1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

15

τῆς κατὰ Θεὸν πτωχείας; εἶδες πῶς φοβερὸς ὑπάρχει τοῖς δαίμοσιν ὁ τὴν ταπεινοφροσύνην ἐνδεδυμένος; Τοῦ μὲν Κυρίου, καθὼς προείρηται, μιμητής ἐστι, τῶν ἀγγέλων ποθητὸς, τοῖς ἀποστόλοις τίμιος, τοῖς μάρτυσι συναρίθμιος, τοῖς δαίμοσι φοβερὸς, τοῦ κόσμου νικητὴς, τῶν αἰωνίων καὶ ἀφθάρτων ἀγαθῶν κληρονόμος. Τούτου οὐδέποτε φόβος ἅπτεται, τοῦτον πᾶς λεγεὼν δαιμόνων ὑποχωρεῖ καὶ πτήσσει, βλέποντες ἐν αὐτῷ τὸν τοῦ κόσμου νικητὴν Χριστὸν καταπατήσαντα αὐτοὺς, καὶ καθελόντα αὐτῶν τὸ μάταιον κράτος.

ζʹ. Λοιπὸν, τεκνία, τὸν τρόπον μαθόντες καὶ τὴν τέχνην διδαχθέντες, μὴ ἀμελήσωμεν, ἀλλὰ μιμησώμεθα τὸν Κύριον ἡμῶν, καὶ διὰ τῆς ταπεινώσεως καὶ τῶν ἀρετῶν ὁμοιωθῶμεν αὐτῷ, καὶ νικήσωμεν τοῦ Κυρίου συνεργοῦντος· καὶ μάλιστα ἐπιθυμηταὶ τῶν ἀγαθῶν ἐκείνων, περὶ ὧν πολλάκις ἠκούσατε, μὴ ὀκνήσωμεν, μὴ δῶμεν ὕπνον τοῖς ὀφθαλμοῖς ἡμῶν, μὴ νικηθῶμεν ὑπὸ τοῦ δεινοῦ κοσμοκράτορος, μήποτε εἴπῃ, ὅτι Ἴσχυσα πρὸς αὐτόν. Ὅρα οὖν, ἀγαπητὲ, μὴ ἐπινυστάξῃς σοῖς βλεφάροις· ὅρα οὖν μὴ νυστάξῃ ὁ φυλάσσων σε· κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι· Ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος ζητεῖ τίνα καταπίῃ. Ταῦτα εἰδότες, τεκνία, διεγείρωμεν ἑαυτοὺς, ἑτοιμασθῶμεν πρὸς πολέμους, καὶ πάλιν μετὰ μικρὸν ἕτοιμοι γενώμεθα πρὸς ἀπολογίαν. Ἕως πότε οὐ προσέχομεν τοῖς λόγοις τοῦ Κυρίου λέγοντος, Γίνεσθε ἕτοιμοι, δηλονότι πρὸς τὴν ἐντεῦθεν ἀποδημίαν; Εἶτα τοῦ κριτοῦ τότε ἀνοίγοντος τὰς βίβλους, οὐκ ἄλλας ξένας, ἃς οὐκ ἔγνωμεν, ἀλλὰ ταύτας, ἃς περιφέρομεν καὶ καθ' ἑκάστην ἀναγινώσκομεν καὶ ἀκούομεν, δεικνυούσας ἡμῖν κατὰ πᾶσαν αἰτίαν τὴν ἀσφαλῆ καὶ πάσης ἐντολῆς ἐργασίαν· τί δὴ ἀποκριθῶμεν; πῶς δὴ λάθωμεν τοὺς παρ' ἡμῶν διωχθέντας, καὶ Ἑτέρους περιφρονηθέντας καὶ πολλὰ δεινὰ παθόντας, μάλιστα δὲ πλησίον τοῦ κριτοῦ παρεστῶτας καὶ βοῶντας, ἐκδίκησον, Κύριε, ἡμᾶς λοιπόν· Θεὸς γὰρ ἐκδικήσεων ὑπάρχεις, ∆έσποτα. Τί λοιπὸν ἔδει ποιῆσαι; εἴπατε, εἴ τι οἴδατε ὡς γὰρ ὁ λόγος ἀπέδειξεν, ἀδύνατον τὰς χεῖρας τοῦ κριτοῦ διαφυγεῖν· καὶ ὅτι οὐδὲν αὐτὸν λανθάνει ἔγνωμεν· ὅτι καὶ ὁ ᾅδης γυμνὸς φανήσεται, καὶ πάντα γυμνὰ τοῖς ὀφθαλμοῖς αὐτοῦ, οἴδαμεν, καὶ ὅτι πᾶν ἔργον καὶ πᾶσα πρᾶξις, κἄν τε ἀγαθὴ κἄν τε φαύλη, εἴτε μικρὰ εἴτε μεγάλη, εἰς μέσον τοῦ θεάτρου ἐκείνου ἐπὶ ἀγγέλων καὶ πασῶν δυνάμεων καὶ πάσης πνοῆς ἀναγινώσκεται ἀνθρωπίνης. Καὶ τοῦτο ἐδιδάχθημεν, ὅτι Τότε γενήσεται ὁ ἔπαινος ἑκάστῳ ἀπὸ Θεοῦ, καὶ ὅτι ἕκαστος τὸ ἴδιον φορτίον βαστάξει μεμαθήκαμεν, καὶ ὅτι οἱ ἕτοιμοι εἰσέρχονται μετ' αὐτοῦ εἰς τὰς αἰωνίους σκηνὰς ἐπιστώθημεν, καὶ ὅτι τοῖς ῥᾳθύμοις ἡ θύρα ἀποκέκλεισται οὐκ ἔλαθεν· ἵνα τὸ φοβερώτερον εἴπω, ὅτι τέλος αἱ κολάσεις οὐκ ἔχουσιν, ἀλλ' εἰς ἀπείρους αἰῶνας παρατείνουσιν, ἐδηλώθη ἡμῖν· καὶ ὅτι πάντες γυμνοