ἀποκρίνεται αὐ τοῖς διὰ τοῦ προφήτου, ὡς χρῄζουσιν ἐπιστροφῆς, λέγων· Ἐπιστρέψατε καὶ ἀποστρέψατε, καὶ τὰ ἑξῆς. Γῆ, ἣ ἐὰν ἁμάρτῃ. Ἔθος τῇ θείᾳ Γραφῇ πολλά κις ὀνομάζειν τὸ οἴκημα ἤτοι τὴν κατάστασιν εἰς πρόσωπον τῶν οἰκούντων· καὶ πάλιν τοὺς οἰκοῦντας εἰς πρόσωπον τοῦ οἰκήματος. Ἐὰν οὖν γῆ ἁμάρτῃ, τοὺς γηΐνους διὰ τῆς γῆς ὠνόμασε· δι' ἣν αἰτίαν ἐξολοθρευθήσεται ἐξ αὐτῆς ἄνθρωπος καὶ κτῆνος. Καὶ ἄλλως ἡ γηΐνη ἕξις ἐὰν ἁμάρτῃ (πέφυκε γὰρ αὕτη ἁμαρτεῖν), ἐξολοθρευθήσεται ἐξ αὐτῆς ἄνθρω πος καὶ κτῆνος· ὁ κτηνώδης ἄνθρωπος καὶ ὁ λογι κώτερος ἄνθρωπος. Οὐ γὰρ ἔστιν εἰπεῖν τὴν γῆν ταύτην ἣν πατοῦμεν εἶναι λογικὴν, καὶ αὐτὴν ἁμαρ τάνειν, ὥς τινες ἐφαντάσθησαν. Εἰ γὰρ τοῦτο δώσο 13.808 μεν, ὥρα τὰ πάντα λέγειν ἔμψυχα, καὶ συνηγορεῖν τοῖς τὰς μετεμψυχώσεις εἰσάγουσι. Καὶ συντρίψω αὐτῆς στήριγμα ἄρτου. Ἀντὶ τοῦ· Κατὰ τὴν ἀδικίαν τιμωρηθήσονται. Τοῦ αὐτοῦ. Ἡ γῆ ἡμῶν ἡ ἁμαρτάνουσα, ὁ ἔξω ἄνθρωπος κολάζεται τῷ αἰσθητῷ λιμῷ· καὶ ὁ ἔσω ἄνθρωπος κολάζεται τῷ νοητῷ λιμῷ, τῇ στερήσει τοῦ πνευματικοῦ ἄρτου. Ἀγωνίαν ὑπομένει καὶ ὁ ἔξω, καὶ ὁ ἔσω· καὶ ὅσα ὑπομένει ὁ ἔξω κατὰ τὸ αἰσθητὸν, τοσαῦτα ὑπομένει καὶ ὁ ἔσω κατὰ τὸ νοητόν. Τοῦ αὐτοῦ. Λέγεται καὶ ἡ ἑκάστου ἡμῶν ψυχὴ γῆ· ἡ μὲν παράδεισον γῆ ἔχουσα, ἡ δὲ ἀκάνθας· ἡ δὲ καλὴ λέγεται, ἡ δὲ πονηρά. Καὶ ταῦτα δηλοῖ ἡ πα ραβολὴ τοῦ Κυρίου. Καὶ ἐὰν ὦσιν οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, Νῶε, Ἰὼβ, ∆ανιήλ. Πρόσωπά ἐστι τῶν ἁγίων τούτων λαμβανόμενα, πᾶς ὃς ἐὰν μὴ φθείρῃ τὸν βίον ἑαυτοῦ ἐπὶ γῆς, οὐ ποιούμενος ὅλος τῇ σαρκὶ διὰ τοῦ ποιεῖν αὐτὸν τὸ φρόνημα τῆς σαρκὸς, ὥστε χρηματίσαι αὐτὸν ὅλον σάρκα, ἀλλὰ φαινόμενος ὡς φωστὴρ ἐν κόσμῳ, ἐπέχων λόγον ζωῆς ἐν μέσῳ γε νεᾶς σκολιᾶς καὶ διεστραμμένης, ὥστε χρηματίσαι πρὸς αὐτὸν τὸν Θεὸν, ὅτι, Σὲ εἶδον δίκαιον μόνον ἐν τῇ γενεᾷ ταύτῃ. Πᾶς οὖν ὁ τοιοῦτος Νῶέ ἐστι, καὶ τὰ ἱστορούμενα ἐπ' ἐκείνου ἀνάγεται καὶ ἐπὶ τοῦτον· τῇ γὰρ καταστάσει γεγόνασιν ἴσοι ἀμφότε ροι, ὥστε χρηματίσαι