1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

13

87 Εἰς τὸν ἅγιον Ἀνδρέαν τὸν ἀπόστολον

Ὦ πρωτόκλητε, τῶν ἀποστόλων κλέος, ὁ παμμέγιστος τῶν πατρῶν

φαεσφόρος, τὸν σὸν λεὼν φύλαττε σὺν τῷ ποιμένι.

88 Εἰς τὸν ναὸν τοῦ Χρυσοστόμου Τοῖς τὸν σὸν οἶκον παμπόθως ἐγερκόσιν πρεσβευτικὴν πρόσνειμε δωρεάν,

πάτερ.

89 Εἰς τὸν ναὸν τῆς πανευφήμου <Εὐφνμίας> Τοὺς ἐκ πόθου σου τὸν ναὸν δειμαμένους, μάρτυς, φύλαττε πημονῆς

ἐλευθέρους.

90 Εἰς τὸ Τετρακάμαρον Θαυμαστὸν ὤφθης ἔργον, ὡραῖον πάνυ· ὡς ἐμψύχῳ δὲ προσλέλεγμαί σοι,

νεώς· φέρεις γὰρ ἔνδον εἰκόνων θεωρίαν, ἄρρητον ὄψιν τῶν ἄνω θεαμάτων. Αὐτὸν δέχοιο, τῶν ἀποστόλων κλέος, Εὐαγγελιστὰ παμμάκαρ, Θεολόγε· καὶ τοῖς πόθῳ σοι τοῦτον ἐξηγερκόσιν χάριν παράσχου καὶ λύσιν τῶν πταισμάτων.

91 Εἰς τὸν ναὸν τῆς ἁγίας Θεοτόκου εἰς τὸν Τρίτωνα

Ἡ πᾶσιν ἐγγὺς εἰς βοήθειαν τάχους, τὸν πλοῦν διευθέτησον, ὧν θερμῶς

ἔχεις, προσκειμένων σοι ταῖς λιταῖς σου, Παρθένε.

92 Εἰς ῥάκκος ἱστορισμένον Φρικτὸν τὸ θαῦμα, Χριστὸν ἐν γραφῇ βλέπειν, δράσαντα πάντα πρὸς βροτῶν

σωτηρίαν· ἐν τοῖς καθ' ἡμᾶς αὐτὸς ὤφθη γὰρ ξένως, ἄσαρκος ἐλθὼν καὶ βροτὸς βαίνων ἄνω. Μνήμης χάριν δὲ προσφέρει δῶρον τόδε ὁ κλεινὸς ὄντως Συμεὼν τῷ ∆εσπότῃ.

93 Εἰς τὴν εἰκόνα τοῦ Χριστοῦ

Ὁ Χριστός εἰμι, τῇ γραφῇ δεδειγμένος· καὶ τὸν πεποιθῶς εἰκονουργήσαντά

με, ὡς αἵρεσιν μισοῦντα τῶν ἐναντίων, Λέοντα Πατρίκιον, ἐν πᾶσι σκέπω.

94 Εἰς ἔγκλειστον Ἔγκλειστός ἐστιν, ὃς παθῶν ἔξω μένων ὅλην καθεῖρξε πρὸς Θεὸν τὴν

καρδίαν· κλείων λογισμούς, τοὺς γυρευτὰς τῆς πλάνης, νοῦν αὖτε πέμπων ταῖς ἄνω θεωρίαις, ἔχων προσευχὴν καυστικὴν τῶν δαιμόνων, φέρων σιωπὴν μυσταγωγοῦσαν βάθη, ψυχὴν ἄθλιπτον ἐν χαρᾷ τῶν ἐλπίδων, ἔργον τε χειρῶν καὶ