14
Οὕτω μαθόντες ἐκ γραφικῶν θεσπισμάτων, οἷς ἐτράφημεν πρὶν συναχθῆναι φρένα, οὕτως ἄγοντες καὶ πολίτας καὶ ξένους, ἤδη γεωργῶν ἦμεν ἐν τοῖς πλουσίοις, εἰ καὶ συνακτὸν οὐχ ὁμοῦ τοὐμὸν θέρος. τοὺς μὲν γὰρ ἄρτι τῶν ἀκανθῶν ἡμέρουν· οἱ δ' ὡμαλίζονθ', οἷς δ' ἐβάλλετο σπόρος, οἱ δ' ἐν γάλακτι, τῶν δ' ὑπὲρ γῆς ἡ φυή, οἱ δ' ἐχλόαζον, οἱ δ' ἐδεσμοῦντο στάχυς, οἱ δ' ἡδρύνοντο, οἱ δὲ λευκοὶ πρὸς θέρος· ἅλως τιν' εἶχε, τοὺς δὲ θημών τις φίλος· οἱ δ' ἐκρίνοντο, οἱ δὲ σιτώνων ἔσω, οἱ δ' ἦσαν ἄρτος, τῆς γεωργίας πέρας- ἄρτος γεωργὸν τὸν καμόντα μὴ τρέφων νῦν, τοὺς δὲ μηδὲν ἐκχέαντας ἰκμάδος. Ἐβουλόμην ἐνταῦθα στῆσαι τὸν λόγον καὶ μηδὲν εἰπεῖν τῶν ἀναξίων λόγου. νῦν δ' οὐκ ἐᾷ με τὰ πρόσω τῶν πραγμάτων· ὧν τὰ μὲν ἦλθε δεξιῶς, τὰ δ' ἀγνοῶ, τί χρὴ λέγειν με καὶ τίνι μοίρᾳ προσνέμειν. †τίς ἦν, † ἐπαινῶ. τοῦτον ἐχόντων τὸν τρόπον ἡμῶν ἐφίστατ' ἀθρόως αὐτοκράτωρ ἐκ τῆς Μακεδνῆς βαρβάρων στήσας νέφος πλήθει τε πολλῷ καὶ θράσει τεθηγμένων· ἄνθρωπος οὐ κακὸς μὲν εἰς πίστιν θεοῦ ὅσον κρατῆσαι τὰς ἁπλουστέρας φύσεις, καὶ τῆς τριάδος ὑπερφυῶς ἡττώμενος (σπλάγχνων γὰρ οὗτός ἐστι καὶ πάντων λόγος, στερρᾶς ἐφ' ἕδρας ἀσφαλῶς βεβηκότων)· οὐ μὴν τοσοῦτος τῇ ζέσει τοῦ πνεύματος, ὡς ἀντισῶσαι τοῖς παρελθοῦσιν τὰ νῦν καιρῷ τὰ καιροῦ πταίσματ' ἐξιώμενος· ἢ τὴν ζέσιν μὲν ἶσος, οὐκ ἶσος δέ γε, τί φῶ; τὸ θάρσος ἢ θράσος; διδάξατε. ἴσως δ' ἄμεινον τὸ «προμήθειαν» καλεῖν. οὐ γὰρ κατείργειν, ἀλλὰ πείθειν ἔννομον εἶναι νομίζων, καὶ πρὸς ἡμῶν τι πλέον αὐτῶν τ' ἐκείνων, οὓς θεῷ προσάξομεν- τὸ μὲν γὰρ ἀκούσιον κρατούμενον βίᾳ, ὥσπερ βέλος νευρᾷ τε καὶ χερσὶν δεθέν ἢ ῥεῦμ' ἐν ὁλκῷ πάντοθεν στενούμενον, καιροῦ διδόντος τὴν βίαν περιφρονεῖ. τὸ δ' ἑκούσιον βέβαιον εἰς πάντα χρόνον δεσμοῖς ἀλύτοις τῶν πόθων ἐσφιγμένον- ταῦτ' ἐννοῶν ἔμοιγε τὸν φόβον δοκεῖ τέως κατασχὼν πάντας ἕλκειν ἡμέρως προθεὶς τὸ βούλεσθ' ἄγραφον πειθοῦς νόμον. Ὡς δ' οὖν ἐπέστη ἄσμενος τρισασμένοις- ἃ μὲν τετίμηκέν με