14
εἰσόμεθα σαφῶς. Σὺ δέ μοι προστίθει νῦν καὶ τὴν κόλασιν, καὶ μὴ μόνον αἰσχυνομένους μηδὲ ἐγκαλυπτομένους καὶ κάτω νεύοντας, ἀλλὰ καὶ τὴν ἐπὶ τὸ πῦρ ἑλκομένους ὁδὸν καὶ πρὸς αὐτὰ συρομένους τὰ βασανιστήρια καὶ ταῖς ἀποτόμοις παραδιδομένους δυνάμεσιν, καὶ ταῦτα πάσχοντας κατὰ τὸν καιρὸν καθ' ὃν στεφανοῦνται καὶ ἀνακηρύττονται καὶ τῷ θρόνῳ παρίστανται τῷ βασιλικῷ πάντες οἱ τὰ ἀγαθὰ πράξαντες καὶ ἀξιωθέντες τῆς αἰωνίου ζωῆς. Καὶ ταῦτα μὲν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· τὰ δὲ ἑξῆς τίς ἡμῖν παραστήσει λόγος, τῆς μετὰ τοῦ Χριστοῦ λέγω συνουσίας τὴν ἡδονήν, τὴν χαράν; ψυχὴ γὰρ εἰς τὴν οἰκείαν εὐγένειαν ἐπανελθοῦσα καὶ μετὰ παρρησίας λοιπὸν δυνηθεῖσα τὸν ἑαυτῆς ∆εσπότην ὁρᾶν, οὐκ ἔστιν εἰπεῖν ὅσην καρποῦται τὴν ἡδονήν, ὅσον τὸ κέρδος, οὐ τοῖς ἐν χερσὶ μόνον χαίρουσα ἀγαθοῖς ἀλλὰ καὶ τῷ πεπεῖσθαι λοιπὸν ὅτι οὐδαμῶς ταῦτα τελευτήσει τὰ καλά. Πᾶσαν μὲν οὖν τὴν εὐφρασίαν ἐκείνην οὔτε λόγῳ παραστῆσαι ἔστιν οὔτε νῷ διαλαβεῖν· ἀμυδρῶς δὲ καὶ ὡς ἄν τις διὰ μικρῶν μεγάλα δεικνύῃ, πειράσομαι ποιῆσαι φανεράν. Ἐξετάσωμεν, εἰ δοκεῖ, τοὺς ἐν τῷ παρόντι βίῳ τῶν τοῦ κόσμου καλῶν ἀπολαύοντας, πλούτου λέγω καὶ δυναστείας καὶ δόξης, πῶς ὑπὸ τῆς ἐπιθυμίας γαυρούμενοι, οὐδὲ ἐπὶ τῆς γῆς εἶναι νομίζουσιν, καὶ ταῦτα οὔτε ὁμολογουμένων ἀπολαύοντες καλῶν, οὔτε παραμενόντων αὐτοῖς, ἀλλ' ἀφιπταμένων ὀνείρου ταχύτερον· εἰ δέ ποτε καὶ σταίη μικρὸν καὶ μέχρι τῆς παρούσης ζωῆς, ὡς ἐννοοῦσιν εὐδαιμονεῖν περαιτέρω δὲ οὐκ ἰσχυόντων συνεξελθεῖν. Εἰ δὲ ταῦτα εἰς τοσαύτην αἴρει τοὺς ἔχοντας χαράν, τί οἴει γίνεσθαι ἐκείνας τὰς ψυχάς, τὰς καλουμένας ἐπὶ τὰ μυρία ἀγαθὰ τὰ ἐν τοῖς οὐρανοῖς, τὰ πεπηγότα καὶ ἑστῶτα βεβαίως διὰ παντός; Οὐδὲ γὰρ τοῦτο μόνον, ἀλλὰ καὶ τῇ ποσότητι καὶ τῇ ποιότητι τοσούτῳ κρείττω τῶν παρόντων ἐστίν, ὡς «μηδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀναβῆναί ποτε». Νῦν μὲν γὰρ καθάπερ ἐν μήτρᾳ παιδίον, οὕτως ἐν τῷ κόσμῳ τούτῳ διάγομεν στενοχωρούμενοι καὶ τοῦ μέλλοντος