1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

14

πεπληρωμένος. Πολλῶν ἀγώνων, ἀδελφοὶ, χρεία, πολλῶν ἱδρώτων, πολλῶν δακρύων καὶ πολλῆς δεήσεως καὶ ἐγκαρδίου ταπεινώσεως. Ποίῳ τρόπῳ χρησώμεθα; ποίαν τέχνην ἐπινοήσωμεν; ποίαν ἐφεύρωμεν μέθοδον, ἵνα μὴ ἐκπέσωμεν ἐκεῖνα τὰ σημαινόμενα ἀγαθὰ, ἅπερ ἀπεκαλύφθη τῷ μακαρίῳ Ἰωάννῃ; τίνα ἐρωτήσωμεν καὶ διδάξει ἡμᾶς τὸν τρόπον, πῶς δυνηθῶμεν κληρονόμοι γενέσθαι τῶν ἀνεκφωνήτων ἐκείνων ἀγαθῶν, Ὧν ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν; Ὁ διδάσκων ἄνθρωπον γνῶσιν Κύριος, αὐτὸς διδάξει ἡμᾶς τὸν τρόπον, πῶς δεῖ νικᾷν τὸν κόσμον. Προσέλθωμεν αὐτῷ ἀναιδῶς, καὶ ἐρωτήσωμεν εἰλικρινῶς· μιμησώμεθα τὸν τίμιον χορὸν ἐκεῖνον τῶν ἀποστόλων, καὶ καθὼς ἐκεῖνοι προσελθόντες ἐπηρώτησαν αὐτὸν περὶ συντελείας καὶ περὶ πάντων, καὶ ἔμαθον παρὰ τῆς ἀληθείας τὴν ἀλήθειαν· προσέλθωμεν αὐτῷ καὶ νῦν, εἰ καὶ ἀνάξιοι καὶ εὐτελεῖς τυγχάνομεν, καὶ πόῤῥω τῆς τῶν ἀποστόλων ἀξίας.

Οὐ γάρ ἐστι μακρὰν, οὐδὲ διέστηκε τῶν ἐν ἀληθείᾳ ζητούντων αὐτὸν, καθὼς ὁ προφήτης λέγει· Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Εἰπὲ ἡμῖν, Κύριε, εἰπὲ ἡμῖν, πῶς δεῖ νικῆσαι τὸν κόσμον· Κύριε, δίδαξον ἡμᾶς ποιεῖν τὸ θέλημά σου. Κύριε, ὁδήγησον ἡμᾶς ἐν τῇ ὀδῷ σου, μήποτε καταπιέτω ἡμᾶς ὁ βυθὸς τοῦ πονηροῦ τούτου αἰῶνος· Κύριε, Κύριε, μὴ ἐγκαταλίπῃς ἡμᾶς· Κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν· ἐλέησον ἡμᾶς, ὅτι ἀσθενεῖς ἐσμεν· Κύριε, μὴ ἀφήσῃς ἡμᾶς ὀρφανούς· ∆ιδάσκαλε ἀγαθὲ, τί ποιήσαντες ζωὴν αἰώνιον κληρονομήσομεν; Πρὸς ταῦτα ἀκούσωμεν τί ἀποκριθήσεται καὶ λαλήσει· ∆εῦτε ὀπίσω μου, τοῖς ἴχνεσί μου ἀκολουθήσατε, μιμηταί μου γίνεσθε, πτωχεύσατε ἑκουσίως, ἵνα πλουτήσητε τὸν τρόπον τῆς ἐμῆς νίκης. Ἀκούσατε τοῦ ἀποστόλου διηγουμένου καὶ λέγοντος· ∆ι' ἡμᾶς ἐπτώχευσε πλούσιος ὤν. Ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου. Οὕτω καὶ πᾶς ὁ βουλόμενος νικῆσαι, ταπεινούσθω· ὀφείλει μὲν καὶ ὑπὲρ ἐμὲ ὡς δοῦλος· εἰ δὲ μὴ, κἂν ὡς ἐγὼ ∆εσπότης· ὑπομενέτω διωγμοὺς, ὕβρεις, ἀτιμίας, ῥαπίσματα, ἐμπτύσματα. Οὕτως ὁ βιῶν μετὰ ὀρθῆς ὁμολογίας νικᾷ τὸν κόσμον, καὶ κληρονομεῖ ἐκεῖνα τὰ ὑπὸ Ἰωάννου μηνυθέντα, ἅπερ ἄγγελοι ἐπιθυμοῦσι θεάσασθαι. Ὄντως οὐδὲν ἰσχυρότερον τοῦ πτωχεύοντος διὰ τὸν Κύριον· οὐδεὶς οὕτω φοβερὸς τοῖς δαίμοσιν, ὡς ὁ ταπεινόφρων· ὁ βουλόμενος νικῆσαι τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ καὶ τὸν ὑψηλόφρονα καὶ ὑπερήφανον, τὰς ἐντολάς μου φυλάξει, καθὼς ἐγὼ τοῦ Πατρός μου τετήρηκα, γενόμενος ὑπήκοος μέχρι θανάτου, καταδεξάμενος ὕβρεις καὶ ἀτιμίας, ῥαπίσματα 60.694 καὶ ἐμπτύσματα· καὶ οὕτω νικᾷ τὸν κόσμον. Οὗτος ὁ τρόπος ἐφόβησε καὶ ἐξενεύρωσε τὸν διάβολον, καὶ κατέκλασε αὐτοῦ τοὺς ὀδόντας, καὶ συνέτριψεν αὐτοῦ τὴν ἰσχὺν καὶ τὸ μάταιον αὐτοῦ κράτος· ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος καθὼς γέγραπται· Καυχάσθω ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ· οὗτος γὰρ ὁ νικῶν τὸν κόσμον. Ὁρᾷς τῆς ταπεινοφροσύνης τὸ ὕψος, βλέπεις τῆς πτωχείας τὸ νῖκος; εἶδες ἀήττητον παράταξιν τοῦ ταπεινοῦ τῇ καρδίᾳ; Ὢ πτωχεία πλουσιωτέρα πάντων τῶν βασιλέων· ὢ ταπεινοφροσύνη δυνατωτέρα γιγάντων· ὢ ταπείνωσις καὶ ὑπακοὴ, ὅπλον καὶ βέλος κατὰ τοῦ πονηροῦ. Ὄντως μάτην ταράσσεται πᾶς ἄνθρωπος, χωρὶς τοῦ τρόπου τούτου νικῆσαι βουλόμενος. Μὴ πλανῶ, ἄνθρωπε, οὐδεὶς Χριστοῦ ἰσχυρότερος· ἀλλ' αὐτὸς οὕτως παρετάξατο καὶ ἐνίκησε, διδάξας ἡμᾶς τρόπον νίκης ἀήττητον· τῷ τρόπῳ τούτῳ κατέβαλε τὸν ὑπερήφανον, τῇ τέχνῃ ταύτῃ κατέβαλε τὸν εἰπόντα, Ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ· ταύτῃ τῇ μεθοδείᾳ ἐνίκησε τὸν κόσμον καὶ τοῦ κοσμοκράτορος κατέκλασε τοὺς ὀδόντας, διωκόμενος, ἐπιβουλευόμενος, ὑβριζόμενος, ἐμπτυόμενος. Ὁρᾷς τὸ ἀήττητον ὅπλον; ὁρᾷς τὴν νίκην καὶ τὴν τέχνην; βλέπεις τὸ ἀνίκητον κράτος