς τοὺς ἐν τῇ αἰχμαλωσίᾳ λέγοντας τὰ ἐν τῷ ἑβδομηκοστῷ τρίτῳ Ψαλμῷ· «ἱνατί, ὁ θεός, ἀπώσω εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου;» σύμφωνον δὲ τὸ «οὐκ εἰς τέλος ἀπώσεται κύριος οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ»· ἐρεῖ δὲ τῷ πρὸς ἀξίαν μετανοήσαντι· «διαλειπέτω ἡ φωνή σου ἀπὸ κλαυθμοῦ, καὶ οἱ ὀφθαλμοί σου ἀπὸ δακρύων». 79 ∆ιὰ τούτων μανθάνομεν μὴ εἰρηκέναι τὸν κύριον μηδὲ αἴτιον εἶναι τοῦ ταπεινωθῆναι τοὺς δεσμίους τῆς γῆς ὑπὸ τῆς ἁμαρτίας, οὐδὲ τὰ ἀνθρώπινα κρίματα ἐγκλίνειν κατέναντι τοῦ θεοῦ, τὸ γὰρ δίκαιον ἀγαπᾷ καὶ εὐθύ, ἀλλ' οὐδὲ τοῦ ἄξιον γενέσθαι καταδικάσαι ἄνθρωπον · οὐ γὰρ δύναται, φησί, τὰ ἐναντία ἐκ στόματος κυρίου ἐξεληλυθέναι, τὰ ἀγαθὰ καὶ τὸ κακόν · οὔτε γὰρ «δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖ, οὔτε δένδρον πονηρὸν καρποὺς ἀγαθούς». τὸ οὖν ἀδικεῖσθαι ἄνδρας ὑπὸ πονηρῶν παρὰ τὴν θείαν κρίσιν ἐστί, γίνεται δὲ ὅμως ἐν τοῖς περιορωμένοις ὑπὸ θεοῦ, καθὰ τοῖς Ἰσραηλί ταις ὑπὸ τῶν πολεμίων συνέβη, καὶ ἐν ἐπιστροφῇ θεοῦ λύεται. διὸ χρὴ ταύτην ἀναζητεῖν τοὺς ἐπὶ τιμωρίᾳ παραδοθέντας. 80 Μάτην ἄρα γογγύζοντες ἐπὶ τὸν δημιουργὸν τὴν αἰτίαν ἀνά γομεν· ὅπερ ὁ ζῶν ἄνθρωπος οὐκ ἔχει ποιεῖν· νεκρῶν γὰρ ἐν ἁμαρτίαις ἡ τοιαύτη προαίρεσις, εἰ μὴ ἄρα διελέγχει τὸν ζῶντα καθ' ἁμαρτίαν , καὶ θεὸν αἰτιώμενον. ὡς οὖν ἑτέραν αἰτίαν οὐκ ἔχοντες ἢ μόνους ἑαυτούς, τὰ παρ' ἑαυτῶν γενόμενα κρίναντες ἐπιστρέψωμεν . 81 Οὐκ ἔστι γὰρ ἐπιστρέψαι πρὸς κύριον τὸν ἑαυτὸν ἀγνοή σαντα· ἐπιγινώσκει δέ τις ἑαυτόν, ἐπάγων ταῖς πράξεσι τὴν διάνοιαν, ἅμα μὲν ἐπισκοπῶν αὐτάς, ἅμα δὲ καὶ νοερὰς ἐργαζόμενος. τότε γὰρ «ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα» καὶ τὰ πρὶν ἐξομολογούμενοι λέξομεν ὅτι «ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ» καὶ «ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐπήγαγες ἡμῖν». 82 Τὸ ἀναλαβεῖν καρδίας ἐπὶ χειρῶν δοκεῖ δηλοῦν τὸ οἱονεὶ μετὰ χεῖρας λαβόντες τὰς ἑαυτῶν ἐννοίας ἐξετάσωμεν, εἴπερ