1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

14

μᾶλλον πρὸς τὸ τῶν πνευματικῶν μέγεθος, ἃ τοσούτῳ δεῖται γενναιοτέρων ἀνδρῶν, ὡς μηδὲ ἅπτεσθαι αὐτῶν δύνασθαι τοὺς μέλλοντας αὐτὰ μετιέναι, εἰ μὴ ἄγγελοι γένοιντο ἐξ ἀνθρώπων. Οὐκ αὐτοὶ δὲ μόνον κακίαν ὑποδέχονται τοσαύτην, ἀλλὰ καὶ ἐκείναις ἠθῶν διεφθαρμένων αἴτιοι γίνονται. Καθάπερ γὰρ οὗτοι σφόδρα αὐταῖς ἀρέσκειν βουλόμενοι τῆς ἁρμοττούσης πολιτείας ἐκβαίνουσιν, οὕτω καὶ αὗται τῆς προσηκούσης αὐταῖς αἰδοῦς δι' ἐκείνους ἐκπίπτουσιν, τὴν πονηρὰν αὐτοῖς καὶ ὀλέθριον παρέχουσαι ταύτην ἀντίδοσιν. Καὶ γὰρ καὶ καλλωπίζονται περιεργότερον, καὶ σχήματος καὶ βαδίσματος τεθρυμμένου πολλὴν ποιοῦνται πρόνοιαν, καὶ τὰ μὴ προσήκοντα διὰ πάσης φλυαροῦσιν τῆς ἡμέρας· ἐπειδὴ γὰρ ὁρῶσι τερπομένους τοῖς ἀκολάστοις τούτοις ἤθεσι καὶ ῥήμασι, πάντα ἐπιτηδεύουσι, δι' ὧν κατέχειν αὐτοὺς αἰχμαλώτους δυνήσονται. Ἀλλ' ἂν ἐθελήσωμεν μικρὸν ἀνενεγκόντες ἡμῶν αὐτῶν γενέσθαι, καὶ ἐκείνας κερδανοῦμεν καὶ ἡμᾶς αὐτοὺς καὶ τοὺς ἄλλους ἅπαντας· καὶ ὥσπερ νῦν τῆς τῶν πολλῶν ἀπωλείας κατέστημεν ὑπεύθυνοι, οὕτως τότε τῆς πάντων σωτηρίας ἀποληψόμεθα τὸν μισθὸν, καὶ ὧν δὲ ἀπολαύομεν νῦν αἰσχρῶς, τότε μετὰ πολλῆς ἀπολαυσόμεθα τῆς τιμῆς. Τί γὰρ, εἰπέ μοι, βούλει τιμᾶσθαι παρὰ γυναικῶν; Μάλιστα μὲν οὖν ἀνάξιον τοῦτο ἀνδρὸς πνευματικοῦ, τὸ τιμῆς τοιαύτης ἐρᾶν· πλὴν ἀλλὰ καὶ τοῦτο τότε παρέσται, ὅταν μὴ ζητῶμεν αὐτό. Πέφυκε γὰρ ἄνθρωπος τῶν μὲν θεραπευόντων ὑπερορᾶν, τοὺς δὲ μὴ κολακεύοντας θαυμάζειν· τὸ δὲ πάθος τοῦτο πλέον ἡ γυναικεία φύσις ὑπομένειν εἴωθεν. Ἀφόρητός τε γάρ ἐστι κολακευομένη, θαυμάζει τε μάλιστα πάντων τοὺς οὐκ ἀνεχομένους εἴκειν καὶ ὑποκατακλίνεσθαι ταῖς ἀκαίροις αὐτῆς ἐπιθυμίαις· καὶ τοῦτο ὑμεῖς μοι μαρτυρήσετε. Νῦν μὲν γὰρ οὐχ οἱ ἔξωθεν μόνον, ἀλλὰ καὶ αὐταὶ καταγελῶσιν ὑμῶν αἱ συνοικοῦσαι, εἰ καὶ μὴ φανερῶς, ἀλλ' ἐν τῷ συνειδότι, καὶ ἐγκαλλωπίζονται τῇ χαλεπῇ ταύτῃ τυραννίδι· τότε δὲ θαυμάσονται πάντως ὑμᾶς, καὶ ἐκπλαγήσονται τὴν ἐλευθερίαν ὑμῶν. Εἰ δὲ ἀπιστεῖτε τοῖς ἡμετέροις λόγοις, αὐτὰς ἐκείνας ἔρεσθε, τίνας μᾶλλον ἐπαινοῦσι καὶ ἀποδέχονται, τοὺς δουλεύοντας ἢ τοὺς κρατοῦντας αὐτῶν, τοὺς ὑποκειμένους καὶ πάντα ποιοῦντας καὶ πάσχοντας διὰ τὴν εἰς ἐκείνας χάριν, ἢ τοὺς οὐδὲν τούτων ἀνεχομένους, ἀλλὰ καὶ ἐπαισχυνομένους αὐτῶν τοῖς πονηροῖς ἐπιτάγμασιν· κἂν ἐθελήσωσιν εἰπεῖν τἀληθὲς, πάντως ἐκείνους ἐροῦσιν· μᾶλλον δὲ οὐδὲ ἀποκρίσεως χρεία, τῶν πραγμάτων τοῦτο βοώντων.

