14
«ἀληθῆ ἐστιν ἢ οὐκ ἔστιν ἀληθῆ; 16.6 τὸ μὲν μὴ εἶναι ἀληθῆ λέγειν εἰς ἀπιστίαν προτρέπει (χωρήσει ἐπὶ κεφαλὰς- φάμενος-τῶν λεγόντων), τὸ δὲ εἶναι ἀληθῆ ζήτησιν καὶ ἐπαπόρησιν ἡμῖν παρέχει». 16.7 μετὰ δὲ τοῦτο πάλιν βεβαιῶν ἀνεπισκέπτως ἅπερ εἰσαγγέλλει, καὶ τὰς τῶν ἀντιδοξούντων αὐτῷ γνώμας ἐκτιθέμενος ἐπιφέρει· «καὶ μὴν ἴσμεν τινὰς τῶν ἡμετέρων ἀδελφῶν ἀντιβλέψαντας τῇ γραφῇ καὶ λέγοντας· οὐ πιστεύω τῇ ἐγγαστριμύθῳ, λέγει ἡ ἐγγαστρίμυθος ἑορακέναι τὸν Σαμουήλ, ψεύδεται» καὶ πολλά γε πρὸς ἐπὶ τούτοις ἕτερα. 16.8 διὰ δὲ τούτων ἀπαρακαλύπτως ἐπιτιμᾷ τοῖς ἀποφαίνουσι ψευδῆ τὰ τῆς ἐγγαστριμύθου μαντεύματα, καὶ καταρώμενος ἐπὶ κεφαλὰς ἀναφέρει τῶν ἀπιστούντων αὐτῇ. ῥᾷστα μέντοι πεῖσαι τοὺς εὐχερεῖς ἐθέλων αὐτῇ περιάπτει τῇ γραφῇ τὸ διήγημα, «γέγραπται ταῦτα» λέγων «ἢ οὐ γέγραπται;» 16.9 συλλογιστικῇ δὲ δεινότητι χρώμενος ἐπάγει δευτερῶν «ἀληθῆ ταῦτά ἐστιν ἢ οὐκ ἔστιν ἀληθῆ;», καίτοι τὸ μὲν οὐκ ἀνῆχθαι τὴν τοῦ προφήτου ψυχὴν «ἐπαπόρησιν ἡμῖν -ἔφη-παρέχει καὶ ζήτησιν». αὐτὸ δὲ τὸ τὰ τοιαῦτα διδόναι τῷ δαίμονι πόσης ἀσεβείας ἐστὶ μεστόν, οὐκέτι λέγει ζητῶν οὐδὲ προσέχει τὸν νοῦν ἀκράτῳ πληγεὶς ἀσυνεσίᾳ. 16.10 θεῷ γὰρ ὑπάρχει μόνῳ τοιαύτῃ ἐξουσίᾳ ἐπιτάσσειν, ὥστε ψυχὰς ἐξ ᾅδου μεταπέμπεσθαι καὶ καλεῖν. ἀνθυπενεκτέον οὖν ἐνταῦθα πάλιν· ἐν μὲν ταῖς ἱεραῖς ἀνείληπται ταῦτα γραφαῖς, οὐ μὴν ἐξ ἰδίου προσώπου τὸ τοιοῦτο διαπεπρᾶχθαι γράμμα προὔλεγεν ὁ συγγραφεύς· οὐ γὰρ ἂν ἐκκλησίαζεν ἡ βίβλος, ἐναντία ταῖς προφητικαῖς ἀντιβοῶσα φωναῖς, ὥς γε καὶ πρόσθεν ἐδείξαμεν καὶ μικρὸν ὕστερον ἐροῦμεν. 16.11 ἀλλὰ δὴ τὰ τῆς ἐγγαστριμύθου διεχάραττε ῥήματα καὶ τὴν ἐμμανῆ τοῦ δυνάστου γνῶσιν ἔργοις ἀγνωσίας ἀποδεδειγμένην ἀνάπλεον· εἰ γὰρ οὕτως ἁρμόσει ταῖς ἁγίαις ἐπισκῆψαι γραφαῖς, οὐκοῦν, ἐπειδή φασιν ὅτι καὶ θεὸν ἄντικρυς ὁ διάβολος ἑαυτὸν ἀναγορεύει, παρὰ τοῦτο δεήσει πιστεύειν αὐτῷ, τῇ διηγηματικῇ τοῦ γράμματος ἐκδοχῇ τὸ πᾶν