αἰῶνος καὶ τὴν λαμπρότητα καὶ τὴν ἐλευθέριαν οὐ δυνάμενοι συνιδεῖν· ὅταν δὲ ὁ καιρὸς ἐπιστῇ τῶν ὠδίνων καὶ ἀποτέκῃ κατὰ τὴν τῆς κρίσεως ἡμέραν οὓς ὑπεδέξατο πάντας ἀνθρώπους ὁ βίος ὁ παρών· τὰ μὲν ἐξαμβλωθέντα ἀπὸ σκότους εἰς σκότος ἔρχεται, καὶ ἀπὸ θλίψεως εἰς θλῖψιν χαλεπωτέραν, τὰ δὲ ἄρτια ἀπηρτισμένα καὶ τῆς βασιλικῆς εἰκόνος τοὺς χαρακτῆρας διαφυλάξαντα παραστήσονται τῷ βασιλεῖ, καὶ τὴν λειτουργίαν ἀναδέξονται ἐκείνην, ἣν ἄγγελοι καὶ ἀρχάγγελοι τῷ πάντων διακονοῦνται θεῷ. Μὴ τοίνυν εἰς τέλος τούτους ἡμῖν ἀφανίσῃς τοὺς χαρακτῆρας, ὦ φίλος, ἀλλὰ ταχέως αὐτοὺς ἀνακτησάμενος ἐπὶ τὸ βέλτιον διατύπωσον. Τὸ μὲν γὰρ κάλλος τὸ σωματικὸν εἴσω τῶν τῆς φύσεως ὅρων συνέκλεισεν ὁ θεὸς, ἡ δὲ τῆς ψυχῆς ὥρα τῆς μὲν ἐκεῖθεν ἀνάγκης καὶ δουλείας ἀπήλλακται, ἅτε δὴ πολλῷ βελτίων οὖσα τῆς σωματικῆς εὐμορφίας, ἐφ' ἡμῖν δὲ ἅπασα κεῖται καὶ τῇ ῥοπῇ τοῦ θεοῦ. Φιλάνθρωπος γὰρ ὢν ὁ ∆εσπότης ἡμῶν καὶ ἐν τούτῳ μάλιστα τὸ ἡμέτερον ἐτίμησεν γένος, τὰ μὲν ἐλάττονα καὶ εἰς οὐδὲν μέγα συντελοῦντα ἡμῖν ἀλλ' ὅπως ἂν συμπέσῃ ἀδιάφορα ὄντα, τῇ τῆς φύσεως ἐπιτρέψας ἀνάγκῃ, τῶν δὲ ὄντως καλῶν ἡμᾶς ποιήσας εἶναι δημιουργούς. Εἰ μὲν γὰρ καὶ τοῦ σωματικοῦ κάλλους ἡμᾶς ἐποίησεν εἶναι κυρίους, καὶ φροντίδα ἂν περιττὴν ἐδεξάμεθα καὶ ἐν τοῖς οὐδὲν ὠφελοῦσιν τὸν ἅπαντα ἂν ἀπησχολήσαμεν χρόνον καὶ τῆς ψυχῆς σφόδρα ἂν ἠμελήσαμεν. Ὅπου γὰρ νῦν οὐκ οὔσης ἡμῖν τῆς ἐξουσίας ταύτης ἅπαντα πράττομεν καὶ βιαζόμεθα καὶ σκιαγραφίαις καλλύνομεν ἑαυτούς, ἐπειδὴ τῇ ἀληθείᾳ μὴ δυνάμεθα, καὶ χρώμασι καὶ βαφαῖς καὶ συνθέσεσι τριχῶν καὶ ἱματίων περιβολαῖς καὶ στροφαῖς ὀφθαλμῶν καὶ πολλοῖς ἑτέροις μηχανήμασι τὰ τοιαῦτα σοφιζόμεθα κάλλη, τίνα ἂν τῇ ψυχῇ καὶ τοῖς σπουδαίοις σχολὴν ἀπενείμαμεν, εἰ πρὸς τὴν ὄντως αὐτὸ εὐμορφίαν μεταθεῖναι εἴχομεν. Τάχα γὰρ οὐδ' ἂν ἐγένετο ἡμῖν ἔργον ἕτερόν τι ἐν τῷ βίῳ εἰ τοῦτο ἔργον ἡμέτερον ἦν. Ἀλλὰ πάντα τὸν χρόνον ἂν ἀνηλώσαμεν, τὴν μὲν δουλίαν καλλωπίζοντες μυρίοις καλλωπισμοῖς, τὴν δὲ ταύτης κυρίαν παντὸς