τῇ πρώτῃ θέᾳ, οἷς τ' εἶπεν οἷς τ' ἤκουσεν εὐμενέστατα, τί χρὴ λέγειν με; καὶ γὰρ αἰσχύνης γέμον, εἰ τηλίκος ὢν φρονεῖν δοκοίην τηλίκοις, ᾧ τίμιον τοῦτ' ἔστι καὶ μόνον, θεός. τὸ δ' οὖν πέρας· «δίδωσι», φησί, «τὸν νεών θεὸς δι' ἡμῶν σοί τε καὶ τοῖς σοῖς πόνοις» - φωνὴν ἄπιστον πρὶν προελθεῖν εἰς τέλος. οὕτως γὰρ ἦσαν ἡ πόλις κατὰ κράτος ἑστῶτες, ἡ πολλή τε καὶ δεινὴ ζέσις, ὡς μηδ' ἄν, εἴ τι τῶν ἀηδῶν συμπέσοι, εἴξοντες, ἀλλ' ἕξοντες, ὧνπερ ἐκράτουν· εἰ δ' ἐκβιάζοιντ', ἀλλὰ τὸν βαρὺν χόλον ἡμῖν ἐπαφήσοντες, ὧν ῥᾷστον κρατεῖν. Ὁ μὲν τόδ' εἶπεν· ἐμὲ δὲ συμμιγὴς τρόμῳ παλμός τις εἶχεν ἡδονῆς. ὦ Χριστέ μου, ὃς οἷς πέπονθας εἰς τὸ πάσχειν ἐκκαλῇ, σὺ καὶ τότ' ἦσθα τῶν ἐμῶν πόνων βραβεύς, καὶ νῦν γενοῦ μοι τῶν κακῶν παρήγορος. Παρῆν ὁ καιρός. τὸν νεὼν δ' εἶχε στρατός ξιφηφόρος, λαθραῖος ἐκτεταγμένος. ὁ δ' ἀντεπῄει δῆμος οἰδαίνων ἅπας, ψάμμος θαλασσῶν ἢ νιφὰς ἢ κυμάτων κινήματ', ὀργῇ καὶ λιταῖς μεμιγμένος, ὀργῇ καθ' ἡμῶν, πρὸς δὲ τὸ κράτος λιταῖς. πλήρεις ἀγοραί, δρόμοι, πλατεῖαι, πᾶς τόπος, διώροφα, τριώροφα νευόντων κάτω ἀνδρῶν, γυναικῶν, νηπίων, παλαιτάτων· πόνος, στεναγμός, δάκρυα, βρυχήματα, εἰκὼν ἁλόντος ἄστεος κατὰ κράτος. Ἐγὼ δ' ὁ γεννάδας τε καὶ στρατηλάτης, καὶ ταῦτ' ἐν ἀρρωστοῦντι καὶ λελυμένῳ, μικρὰ πνέοντι τῷδέ μου τῷ σαρκίῳ, μέσος στρατηγοῦ καὶ στρατοῦ, βλέπων ἄνω, ᾔειν βοηθῷ χρώμενος τῇ ἐλπίδι, ἕως κατέστην εἰς νεών, οὐκ οἶδ' ὅπως. Κἀκεῖνο δ' εἰπεῖν ἄξιον· πολλοῖς τε γάρ ἔδοξεν εἶναι τῶν τότε κρεῖσσον λόγου, οἷς οὐδὲν ἁπλοῦν ἐστι τῶν ὁρωμένων, ἐν ταῖς μεγίσταις τὸ πλέον καιρῶν ῥοπαῖς. ἐγὼ δ' ἀπιστεῖν τοῖς λέγουσιν οὐκ ἔχω, καίτοι προσάντης τοῖς ξένοις εἴπερ τις ὤν. τοῦ γὰρ προχείρως πάντα πιστεύειν θέλειν χεῖρον τὸ πᾶσιν ἀντιτείνειν ἐξ ἴσης. τὸ μὲν γάρ ἐστι κουφότης, τὸ δὲ θράσος. τί οὖν τὸ θαῦμ'· ὦ βίβλε, κηρύσσοις βίῳ, τοῦ μὴ λαθεῖν τοὺς ὕστερον τόσην χάριν. Ἦν ὄρθρος, ἡ δ' ἐπεῖχε νὺξ ὅλην πόλιν νέφους ὑποδραμόντος ἡλίου κύκλον, ἥκιστα