δόξαν καὶ τιμὴν ἀπενέγκωμαι. καὶ ὁ Παῦλος δέ φησιν Εἰ μὲν ἑκὼν τοῦτο πράττω, μισθὸν οὐκ ἔχω· εἰ δὲ ἄκων οἰκονομίαν πεπίστευμαι· ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις ὁ ἀρχι τέκτων ἔργον ποιεῖ, καὶ ὁ χαλκεὺς καὶ ὁ ἀργυροκόπος βάλλων σκεύη εἰς πῦρ ἔργον ἐπιτελεῖ, οὕτω καὶ οἱ τοῦ θεοῦ ἄνθρωποι ἅπαξ εἰς τοῦτό εἰσιν εὐτρεπισμένοι, οὐχ ἵνα λαλήσωσι καὶ δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων, ἀλλ' ἵνα ὁ λόγος αὐτῶν θεϊκὸν ἔργον ἐπιτελέσῃ, ψυχὰς ἀνθρώπων οἰκοδο μῶν, καὶ βεβυθισμένον νοῦν καὶ καταπεποντισμένον εἰς κακὰ κοῦφον καὶ ἀνωφελῆ πρὸς οὐρανὸν ἀπεργαζόμενος. τοὺς γὰρ τοιούτους φωτίζοντες καὶ ὁδηγοῦντες καὶ μεταβάλλοντες εἰς ἤθη καλὰ καὶ τρόπους ἀγαθούς, παρασκευάζουσιν ἀπελθεῖν εἰς ζωήν. 55.3 εἰσὶ δὲ πολλὰ ὀχυρώματα τῆς κακίας· τὰ μὲν πρῶτα ἐπιθυμία σαρκὸς καὶ φιλαργυρία· συμβαίνει γὰρ ὅτι ἔξωθεν μέν τις πτωχός ἐστι καὶ ἀκτήμων, ἔσωθεν δὲ συνήδεται τῷ πλούτῳ καὶ ἔστι φίλος πλου σίων· καὶ ἐὰν συμβῇ ὑπό τινος καταλειφθῆναι αὐτῷ χρήματα, ἐκτρέ πεται. ζητεῖ οὖν τὸν τρόπον ὁ θεὸς ἀνάργυρον· ἢ καὶ ἐὰν συμβῇ αὐτῷ ἐμπεσεῖν πλοῦτον, τότε μάλιστα ἀηδισθῆναι καὶ μισῆσαι καὶ φυγεῖν ὡς ἀπὸ πυρός. μετὰ δὲ ταῦτά εἰσιν ἄλλα ὀχυρώματα τῆς κενοδοξίας· καὶ τῆς τυφώσεως, καὶ τίς ἄρα δυνήσεται τούτους τοὺς φραγμοὺς καὶ τὰ μεσότοιχα διαρρῆξαι, καὶ πόνον ἔχειν ἐν τῇ ψυχῇ διηνεκῆ, δάκρυά τε καὶ πεῖναν καὶ δίψαν; 55.4 εἰ οὖν ἐν τούτοις γένῃ ποτέ, λόγον ποιοῦ μετὰ τῆς ψυχῆς καὶ τοῦ σώματός σου. εἰπὲ τῷ σώματί σου· τί ποιοῦμεν ἐν τῷ κόσμῳ τούτῳ; ὀλίγος ἐστὶν ὁ καιρὸς ἡμῶν· μέλλεις φθείρεσθαι, καὶ ἀπέρχεσθαι εἰς μνημεῖον. εἰπὲ τῇ ψυχῇ σου· τι ποιεῖς ὧδε; ἄπελθε πρόσπεσον τῷ κυρίῳ, μήπως κολασθῇς εἰς πῦρ αἰώνιον· ἀντίστηθι πάλιν πρὸς τὸν πυκτεύοντά σοι ἐχθρὸν καὶ ἀφανίζοντα τοῦ νοῦν σου. μακάριοί εἰσιν οἱ παρελθόντες τοὺς φοβεροὺς τόπους ἐκείνου τοῦ σκότους, καὶ τὴν δεινὴν νύκτα, καὶ τοὺς αὐχμηροὺς τόπους καὶ νοσοποιοὺς ἀέρας τῆς ἁμαρτίας, καὶ εἰσελθόντες εἰς κατάπαυσιν καὶ χαρὰν ἐν ἀγαλλιάσει πνεύματος ἁγίου, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν. 56.τ ΟΜΙΛΙΑ Νϛ 56.1 τί ἐστι μονάζων καὶ κατὰ τίνα τρόπον ὄντως ὀνομάζεται, ὀφεί λομεν γνῶναι· καθὼς οὖν ὁ χριστὸς δίδωσι λέγομεν. πρῶτον μὲν οὕτω λέγεται, ὅτι μόνος ἐστίν, ἀπεχόμενος γυναικὸς καὶ ἀποταξάμενος τῷ κόσμῳ ἔσωθέν τε καὶ ἔξωθεν· ἤγουν ἔξωθεν μὲν ταῖς ὕλαις καὶ τοῖς κοσμικοῖς πράγμασιν ἔσωθεν δὲ τοῖς τούτων διανοήμασιν, ἵνα μὴ κατα δέχηται τοὺς λογισμοὺς τῆς κοσμικῆς φροντίδος. δεύτερον δὲ λέγεται μονάζων, ὥστε παρακαλεῖν τὸν θεὸν ἐν τῇ ἀδιαλείπτῳ εὐχῇ, ὅπως τὸν νοῦν αὐτοῦ καθαρίσῃ ἐκ τῶν πολλῶν καὶ χαλεπῶν λογισμῶν, καὶ γένη ται καθ' ἑαυτὸν μονάζων μόνος ὁ νοῦς πρὸς τὸν ἀληθινὸν θεόν, μὴ καταδεχόμενος τοὺς ἐκ τῆς κακίας λογισμούς, ἀλλὰ πάντοτε καθαρεύειν ὡς δεῖ, καὶ μένειν εἰλικρινὴς πρὸς τὸν θεόν. 56.2 τοῦτο γὰρ ἐν τῇ προαιρέσει τοῦ ἀνθρώπου ἐστίν· ἐὰν οὖν θελήσῃ δοῦναι τὴν προαίρεσιν μόνον πρὸς κύριον, αὐτὸς ἐκριζοῖ τὰ πάθη καὶ τοὺς λογισμοὺς τῆς κακίας ἀπ' αὐτοῦ, καὶ οὕτως καθαρίσας αὐτόν, ἐμφυτεύει ἐν αὐτῷ τοὺς καρποὺς τοῦ ἁγίου πνεύματος, ὅ ἐστιν, Ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια· περὶ ὧν λέγει ὁ ἀπόστολος Κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. ὅσον γὰρ ὁ θεὸς ὁρᾷ τὴν προαίρεσιν τοῦ ἀνθρώπου σχολάζουσαν καὶ πρὸς αὐτὸν ἐγγίζουσαν ἀπερισπάστως ἀεί, τοσοῦτον καὶ αὐτὸς πολυ πλασιάζει τὴν χάριν αὐτοῦ ἐν αὐτῷ, καὶ πλουτίζει αὐτὸν ἐν αὐτῇ· ὅσον δὲ βλέπει τὴν προαίρεσιν ἡμῶν ἀμελοῦσαν καὶ μὴ ἐγγίζουσαν αὐτοῦ ἀλλὰ περισπωμένην ἐν ταῖς ὑλικαῖς πράξεσι, τοσοῦτον καὶ αὐτὸς ἀπο χωρεῖ, καὶ οὐ μέλει