12 Ἀλλ' ἡδονῆς ἕνεκεν ὁ συνοικῶν πλεονεκτεῖ, τοὺς ὀφθαλμοὺς εὐωχῶν ταῖς τῶν παρθένων ὄψεσιν. Μάλιστα μὲν εἰ καὶ τοῦτο οὕτως εἶχε, δι' αὐτὸ μὲν οὖν τοῦτο φυγεῖν ἐχρῆν· νῦν δὲ ἡμῖν ἱκανῶς ἀποδέδεικται, ὅτι οὐχ ἡδὺ τὸ τοιοῦτον, ἀλλὰ τοὐναντίον, τὸ μὴ ταύτης ἀπολαύειν τῆς θεωρίας· σὺ δέ μοι προστίθει καὶ τὴν ἀπὸ τοῦ συνειδότος εὐφροσύνην. Οὐδὲν γὰρ οὕτως ἡμᾶς εὐφραίνειν εἴωθεν, ὡς συνειδὸς χρηστὸν, καὶ ἐλπίδες ἀγαθαί. Ἀλλ' ἀναπαύσεως ἕνεκεν τοῦτο ἐπιζητεῖς; Ἀλλ' ἀποδέδεικται καὶ τοῦτο εὐκολώτερον ὂν, ὅταν ἀδελφὸς συνοικῇ. Νῦν μὲν γὰρ οὐδὲν δούλου διενήνοχας, καὶ ζητῶν ἀνάπαυσιν δουλείαν ηὗρες χαλεπωτάτην· τότε δὲ ταύτης τε ἐκτὸς ἕστηκας τῆς λειτουργίας, καὶ τῶν ἐπιταττόντων, οὐ τῶν ἐπιταττομένων ἔσῃ· Ὅταν οὖν ἐκεῖ μὲν ἀνθ' ἡδονῆς λύπη, καὶ ἀντὶ δόξης αἰσχύνη, καὶ ἀντὶ ἐλευθερίας δουλεία, καὶ πόνος ἀντὶ ἀναπαύσεως, πρόσκειται δὲ καὶ τὸ βλασφημεῖσθαι τὸν Θεὸν, καὶ ἀπώλεια τοσαύτη, καὶ σκάνδαλα, καὶ κόλασις ἀθάνατος, καὶ μυρίων ἔκπτωσις ἀγαθῶν, ἐνταῦθα δὲ τἀναντία ἅπαντα, δόξα, τιμὴ, ἡδονὴ, παρρησία, ἐλευθερία, σωτηρία ψυχῶν, βασιλείας κληρονομία, κολάσεως ἀπαλλαγὴ, τίνος ἕνεκεν οὐκ ἀνταλλαξόμεθα ταῦτα ἐκείνων; Ἐγὼ μὲν οὐκ οἶδα, πλὴν εἴ τις ἑαυτὸν ἁπλῶς ἀποπλύναι ἐπιθυμοίη· οὐδὲ γὰρ ἀπολογία λοιπὸν ἔσται ἡμῖν οὐδὲ συγγνώμη. Εἰ γὰρ καὶ μηδενὸς ὄντος τούτων, πάντα ὑπομένειν ἐχρῆν ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης, ὅταν καὶ τὰ ἐνταῦθα καρποῦσθαι παρῇ, καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, ἡμεῖς δὲ πρὸς τῷ τὴν τοῦ Θεοῦ βλασφημεῖσθαι δόξαν,