1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

13

ἁμαρτίαις ἡμῶν· νῦν δὲ ὡς θεός-χρῄζομεν γὰρ οἱ ἄνθρωποι μετανοοῦντες τῆς χρηστότητος αὐτοῦ, ἐμμένοντες δὲ ταῖς ἁμαρτίαις τῆς ἀποτομίας-καὶ χρηστός ἐστι καὶ ἀπότομος ὁ θεός, καὶ λαλεῖ ἡμῖν διὰ τῶν προφητῶν καὶ λέγει· «Εἶδες ἃ ἐποίησάν μοι ἡ κατοικία τοῦ Ἰσ ραήλ», -τὸν Ἰσραὴλ τὸν λαόν μοι νόει ἐκεῖνον, - «ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν καὶ ὑποκάτω παντὸς ξύλου κατασκίου». Ἐὰν ἴδῃς τὸν Φαρισαῖον εἰς τὸ ἱερὸν ἀναβαί νοντα ἀλαζονικῶς καὶ μὴ τύπτοντα ἑαυτοῦ τὸ στῆθος μηδὲ κηδόμενον τῶν ἰδίων κακῶν, ἀλλὰ λέγοντα· «Εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ τὰ ὑπάρχοντά μου», ὄψει ὅτι ἀναβέβηκεν «ἐπὶ πᾶν ὄρος ὑψηλὸν» ψεκτῶς καὶ ἀγαπήσας μεγαλοφροσύνην καὶ «κατὰ τὴν ἀλαζονείαν καὶ κατὰ τὴν ὑπερηφανίαν». Ὃς δὲ ἀναβέβηκε καὶ «ἐπὶ πάντα βουνὸν ὑψηλὸν» καὶ γέγονεν «ὑποκάτω παν τὸς ξύλου» οὐ καρπίμου, ἀλλ' «ἀλσώδους»· ἄλλο γὰρ τὸ ἀλσῶδες ξύλον, ἄλλο τὸ καρποφόρον· εἰς ἄλση ὅταν φυτεύωσι ξύλα, φυτεύουσιν οὐ τὰ καρποφόρα, οὐ συκῆν οὐδὲ ἄμπελον, ἀλλὰ μόνον τέρψεως χάριν ἄκαρπα ξύλα. Τοιούτους εὑρήσεις τοὺς λόγους τῶν ἑτεροδόξων καὶ τὰ κάλλη τῶν πιθανοτήτων αὐτῶν οὐκ ἐπιστρεφόντων τοὺς ἀκούοντας. Ὅταν οὖν τοῖς τοιούτοις λόγοις τις ἑαυτὸν ἐπιδῷ, πεπόρευται «ὑποκάτω παντὸς ξύλου ἀλσώδους»· οὐκ εἴρηκε «παντὸς ξύλου» καὶ σεσιώπηκεν, οὐδὲ πάλιν προσέθηκε· παντὸς ξύλου τοῦ καρπίμου, ἀλλ' εἴρηκεν «ὑποκάτω παντὸς ξύλου ἀλσώδους». ∆ιὰ τοῦτο νοήσεις τί δήποτε ὁ νομοθέτης λέγει· «Οὐ φυτεύσεις πᾶν ξύλον παρὰ τὸ θυσιαστήριον κυρίου τοῦ θεοῦ σου, καὶ οὐ ποιήσεις ἄλσος»· ἔχεις γὰρ καὶ τὸ ὄνομα τοῦ ἄλσους ἀπηγορευ μένον. 4.5 «Καὶ ἐπόρνευσεν ἐκεῖ. Καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· πρός με ἀνάστρεψον· καὶ οὐκ ἀνέσ τρεψεν, καὶ εἶδεν τὴν ἀσυνθεσίαν αὐτῆς ἡ ἀσύνθετος Ἰού δα.» Λελοιδορήμεθα καὶ ἡμεῖς, λέγω οἱ ἁμαρτάνοντες καὶ μὴ τηροῦντες τὰς συνθήκας τοῦ θεοῦ μηδὲ βλέποντες ὅτι ἀπολωλέκασιν ἐκεῖνοι τὴν