αὐτοὺς Νῶε. Τοῦ αὐτοῦ. Πᾶς ὃς ἐὰν θῇ ἐπὶ τῇ καρδίᾳ αὐτοῦ μὴ μιανθῆναι ἐν τοῖς βρώμασι καὶ τοῖς πόμασι τοῦ νοητοῦ Ναβουχοδονόσορ, ἀλλὰ κακῶσαι τὴν ψυχὴν αὐτοῦ νηστείαις ἐν τῇ Βαβυλῶνι ταύτῃ διὰ τὴν γνῶ σιν τῆς ἀληθείας, ὁ τοιοῦτος ∆ανιήλ ἐστι, καὶ τὰ ἱστο ρούμενα ἐπ' ἐκείνου ἁρμόσει καὶ ἐπὶ τούτῳ λέγεσθαι· μία γὰρ κατάστασις, καὶ τῆς αὐτῆς ἕξεως οἱ ἀμφό τεροι, ὡς καλεῖσθαι αὐτοὺς ∆ανιήλ. Τοῦ αὐτοῦ. Πᾶς ὃς ἐὰν ᾖ ἄμεμπτος ἐν βίῳ, ἀλη θινὸς ἐν θεοσεβείᾳ, ὥστε ἀπέχεσθαι αὐτὸν ἀπὸ κακοῦ παντὸς, ὥστε παραζηλοῦσθαι ἐπ' αὐτῷ τὸν διάβολον, καὶ πάντα γενικὸν πειρασμὸν ἐπαγαγεῖν αὐτῷ ἐν πειρασμοῖς, καὶ οὐκ ὀκλάσῃ ἕως λόγου χειλέων· ὁ τοιοῦτος Ἰώβ ἐστι, καὶ τὰ ἱστορούμενα ἐπ' ἐκείνῳ ἁρμόσει καὶ ἐπὶ τούτῳ. Ἀμφότεροι γὰρ ἴσοι ἐν μιᾷ ἕξει ἐν Κυρίῳ, καὶ Ἰὼβ κληθήσονται ἀμφότεροι. Εἰ υἱοὶ καὶ θυγατέρες σωθήσονται. Υἱοὺς ἔχει ὁ ∆ανιὴλ κατὰ τὴν αὐτὴν πνευματικὴν γενεὰν, οὓς ἐγέννησεν ἡ προφητεία αὐτοῦ· υἱοὺς γὰρ σαρκικοὺς οὐκ ἔσχεν· εὐνοῦχος γὰρ ἦν, ὥς φασι. Καὶ δῆλον· ὑπὸ τούτων γὰρ παρεδόθη τῷ ἀρχιευνούχῳ. Ἐὰν οὖν οἱ τρεῖς οὗτοι ἄνδρες, Νῶε, καὶ Ἰὼβ, καὶ ∆ανιὴλ, εὑρεθῶσιν ἐν τῇ ἁμαρτούσῃ γῇ, οὗτοι ἐν τῇ δικαιο σύνῃ αὐτῶν σωθήσονται· ὡσεὶ ἔλεγε· Καὶ ἐὰν εὑ ρεθῶσιν ὡς Νῶε, καὶ Ἰὼβ, καὶ ∆ανιήλ. Ἐὰν υἱοὶ καὶ θυγατέρες ὑπολειφθῶσιν. Ἀντὶ τοῦ, οὐχ ὑπολειφθήσονται. Αὐτοὶ μόνοι Νῶε, καὶ ∆ανιὴλ, καὶ Ἰὼβ ἐν τῇ δικαιοσύνῃ αὐτῶν ῥύσονται τὰς ψυχὰς αὐτῶν, τὰς ἰδίας δηλονότι· ἔστι γὰρ καὶ 13.809 ἀλλαχοῦ τῆς θεοπνεύστου Γραφῆς τοιοῦτον εἶδος φρά σεως, ἄρνησιν ἔχον πρόδηλον, ὡς τὸ εἰρημένον τῷ Ἠλίᾳ πρὸς τὸν Ἀχαάβ· Ζῇ Κύριος ὁ Θεὸς τῶν δυ- νάμεων, ὁ Θεὸς Ἰσραὴλ, ᾧπέρ ἐσμεν ἐνώπιον αὐτοῦ, εἰ ἐπὶ τὰ ἔτη ταῦτα δρόσος καὶ ὑετὸς ἀνὰ πᾶσαν γῆν ἔσται. Οὕτω καὶ ὁ Κύριος ἐν τῷ κατὰ Μάρκον Εὐαγγελίῳ, ὅτι, Ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον· τουτέστιν οὐ δοθήσεται. Καὶ τὸ ἐν Ψαλμοῖς εἰρημένον τούτοις ὅμοιον· Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσιν. Ἀντὶ γὰρ τοῦ, οὐκ