1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

15

καὶ ἑαυτοὺς προσαπολλύωμεν, τίς ἡμᾶς ἐξαιρήσεται καὶ ἀπαλλάξει τῆς τιμωρίας τῆς ἐπὶ τούτοις κειμένης; Οὐκ ἔστιν οὐδείς. Ταῦτα οὖν ἅπαντα συναγαγόντες, πρὸς ἑαυτοὺς καταλλαγῶμεν ὀψὲ γοῦν ποτε τῇ σωτηρίᾳ τῶν ἡμετέρων ψυχῶν. Εἰ δὲ δοκεῖ τινα δυσκολίαν ἔχειν τὸ συνήθειαν διασπασθῆναι μακρὰν, τῇ δυνάμει τοῦ λογισμοῦ μετὰ τὴν τοῦ Θεοῦ χάριν τὸ πᾶν ἐπιτρέψαντες, κἀκεῖνο πείσαντες ἑαυτοὺς, ὅτι, ἂν ἀρχὴν μόνον ἐπιθῶμεν τῷ πράγματι, οὐκέτι ὀψόμεθα δυσχερὲς, οὕτω κατατολμήσωμεν τῆς συνηθείας. Ἂν γὰρ δέκα ἡμέρας ἑαυτὸν ἀποστήσῃς, εὐκολώτερον τὰς εἴκοσιν οἴσεις, καὶ δὶς τοσαύτας πάλιν· εἶτα ὁδῷ προβαίνων οὐδὲ αἴσθησιν λήψῃ λοιπὸν τῆς ἐν ἀρχῇ δυσκολίας, ἀλλὰ τὸ σφόδρα δυσκαταγώνιστον εὐκολώτατον ὄψει γινόμενον, καὶ εἰς ἑτέραν καταστήσεις πάλιν σαυτὸν συνήθειαν, καὶ ῥᾳδίαν εὑρήσεις τὴν μετάθεσιν οὖσαν οὐ διὰ συνήθειαν μόνον, ἀλλὰ καὶ διὰ τὰς χρηστὰς ἐλπίδας. Οὕτω σε κἀκεῖναι θαυμάσονται μειζόνως, καὶ ὁ Θεὸς ἀποδέξεται πρὸ ἐκείνων, καὶ πάντες ἄνθρωποι στεφανώσουσι, καὶ βίον βιώσῃ πολλὴν μὲν ἔχοντα ἐλευθερίαν, πολλὴν δὲ τὴν ἡδονήν. Τί γὰρ ἂν γένοιτο ἥδιον τοῦ πονηροῦ συνειδότος ἀπαλλαγῆναι, καὶ τὸν διηνεκῆ τῆς ἐπιθυμίας καταλῦσαι πόλεμον, καὶ μετὰ πολλῆς τῆς εὐκολίας τὸν καλὸν τῆς σωφροσύνης πλέκειν στέφανον, καὶ ἐλευθέροις μὲν ὀφθαλμοῖς πρὸς τὸν οὐρανὸν βλέπειν, καθαρᾷ δὲ φωνῇ καὶ καρδίᾳ τὸν ἁπάντων ∆εσπότην καλεῖν; Οὐδεὶς οὕτω δεσμώτης ἁλύσεως ἀπαλλαγεὶς καὶ αὐχμοῦ καὶ τῆς ἄλλης τῆς ἐν τῷ δεσμωτηρίῳ ταλαιπωρίας, μᾶλλον δὲ οὐδεὶς οὕτω πεπηρωμένος ἀναβλέψας καὶ τὸ γλυκὺ τοῦτο φῶς ἰδὼν ἀγάλλεται καὶ γάνυται καὶ σκιρτᾷ, ὡς ὁ τῆς δουλείας ταύτης ἐλευθερωθῆναι δυνηθείς. Καὶ γὰρ τοῦ φωτὸς τούτου γλυκυτέρα πολλῷ τῆς τυραννίδος ἐκείνης ἡ ἀπαλλαγὴ, καὶ ζόφου παντὸς χαλεπωτέρα τῆς δουλείας ἐκείνης καὶ τῶν δεσμῶν ἡ ταλαιπωρία. Ἀλλὰ γὰρ τί χρὴ ταῦτα μηκύνειν ἑκατέρου τοῦ βίου, τοῦ μὲν