15
τῆς παλαιᾶς διαθήκης· δείξομεν δὲ αὐτοῖς καὶ ἀπ' αὐτῶν τῶν εὐαγγελίων, ὅτι ὁ Χριστὸς καὶ οἱ ἀπόστολοι καὶ μετελάμβανον τῶν βρωμάτων καὶ τοὺς ἐσθίοντας οὐκ ἐκώλυον. Πρῶτον μὲν γὰρ τεχθεὶς ὁ κύριος ὑπὸ τῆς ἀειπαρ θένου Μαρίας καὶ περιτμηθεὶς τῇ ἡμέρᾳ τῇ ὀγδόῃ κατὰ τὸν νόμον Μωσέως καὶ ἀνατραφεὶς ὑπὸ τοῦ Ἰωσὴφ καὶ τῆς ἁγίας παρθένου Μαρίας, καὶ ἐν τῷ ναῷ τοῦ θεοῦ ὅσα τε ὁ νόμος διηγόρευσε καὶ τούτῳ ἐγένετο, ἕως οὗ ἐπληρώθη τὸ τριακοστὸν ἔτος· οὐδὲ γὰρ ἦν δυνατὸν μὴ ἀναβαίνειν αὐτὸν καθ' ἕκαστον ἔτος εἰς τὴν ἑορτὴν τοῦ φαγεῖν τὸ πάσχα, ὅπερ ἦν ὁ ἀμνὸς καὶ τὰ ἀκόλουθα. Καὶ μαρτυρεῖ αὐτὸς ὁ κύριος λέγων· Οὐκ ἦλθον καταλῦ σαι τὸν νόμον, ἀλλὰ πληρῶσαι. Πληρωθέντος δὲ τοῦ Χρόνου ἐλθὼν ἐπὶ τὸ βάπτισμα καὶ νηστεύσας τεσσαράκοντα ἡμέρας καὶ τεσσαρά κοντα νύκτας ὕστερον ἐπείνασεν, ἵνα πληροφορήσῃ ἕκαστον ὅτι ἀκριβῶς τὸν ἄνθρωπον ἐφόρεσε καὶ οὐ δοκήσει οὐδὲ φαντασίᾳ ἦλθεν ἐπὶ τῆς γῆς. Ἀπέχεται μὲν πάντων διὰ τὴν νηστείαν, ἵνα διδάξῃ νηστεύειν· ἀπέχεται δὲ οὐχ ὡς ἀπὸ ἀκαθάρτων, καθὼς προείπομεν· μετὰ μικρὸν γὰρ εὑρίσκεται μεταλαμβάνων. ∆ιὰ γὰρ τῆς πείνης ἔδειξεν ὅτι τὸ σῶμα ὃ ἐφόρεσε τροφῆς χρείαν εἶχε· πολλάκις γὰρ κληθεὶς ὑπὸ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν καὶ ὑπὸ Σίμωνος τοῦ φαρισαίου ἤσθιε τὰ παρατιθέμενα αὐτῷ καὶ ἐθερά πευε τοὺς ἀρρώστους αὐτῶν. Καὶ ἵνα πείσῃ πάντας ὅτι οὐδὲν παρεφυλάττετο τῶν ἐπιτετραμμένων ἐν τῷ νόμῳ, αὐτὸς μαρτυρεῖ καὶ οὐκ ἂν διεψεύσατο ἡ ἀλήθεια· λέγει γὰρ οὕτως ὀνειδίζων τὸ σκληρὸν τοῦ λαοῦ· Ἦλθεν ὁ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγετε· δαιμόνιον ἔχει· εἶτα περὶ ἑαυτοῦ· Ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν. Τίς τολμήσει ἔτι θεομαχῆσαι καὶ τῇ ἀληθείᾳ ἀντιστῆναι; Καὶ ἐν ἑτέρῳ αὐτὸς ὁ κύριος· Οὐ τὰ εἰσπορευόμενα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐκ τῆς καρδίας ἐκπο ρευόμενα, ταῦτα μιαίνει τὸν ἄνθρωπον. Καὶ τοὺς μαθητὰς δὲ ἀποστέλλων ἐπὶ τὸ κήρυγμα παρήγγειλεν αὐτοῖς· Ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν καὶ θεραπεύετε τοὺς ἀρρώστους αὐτῶν. Καὶ οὐκ εἶπεν αὐτοῖς πολυπραγμονεῖν εἰ χύτρα καὶ πινάκιον καθαρόν, ἀλλ' ἁπλῶς τὰ παρατιθέμενα ἐσθίετε. Τὰ δὲ πλήθη τὰ παρακολου θοῦντα αὐτῷ πῶς ἐκόρεσε; Τοὺς πεντακισχιλίους λέγω καὶ τοὺς τετρακισχιλίους. Πῶς; σὺν τοῖς ἄρτοις καὶ τοὺς ἰχθύας αὐτοῖς ἐπέδωκεν. Ἐκέλευσε γὰρ τοὺς ὄχλους ἀναπεσεῖν καὶ εὐλογήσας τοὺς ἄρτους καὶ τοὺς ἰχθύας ἔδωκε τοῖς μαθηταῖς, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. Ἤθελον ἐρωτῆσαι τὸν αἱρετικόν· «Εἰ παρῆς, ἐλάμβανες τὴν εὐλογίαν τοῦ Χριστοῦ ἢ διὰ τοὺς ἰχθύας τὴν εὐλογίαν ἀπεστρέφου «; Πάντως δὲ καὶ αὐτὸν τὸν Χριστὸν ἂν ἐβδελύσσου, ὅτι τὰ ἔμψυχα τῷ λαῷ παρέθηκεν εἰς βρῶσιν καὶ ἀπόλαυσιν. Ἀλλ' ὅμως τολμῶσι λέγειν οἱ ἀεὶ τῷ Χριστῷ ἀντι πίπτοντες, ὅτι ἀπὸ τῶν ἰχθύων οὐκ ἐπερίττευσεν. Πρῶτον μέν, σὺ τίς εἶ ὁ ἀποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· σὺ τί με ἐποίησας οὕτως; Οὐ φρίττεις τὸ μυστήριον; Οὐκ ἐκπλήττῃ ἐπὶ τῷ παραδόξῳ, ὅτι ἀπὸ πέντε ἄρτων καὶ δύο ἰχθύων τοσαῦτα πλήθη ἐκορέσθη, ὁμοίως δὲ καὶ ἀπὸ τῶν ἑπτὰ ἄρτων καὶ ἀπὸ τῶν δύο ἰχθύων τὸ αὐτὸ γέγονε; Πλὴν ἵνα φραγῇ πᾶν στόμα ἀναίσχυντον, Μάρκος ὁ εὐαγγελιστὴς εἶπε πεπερισσευκέναι καὶ ἀπὸ τῶν ἰχθύων. Ἆρα οὐκ ἂν ἄρτι παύσῃ συζητῶν τῷ κυρίῳ; Ἢ ἐπιμενεῖς ἐπὶ τῇ ἀναισχυντίᾳ; Τὸ δὲ ὠὸν ποῦ ἔμαθες ἀποφεύγειν ὡς δηλητήριον; Τίνα δὲ ἔγνως ποτὲ ὅτι φαγὼν ὠὸν κατεκρίθη ἢ ἀπώλετο; Ἢ ποῦ θεὸς ἐν ταῖς γραφαῖς ἐκώλυσεν ὠὸν ἐσθίειν; Σὺ δὲ ὑπὲρ πᾶσαν πορνείαν καὶ μοιχείαν τὸ ὠὸν φοβῇ καὶ ταῖς μὲν ἀλλοτρίαις γυναιξὶ καταμόνας ἡδέως συζῇς μὴ λογιζόμενος τὴν βλάβην, ὠὸν δὲ ὡς βδέλυγμα φυλάττῃ. Τάχα δὲ καὶ ἐκ τῆς πολλῆς ἀδιαφορίας οὐδὲ αἰσθάνῃ αὐτοῦ τοῦ κυρίου λέγοντος· Πᾶς ὁ ἐμβλέψας πρὸς τὸ ἐπιθυμῆσαι, συντυχία*. Σὺ δὲ πῶς ἐκφεύξῃ τὸ κρίμα τοῦ θεοῦ ἀεὶ συνοικῶν ἀλλοτρίαις; Φύγε ἀπὸ γυναικὸς ὡς ἀπὸ προσώπου ὄφεως, ὥς φησιν ἡ