14
εἰσὶ καθαραί. 83 Καὶ ταῦτα τῆς φθασάσης ἐξομολογήσεως μέρος· ὡς γὰρ σκότος ἡμῖν ἐκ νεφέλης ἐπήγαγες τὰς τῶν δεινῶν περιστάσεις, καὶ μακρὰν ὄντας ἀπὸ σοῦ κατεδίωξας , ἀπώλεσας νεκρῶν τῇ ἁμαρτίᾳ διὰ τῆς τιμωρίας. καὶ ἐπείπερ αἱ ἁμαρτίαι ἡμῶν διίστων ἡμᾶς ἀπὸ σοῦ ὥσπερ διατειχιζούσης νεφέλης , οὐκ ἔφθανεν ἡμῶν ἡ προσευχὴ πρός σε· οὐ γὰρ εἴχομεν «πτέρυγας περιστερᾶς» ὑπερίπτασθαί τε καὶ λέγειν· «ἐν τῷ θεῷ ὑπερβήσομαι τεῖχος». οὐ γὰρ ἦν εὐχερὲς παρελ θεῖν τὴν ἁμαρτίαν, στερεάν τε οὖσαν καὶ σκοτεινὴν καὶ πνεύματος ἄμοιρον ἁγίου. 84 Σύμμαχος· πτόησις . ὅλῳ στόματι κατέπιον ἡμᾶς, καὶ εἰς βάθος κακῶν ὑπηνέχθημεν φόβου καὶ ταραχῆς ἐμπλησθέντες· «ἐμ πίπτει γὰρ εἰς ὃν ὤρυξε βόθρον» ὁ ἁμαρτωλὸς διδοὺς ὧν ἥμαρτε δίκας. καὶ ἐπεὶ «πρὸ συντριβῆς ἡγεῖται ὕβρις» κατὰ τὸν Σολομῶντα, τουτέστιν ὑπερηφανία, ἐπήρθημέν τε καὶ συνετρίβημεν . ὅθεν ὁ ∆αβὶδ μελῳδεῖ· «μὴ ἐλθέτω μοι ποὺς ὑπερηφανίας , καὶ χεὶρ ἁμαρ τωλοῦ μὴ σαλεύσαι με». 85 Καὶ τοσαῦτα παθὼν τῶν δεδρακότων ὑπεραλγεῖ, οὕτως «ἡ ἀγάπη τὸ κακὸν οὐ λογίζεται». 86 Ἀντὶ τοῦ ὁ ὀφθαλμός μου κατεπονήθη, καὶ οὐ σιγήσε ται τοῦ μὴ εἶναι ἔκνηψιν Σύμμαχος εἶπεν· ὁ ὀφθαλμός μου ἐπέμεινε, καὶ οὐκ ἐπαύσατο τοῦ μὴ εἶναι ἄνεσιν . δηλοῦσι δὲ οἱ μὲν Ἑβδομήκοντα ὅτι καίπερ τῶν ὀφθαλμῶν ἐκ πλήθους δακρύων ἠσθενηκότων οὐ διέλειπον ὅμως, ἀνανῆψαι τοῦ κλαυθμοῦ μὴ δυνά μενος, ὁ δὲ Σύμμαχος ὅτι ἐπέμεινά τε δακρύων καὶ οὐ διέλειπον· προσευχὴ γὰρ ἐκτενὴς καὶ δακρύων ἐπίτασις τὸν θεὸν ἐφέλκει πρὸς ἔλεον. 87 Κατακόπτει γάρ με τὰ δάκρυα, φησί, καθάπερ ἄμπελον ἀκριβὴς τρυγητής· κατὰ δὲ Σύμμαχον, ὅτι κατεπόντισάν με τὰ δάκρυα, τῇ τῶν ἐν ὕδασι πνιγομένων μεταφορᾷ. ὑπομένων δὲ ὑπομενῶ τὸν κύριον , μέχρι τοῦ ἀποστρέφειν τὸ πρόσωπον αὐτοῦ ἀφ' ἡμῶν. τὸ διακύψαι δὲ τὸν θεὸν τὸ τῆς ἐπισκοπῆς ἡμᾶς ἀξιῶσαι δηλοῖ. ἐξη γεῖται δὲ τὸ παρὰ πάσας ἐπὶ πάσας ἐπενεγκών, τουτέστιν ἐπὶ ταῖς αὐ τῶν συμφοραῖς· τὸ γὰρ θῆλυ γένος τοῦ τῶν ἀρρένων ἐλεεινότερον. 