τὴν ἀνελευθερίαν καὶ τὴν ἀθυμίαν καὶ τὴν βλάβην καὶ τὴν πολλὴν τηκεδόνα, τοῦ δὲ τὴν ἐλευθερίαν καὶ τὴν ἡδονὴν καὶ τὴν ὠφέλειαν καὶ τὴν πολλὴν παραδεικνύντα σωφροσύνην; λόγος γὰρ οὐδεὶς αὐτὰ παραστῆσαι δυνήσεται, μόνη δὲ τῶν πραγμάτων ἡ πεῖρα. Καὶ τότε εἴσεσθε καλῶς τίνων μὲν ἀπηλλάγητε κακῶν, ποίας δὲ ἐπετύχετε ζωῆς, ὅταν ἡμῖν διὰ τῶν πραγμάτων βουληθῆτε πεισθῆναι. Πείθεσθε τοίνυν, ἵνα διὰ τῶν ἔργων αὐτῶν τὰ εἰρημένα μάθητε. Εἰ δὲ ἔτι δυσανασχετεῖτε καὶ τοῖς ἡμετέροις ἀπιστεῖτε λόγοις, ἔρεσθέ τινα τῶν ταύτην ποτὲ δουλευσάντων τὴν δουλείαν, εἶτα ἁθρόον ἀπαλλαγέντων, καὶ πρὸς τὴν καλὴν ἀναδραμόντων ἐλευθερίαν· καὶ τότε γνώσεσθε τῆς παραινέσεως ταύτης τὸ κέρδος. Ἐπεὶ καὶ ὁ Σολομὼν ἡνίκα μὲν τῇ τῶν βιωτικῶν ἐπιθυμίᾳ πραγμάτων κατείχετο, μεγάλα τε αὐτὰ ἐνόμιζεν εἶναι καὶ θαυμαστὰ, καὶ πολλὴν περὶ αὐτὰ τὴν φιλοπονίαν ἐπεδείκνυτο, λαμπράς τε οἰκοδομούμενος οἰκίας, καὶ χρυσίον συνάγων ἄπειρον, μουσικῶν τε χοροὺς καὶ τραπεζοποιῶν γένη παντοδαπὰ καὶ μαγείρων πάντοθεν ἀγείρων, καὶ τὴν ἀπὸ τῶν κήπων χάριν, καὶ τὴν ἀπὸ τῶν λαμπρῶν σωμάτων ἡδονὴν δαψιλῶς τῇ τῆς ψυχῆς παρασκευάζων ἐπιθυμίᾳ, καὶ πᾶσαν, ὡς εἰπεῖν, ὁδὸν ψυχαγωγίας καὶ τέρψεως ἑαυτῷ τέμνων· ἐπειδὴ δὲ μικρὸν ἐκεῖθεν ἀνήνεγκε, καὶ καθάπερ ἐξ ἀβύσσου τινὸς ζοφερᾶς ἀναβλέψαι πρὸς τὸ τῆς φιλοσοφίας ἴσχυσε φῶς, τὸ τηνικαῦτα τὴν ὑψηλὴν ἐκείνην καὶ τῶν οὐρανῶν ἀξίαν ἀφῆκε φωνὴν, «Ματαιότης ματαιοτήτων, λέγων, τὰ πάντα ματαιότης.»

13 Ταύτην καὶ ὑμεῖς, καὶ ταύτης ὑψηλοτέραν, ἂν ἐθέλητε, ψῆφον οἴσετε περὶ τῆς ἀκαίρου ταύτης ἡδονῆς, ἂν μικρὸν ἑαυτοὺς τῆς πονηρᾶς ἀποστήσητε συνηθείας. Καίτοι γε ὁ Σολομὼν ἐν τοῖς ἄνω γενόμενος χρόνοις οὐδὲ πολλὴν ἀπῃτεῖτο φιλοσοφίας ἀκρίβειαν· οὔτε γὰρ τρυφᾶν ὁ παλαιὸς ἐκώλυσε νόμος, οὔτε τῶν ἄλλων ἀπολαύσεων ἀπολαύειν περιττὸν ἔφησεν εἶναι καὶ μάταιον· ἀλλ' ὅμως καὶ οὕτω τῶν πραγμάτων ἐχόντων, ἠδυνήθη συνιδεῖν τὸ ἐν αὐτοῖς ἀνόνητον, καὶ πολλὴν αὐτῶν