1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

15

σῶμα κυμ28.1265 ριακὸν λέγω καὶ ψυχὴν κυριακὴν καὶ αἷμα κυριακὸν καὶ ταφὴν κυριακὴν καὶ ἄνθρωπον καθόλου κυ ριακὸν ἑνώσει τοῦ θεοῦ λόγου, οὕτως ὡς εἶναι ἕνα κύριον τὸν αὐτὸν θεὸν καὶ ἄνθρωπον· καί ποτε αὐτὸν ὅλον θεὸν καὶ κύριον ἀκούειν, καί ποτε αὐτὸν ὅλον ἄνθρωπον. αὐτὸς γὰρ λέγει περὶ ἑαυτοῦ· "τί με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα;" καὶ Παῦλος· "ἄνθρωπος Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας", καὶ αὐτὸν τοῦτον τὸν ἄνθρωπον ψηλαφήσας ὁ Θωμᾶς λέγει· "ὁ κύριός μου καὶ ὁ θεός μου", καὶ ὁμοίως ὁ Παῦλος λέγει· "ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας"· θεὸς οὖν καὶ ἄνθρωπος ὅλος διὰ τὴν ἐξ εὐδοκίας ἕνωσιν. εἰ γὰρ "ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν", πολλῷ πλεῖον ὅταν ὁ κύριος λέγηται καὶ πιστεύηται ἄνθρωπος γεγενῆσθαι οὐκ ἀπολέσας τὸ εἶναι θεὸς, ἔστι θεὸς καὶ ἄνθρωπος ὁ αὐτός· θεὸς μὲν διὰ τὴν φύσιν, ἄνθρωπος δὲ διὰ τὴν ἐξ εὐδοκίας μετοχὴν τῆς ἀνθρωπότητος.