ἀνατιθέντας, ὡς Ὠριγένης εἰσηγεῖται; 16.12 καὶ τοῦτο γὰρ εἰς αὐτὰς ἀναγέγραπται τὰς γραφάς. ἢ αὖ πάλιν, ἐπειδὰν ὑπερηφανίᾳ χρώμενος ἀμέτρῳ πᾶσαν ὁμοῦ τὴν τοῦδε τοῦ κόσμου περιγραφὴν ἤτοι καὶ τὰς βασιλείας αὐτῆς ἰδίας εἶναι λέγοι, παρὰ τοῦτο φαίη τις ἂν ὡς ἄρα προσήκει νοεῖν ὅτι δημιουργὸς αὐτός ἐστιν ἁπάντων; 16.13 οὐ μὲν οὖν, εἴποι τις ἄν' ἡ γάρ τοι διηγηματικὴ διεχάραξε φωνὴ τὰς ἐκείνου μεγαληγορίας, οὐ μὴν ἀληθεῖς ἀποφαίνει αὐτάς, οὐδ' ἔστι τοῦτο δεῖξαι δυνάμενος οὐδεὶς οὐδαμῶς. ἀλλὰ μυρία μὲν ἔστι τοιαῦτα πρὸς ἐπὶ τούτοις ἰδεῖν, οὐχ οἷόν τε δὲ πάντα παράγειν, ἵνα μὴ μακρηγορίᾳ δόξωμεν ἐκκρούεσθαι τοῦ ζητήματος.
17.1 Ὡς οὖν ἐδόκει τοῖς ὀρθότατα φρονοῦσιν οὐ 20μετρίως ἐπιτιμᾶν, αὖθις
ὑπεκκλέψας ἐπ' ἄλλην20 ἀπεπήδησεν ἔννοιαν, ἐδεινοποίει δὲ δημαγωγῶν ὅτι φάσκουσι πρὸς τοῖς ἄλλοις ὡς εἴη φρικῶδες ὑπολαβεῖν ἐν ᾅδου γεγονέναι τὸν εὐκλεῆ Σαμουήλ, ὃς 20ἐκκρίτῳ20 προφητείας ἀξίᾳ τετίμηται. 17.2 τοῦτο μὲν οὖν ἄνω καὶ 20κάτω ταυτολογεῖ20 γραωδῶς, 20ἐξ ἄλλων εἰς ἄλλα20 μεταχειρίζεσθαι τοὺς αὐτηκόους ἀπάτῃ τεχνώμενος. ἡμεῖς δὲ περὶ τούτων οὐ διαφερόμεθα, περὶ ὧν ἅπασιν συνομολογητέα καθέστηκεν, ἀλλ' ὧν ἕνεκα κυρίως ἀμφισβητεῖν ἐγνώκαμεν· οὐ γὰρ εἰ Σαμουὴλ γέγονεν ζητητέον, ἀλλ' εἰ τοιαύτην ἔχει δαίμων ἐξουσίαν, ὥστε 20δικαίων ἀνακαλεῖσθαι ψυχὰς ἐξ ᾅδου καὶ πάλιν20 ἀποπέμπειν. 17.3 ἐπεὶ τοίνυν ἐπ' αὐτοφώρῳ ληφθεὶς ἑάλω βλασφημίας ἐπαντλῶν αἰκίᾳ τὰς τῶν ἀκροατῶν ἀκοάς, ἀπατηλῇ μὲν ὑπεκκλίνει τέχνῃ, καταφεύγει δὲ δῆθεν ἐπὶ τὸ τοῦ Χριστοῦ πρόσωπον, ἵν' ἀντεξετάσας αὐτὸ τοῖς ἁγίοις ἀνδράσιν ἀποδείξειεν ὅτι καὶ αὐτὸς εἰς ᾅδου κατῆλθεν ὁ Χριστὸς ὁμοῦ τοῖς ἄλλοις ἅπασιν. 17.4 ἀλλὰ γὰρ ὡς ἀπεδείκνυε τοῦτο καὶ δὴ καὶ κατ' ἄνδρα παραινῶν ἐπεφθέγγετο, «τί φοβῇ» λέγων «εἰπεῖν ὅτι πᾶς χρῄζει τόπος» αὐτοῦ τε «τοῦ Χριστοῦ καὶ τῶν προφητῶν;», ὀλίγα ἄττα διὰ μέσου τάττων ἄλλην ἐπιπλέκει δυσφημίαν, ἐκφαίνων ὅτι καὶ κάτω τυγχάνων ὁ Χριστὸς