σκολιὰ εἰς εὐθεῖαν». Ἕκαστος γὰρ ἡμῶν σκολιὸς ἦν· ἐν μὲν τοίνυν τῇ Χριστοῦ ἐπιδημίᾳ τῇ γενομένῃ εἰς τὴν ψυχὴν γίνεται «τὰ σκολιὰ εἰς εὐθεῖαν». Καὶ πάλιν τραχὺς ἦν ἡμῶν ὁ βίος καὶ ἀνώμαλος ὁ λόγος· ἐλθὼν δὲ ὁ κύριος ἡμῶν λεῖα πάντα πεποίηκεν. 22.135 Οἵ ποτε «σάρκες» τῷ φρονήματι, νῦν πνεύματι βλέπομεν «τὸ σωτήριον τοῦ θεοῦ»· ἢ ἔτι σαρκοφοροῦντες παραδόξως βλέπομεν «τὸ σωτήριον τοῦ θεοῦ». Περὶ δὲ τοῦ «πᾶσα» καὶ «πᾶν» ζητήσεις, καὶ πότε συντε λεσθήσεται ταῦτα ἀρξάμενα καὶ καθολικῶς καὶ καθ' ἕκαστον. 22.136 Ὅρα, πηλίκη ἐστὶν ἡ «μέλλουσα ὀργή»; Καταστρέφει τὸν κόσμον, κο λάζει τοὺς δεηθέντας παιδεύσεως· καὶ ὕλην αὐτῇ ἕκαστος ποιεῖ, ἐξ ὧν ἔπραξεν. 22.137 «Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας». Τίνες δὲ οἱ καρποί; «Εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγ κράτεια» καὶ τὰ σύμφωνα τούτων, οἳ καὶ «τοῦ πνεύματος καρποὶ» λέγονται. Προφητεύει τοίνυν τὴν καθαί ρεσιν ἐκείνου τοῦ λαοῦ καὶ τὴν κλῆσιν τῶν ἐθνῶν· ἐκείνοις γὰρ αὐχοῦσι τὸν Ἀβραὰμ φησίν· «μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς· πατέρα ἔχομεν τὸν Ἀβραάμ», εἶτα περὶ τῶν ἐθνῶν λέγει· «λέγω γὰρ ὑμῖν, ὅτι δύ ναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ». Φησὶ 22.138 γὰρ πρὸς τὸν Ἀβραάμ· «πατέρα πολ λῶν ἐθνῶν τέθεικά σε», τῶν διὰ πίστεως δηλονότι τῆς ἐν Χριστῷ. Ποίων λίθων; Οὐ λίθους ἐδείκνυεν ἀψύχους, ἀλλ' ἀνθρώπους ἀναισθή τους ὄντας λίθους, ἐπειδήπερ λίθοις καὶ ξύλοις προσεκύνουν, καὶ ἐγένετο ἐπ' αὐτοῖς τὸ γεγραμμένον· «ὅμοιοι αὐτῶν γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς». 22.139 Ἔτι δὲ καὶ περὶ τῶν λίθων γέ γραπται ἐν τῇ ᾠδῇ τῇ ἐν τῇ Ἐξόδῳ· «ἀπολιθωθήτωσαν τὰ ἔθνη, ἕως ἂν παρέλθῃ ὁ λαὸς οὗτος, ὃν ἐκτήσω», ὡς δηλονότι μετὰ τὸ παρελθεῖν τὸν λαὸν μηκέτι ἀπολιθωθείησαν, ἀλλ' ἀπολαβέτωσαν καὶ ψυχὴν λογικὴν ἀνθρωπίνην. 