12. And when he had said this, and gained credence to his story (for rashness is credulous, especially when God drives it on), everything that was dreadful happened at once; the boats were the prey of the flames, there was no bread, the ridicule of the enemy came to fill up the measure, the fatal blow was inflicted by his own hand, even hope had well nigh vanished, the guide had disappeared along with his promises, round about him the enemy, swelling up round him the war, the getting at them not easy, provisions not procurable, the army in despair and discontented with their commander, of hope for good nothing was left, but one wish alone, as was natural under the circumstances, the ridding themselves of bad government and bad generalship.
ΙΒʹ. Ὡς δὲ εἶπε ταῦτα, καὶ εἰπὼν ἔπεισεν, εὔπιστον γὰρ ἡ κουφότης, καὶ τοῦ Θεοῦ μάλιστα συνελαύνοντος, ἅπαντα ἦν ὁμοῦ τὰ δεινά: τὰς μὲν ναῦς εἶχε τὸ πῦρ, καὶ ὁ σῖτος οὐκ ἦν, καὶ προσῆν ὁ γέλως: αὐτόχειρ γὰρ ἡ σφαγὴ σχεδόν: τὰ δὲ τῶν ἐλπίδων φροῦδα, καὶ ὁ ὁδηγὸς συναπῆλθε ταῖς ὑποσχέσεσιν. Ἐν κύκλῳ δὲ οἱ πολέμιοι, καὶ περιῤῥέων ὁ πόλεμος: ἥ τε πρόοδος οὐ ῥᾳδία, ἡ τροφὴ δὲ οὐκ εὔπορος: ἐν ἀθυμίῃ δὲ ὁ στρατὸς, καὶ δι' ὀργῆς εἶχον τὸν βασιλέα: ἐλείπετο δὲ χρηστῆς ἐλπίδος οὐδέν: μία δὲ ὡς ἐν τοῖς παροῦσιν ἐδόκει μόνη, τῆς πονηρᾶς ἀπαλλαγῆναι βασιλείας καὶ στρατηγίας.