1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

14

ἁγίου. Ἡ μὲν γὰρ ἁμαρτία αὐτῷ συνεχωρήθη, τὸ δὲ Πνεῦμα αὐτῷ οὐκ ἐδόθη. Αὐτὸς μὲν γὰρ ᾔτησεν· οὐδαμοῦ δὲ εὑρίσκομεν ἀπόκρισιν λέγουσαν, ὅτι ∆έδωκά σοι. Πρόσχες, παρακαλῶ· Ἔγραψε πεντηκοστὸν, ἑξηκοστὸν, ἑβδομηκοστὸν, ὀγδοηκοστὸν, ἐνενηκοστὸν, καὶ ἑκατοστόν. Γράφει καὶ ἄλλον ψαλμὸν μετὰ τὸν ἑκατοστὸν, μετὰ καὶ ἄλλους πολλοὺς ψαλμοὺς λέγων, Εἶπεν ὁ Κύριος τῷ Κυρῴ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Τοῦτον οὖν τὸν ψαλμὸν μετὰ τὴν ἁμαρτίαν ῥηθέντα εὑρίσκομεν ἐν Πνεύματι ἁγίῳ λεχθέντα. Πόθεν δῆλον; Ὁ Χριστὸς ἐδή-λωσεν. Ἐπειδὴ γὰρ πάντα εἰργάσατο, θάλατταν ἐχαλίνωσε, λεπροὺς ἐκάθηρε, δαίμονας ἐφυγάδευσε, κακίαν ἀπήλασε, παραλυτικὸν ἔσφιγξε, φωνὴ ἄνωθεν κατέβαινεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε· ὁ Κύριος αὐτῷ ἐμαρτύρησε, τὰ πράγματα ἐβόα, τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς ἦλθεν ἐπ' αὐτὸν, Ἰωάννης ἐμαρτύρησεν αὐτῷ· Ἰδὲ ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· λοιπὸν ὡς ἔμελλεν ἐπὶ τὸν σταυρὸν ἀναβαίνειν, καλέσας αὐτοὺς, λέγει αὐτοῖς· Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; Οὐκ ἠρώτησα ὑμᾶς ἐν ἀρχῇ· οὐκ ἐμαρτύρησα ἐν ἀρχῇ ὑμᾶς, ὅτι οὐδέπω ἀπόδειξιν ὑμῖν θεότητος παρέσχον. Ὅτε δὲ καὶ στοιχεῖα πάντα ἔδειξάν μου τὴν θεότητα, ὅτε ὁ Πατὴρ, ὅτε ἡ πρὸς αὐτὸν ὁμόνοια, ὅτε ἡ ἐμὴ διδασκαλία πάντας ἐκεῖ ἐχειραγώγησεν, ὅτε οὐδὲ σκιὰν ἔχετε ἀντιλογίας, Τί νῦν ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος ἐστὶν υἱός; Λέγουσιν ἐκεῖνοι οἱ ἀγνώμονες καὶ ἀναίσχυντοι, Τοῦ ∆αυῒδ, ἀρνούμενοι τὴν θεότητα, καὶ οὐ θέλοντες εἰπεῖν, ὅτι τοῦ Θεοῦ ἐστι. Τί οὖν αὐτός; Πῶς οὖν ∆αυῒδ ἐν Πνεύματι ἁγίῳ Κύριόν με καλεῖ, λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου; Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Εἰ δὲ Πνεῦμα εἶχεν ὁ ∆αυῒδ, ἐλύθη ἡ ἁμαρτία· εἰ δὲ ἐλύθη ἡ ἁμαρτία, καὶ τὴν αἴτησιν ἔλαβε. Λέγει γὰρ ὁ ∆αυΐδ· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Ὁρᾷς ὅτι πάλιν ἐπὶ τὸ ἀξίωμα τὸ ἑαυτοῦ ἐπανῆλθε; Πάλιν προφήτης ἐγένετο, πάλιν περὶ Χριστοῦ διαλέγεται, πάλιν ἀπέλαβεν ἑαυτοῦ τὴν παῤῥησίαν, καὶ οὐδὲν ἐλυμήνατο αὐτὸν ἡ ἁμαρτία. Εἶδες πόση τῆς μετανοίας ἡ δύναμις; Τί λέγω; Καὶ ζῶν καὶ τελευτῶν ἴσχυσεν. Ἦλθόν ποτε βάρβαροι, καὶ τὴν πόλιν ἐπολιόρκουν. Ὁ Ἐζεκίας δίκαιος ὢν παρεκάλει τὸν Θεὸν καὶ ἠξίου, λέγων· Ἐλέησόν με, Κύριε, καὶ φεῖσαι τῆς πόλεως ταύτης. Ἔρχεται πρὸς αὐτὸν ὁ προφήτης Ἡσαΐας, καὶ λέγει, ἵνα μὴ νομίσῃ ἐκεῖνος, ὅτι ἡ δικαιοσύνη αὐτοῦ ἠκούσθη· καίτοι τελευτήσας ἦν ὁ ∆αυῒδ καὶ ἔχων χίλια ἔτη ἐν τῷ ᾅδῃ· τί οὖν λέγει; Ὑπερασπιῶ σου καὶ τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ ∆αυῒδ τὸν παῖδά μου. Ὁ ∆αυῒδ ἀπέθανε, καὶ ἡ παῤῥησία αὐτοῦ ζῇ, καὶ ὁ τελευτήσας τοῦ ζῶντος προΐστατο. Ὢ δικαίου καὶ μετὰ τὴν τελευτὴν τειχομαχοῦντος! Ἐνταῦθα δὲ καταπαύσω μου τὸν λόγον, ἱκανῶς, ὡς οἶμαι, τὴν λύσιν ἀποδοὺς τῶν ζητουμένων, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.