23.141 Τρία τάγματα εἰσήγαγε πυνθα νομένων τοῦ Ἰωάννου· ἓν μὲν ὠνό μασεν «ὄχλους ἐκπορευομένους ἐπὶ τὸ βάπτισμα», ἄλλο δὲ ὠνόμασε «τε λώνας», τρίτον δὲ ὠνόμασε «στρα τιώτας». Τί οὖν φησιν πρὸς αὐτοὺς ὁ Ἰωάν νης; «Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι». Γενόμενος ἐγὼ κατὰ τὸν τόπον τοῦτον ἐζήτουν, εἰ αὕτη ἡ ἐντολή, ὅσον ἐπὶ τῷ ῥητῷ, οὐ τῷ ὄχλῳ ἁρμόζει ἀλλὰ τοῖς ἀποστόλοις· «ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι»· ὅτι γὰρ τοῖς ἀποστόλοις ἁρμόζει, δῆλον ἐκ τῶν ἀναγραφέν των ὡς ὑπὸ τοῦ σωτῆρος πρὸς αὐ τοὺς εἰρημένων, ἐν οἷς ἔλεγεν αὐτοῖς 23.142 «μηδὲ δύο χιτῶνας εἰς ὁδὸν ἆραι», ἀλλ' ὅρα, εἰ τὰ εἰρημένα περὶ ἐνδύ ματος ἐν τῷ λόγῳ τῷ περὶ τῆς γυμ νότητος δύνασαι παραλαβεῖν εἰς τό· «ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι». Ἐρχόμενος δὲ καὶ ἐπὶ βαθύτερον λέγω· θέλει γὰρ ἡμᾶς ὁ λόγος μὴ «δύο χιτῶνας» ἔχειν καὶ ἐνδεδύσθαι, πῆ μὲν τὸν παλαιόν, πῆ δὲ τὸν νέον, ἀλλ' ἐκδύσασθαι μὲν τὸν ἕτερον, τὸν δὲ ἕτερον ἔχειν. Ἅμα δὲ ἐζήτουν τό· «μεταδότω τῷ μὴ ἔχοντι». Τίς δέ ἐστιν ὁ μη<δὲ ἓν> ἔνδυμα ἔχων περὶ τὸν χρῶτα καὶ μὴ ἐσκεπασμένος ὥστε αὐτῷ με ταδιδόναι; -οὐ τοῦτο λέγω, ὅτι οὐ δύναται καὶ καθ' ὑπερβολὴν τοῦτο 23.143 προτρεπτικὸν εἶναι πρὸς τὸ δεῖν ἐν δύειν τοὺς πένητας καὶ μὴ ἀμελεῖν τῆς ἐντολῆς, ἀλλ' ὅτι δύναται καὶ οὕτως εἰρῆσθαι μυστικώτερον· [ἀλλ'] ἢ ὁ διάβολος ὁ μηδὲν ἔχων ἀγαθόν, ὁ τὸν θεὸν μὴ ἔχων. <Καὶ ὥσπερ γέγραπται,> ὅτι δεῖ ἡμᾶς ἀποδυσαμένους ὥσπερ «εἰς τὰ βάθη τῆς θαλάσσης καταποντίσαι τὰς ἁμαρτίας», <οὕτως> δεῖ ἐπιρρίπτειν τὰς ἁμαρτίας <αὐτῷ> ὡς αἰτίῳ γε νομένῳ ἡμῖν τοῦ ἁμαρτάνειν. Τὸ αὐτὸ καὶ ἐπὶ τῶν βρωμάτων· κατὰ μὲν τὸ πρόχειρον μεταδοτέον τῷ μὴ ἔχοντι τροφήν, κατὰ δὲ τὸ κρυπτό μενον τὰ φαῦλα τοῖς δαίμοσιν ἀπορ ριπτέον. 23.144 «Ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆ ναι». Τοῦτο τοὺς τελώνας πεισάτω «πλέον» τῆς διατάξεως τῆς κατὰ τοὺς τελώνας μὴ λαμβάνειν ἀπὸ τῶν τελω νουμένων· ὁ γὰρ τοῦτο παραβαίνων καὶ «πλέον ὑπὲρ τὸ διατεταγμένον» ἀπαιτῶν παραβαίνει ἐντολήν, οὐκ Ἰωάννου, ἀλλὰ τοῦ ἐν αὐτῷ ἁγίου πνεύματος. Οἶδα καὶ ἄλλους τελώνας, οἳ μετὰ τὴν ἐντεῦθεν ἡμῶν ἀπαλλαγὴν ἐπὶ τοῖς τέρμασι τοῦ