88 Ἢ ἃ πέπονθε λέγει· ἐνεβλήθη γὰρ λάκκῳ καὶ ὅσον ἧκεν εἰς ἐκεί νους ἀπέθανεν, σωθεὶς δὲ παρ' ἐλπίδα ἐβόα μετὰ ∆αβίδ· «ἡ ψυχή μου ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων»· οὐ γὰρ ἦν «πεσεῖν ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς» κατὰ τὴν τοῦ σωτῆρος φωνήν. ἢ τοίνυν δι' ἑαυτόν φησιν ἢ καὶ τὰ τοῦ λαοῦ οἰκειούμενος πάθη. ἀλλὰ τὸ δωρεὰν περὶ αὐτοῦ εἰκότως ἂν λέγοιτο· τί γὰρ αὐτοὺς ἠδίκησεν, μᾶλλον δὲ οὐκ εὐεργέτησεν; 89 Ἐδίκασεν ὁ θεὸς ἀποκτείνας τὸν ψευδοπροφήτην καὶ τὸν βασι λέα παραδούς, καὶ ἐπὶ τοῦ Χριστοῦ παραδοὺς τὸ ἔθνος εἰς ἅλωσιν. τὸ δὲ ἐγὼ ἐπ' ὀφθαλμοὺς αὐτῶν , ὅτι βαρὺς ἤμην αὐτοῖς καὶ φαινόμενος. 90 Ἔλεγε καὶ πρόσθεν· «συντέλεσον αὐτούς, καὶ ἔσται σου ὁ λόγος ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου». ταῦτα γέγονε μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἐπιβουλήν, ὅτε πανταχοῦ διεσπάρησαν· ἦλθε γὰρ ἐπ' αὐτοὺς «πᾶν αἷμα δίκαιον ἐκχυθέν». τὸ τοίνυν συντελέσαι δηλοῖ τὸ τέλος λαβεῖν τὴν κατ' αὐτοὺς λατρείαν, καὶ τὸ μηκέτι χρη ματίζειν ἔθνος θεοῦ. 91 Τὸ ὑπερασπισμὸν καρδίας μόχθον αὐτοῖς , ὅτι δώσεις αὐ τοῖς μόχθον εἰς αἴσθησιν τοῦ πόσος ὑπῆρχες ὑπερασπίζων αὐτῶν, ἵνα σὲ καὶ πάλιν ζητήσωσιν. εἰ δὲ μή, καταδιώξεις αὐτοὺς ἐν ὀργῇ σου . 92 Τῆς νῦν παρούσης τετάρτης στοιχειώσεως ἀρχόμενος τὸν περὶ τῶν ἐπιφανῶν ἐξαιρέτως ἐπανέλαβε Θρῆνον, ἠμαυρῶσθαι λέγων τὴν ἐπιφάνειαν ἐκκεχυμένου τε δίκην ὕδατος ἠφανίσθαι. 93 Ἅγιοι δὲ ὡς ἐκλεκτοὶ διὰ τοὺς πατέρας ἢ διὰ τοὺς σὺν Ἰωακεὶμ ληφθέντας ἁγίους, οὓς ἀπείκασε σύκοις χρηστοῖς. Καὶ μετ' ὀλίγα· Ἐξόδων δὲ τῶν ἀπὸ τῆς ἁγίας γῆς «ἀπαγουσῶν εἰς ἀπώλειαν» καὶ εἰς τὸν νοητὸν Βαβυλώνιον, «ἵνα παιδευθῶσι μὴ βλασφημεῖν». εἴποις δ' ἂν τὸν Θρῆνον καὶ ἐπὶ τῶν ἐκ θεοσεβείας μεταβαλλόντων, εἴπερ εἶεν ἐπίσημοι καὶ πλάνης ἡγοῖντο τοῖς ἄλλοις, «καταλιπόντες μὲν τὴν πηγὴν τοῦ ζῶντος ὕδατος, γεγονότες δὲ λάκκοι συντετριμ μένοι οἳ οὐ δύνανται στέγειν». ὅθεν εἰκότως ἐκχέονται περὶ τὴν πλάνην ἀωρὶ στένοντες. 94 Οἱ