διαθήκην εὐγενεῖς ὄντες, ἐξ Ἀβραὰμ ὄντες, ἐπαγγελίαν λαβόντες. ∆έον οὖν ἡμᾶς λογίζεσθαι ὅτι, <εἰ> ἐκπεπτώκασιν ἐκεῖνοι τῶν εὐλογιῶν καὶ τῶν ἐπαγγελιῶν καὶ οὐδὲν ὤνησεν αὐτοὺς τὸ εἶναι ἀπὸ τῶν πατέρων, πόσῳ πλέον ἡμεῖς ἁμαρτάνοντες ἐγκαταλειφθη σόμεθα. «Εἰ ἦτε τέκνα τοῦ Ἀβραάμ, τὰ ἔργα τοῦ Ἀβραὰμ ἂν ἐποιεῖτε» λέγει αὐτοῖς ὁ σωτήρ, καὶ πάλιν ὁ Ἰωάν νης· «Μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, ὅτι πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ»· λίθους αἰνισ σόμενος ἡμᾶς τοὺς «λιθίνην» ἔχοντας «τὴν καρδίαν» καὶ ἐσκληρυμμένους πρὸς τὴν ἀλήθειαν, καὶ ἀληθῶς ὁ δυνατὸς θεὸς ἤγειρε τέκνα τῷ Ἀβραὰμ ἀπὸ τῶν λίθων, ἐὰν «μείνωμεν ἐν τῇ τεκνογονίᾳ» καὶ τηρήσωμεν «τὸ πνεῦμα τῆς υἱοθεσίας». «Εἶδεν» οὖν «τὴν ἀσυνθεσίαν αὐτῆς» τῆς κατοικίας τοῦ Ἰσραὴλ «ἡ ἀσύνθετος Ἰούδα», ἡ μὴ τηρήσασα τὰς συνθήκας τὰς πρὸς τὸν θεόν, «καὶ εἶδεν διότι περὶ πάντων, ὧν κατελείφθη» ἐκείνη-ταῦτα γὰρ πάντα ἡμεῖς βλέπο μεν ὁ Ἰούδας, <ἐὰν> ἀναγινώσκωμεν τὴν γραφήν-»ὅτι περὶ πάντων ὧν κατελείφθη ἡ κατοικία τοῦ Ἰσραήλ, ἐν οἷς ἐμοιχᾶτο ἐξαπέστειλεν αὐτὴν ὁ θεὸς καὶ ἔδωκεν αὐτῇ βιβλίον ἀποστασίου». Καὶ δέον ἡμᾶς παιδευθῆναι ἐξ ὧν ἐκείνοις ἐποίησε κρίνας αὐτοὺς κατὰ τὰ ἁμαρτήματα, ἐγκα ταλιπὼν καὶ παραδοὺς εἰς αἰχμαλωσίαν καὶ παραδοὺς εἰς φόνον καὶ παραδοὺς τοῖς πολεμίοις· δέον ἐκ τούτων ἡμᾶς ἐπιστρέψαι καὶ ἕκαστον ἡμῶν λογίσασθαι ὅτι «εἰ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, πόσῳ πλέον ἡμῶν οὐ φείσεται», εἰ τοὺς ἀπὸ τῶν πατέρων οὕτως ἐξέωσε γενομένους ἁμαρτωλούς, τί ἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν κλη θέντες πεισόμεθα, ἡμεῖς οὐδὲν τούτων ἐλογισάμεθα, κλη θέντες ἵνα παραζηλώσῃ ἐκεῖνος ὁ λαὸς ὁρῶν τὸν δοῦλον τετιμημένον, βλέπων τὸν ἀγενῆ προσεληλυθότα. Εἰ ἤδη τοσαῦτα ἐκεῖνοι πεπόνθασι, πόσῳ πλέον, ἐὰν ἁμαρτάνω μεν, ἡμεῖς ἐγκαταλειφθησόμεθα; «Ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία τοῦ Ἰσραήλ, ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς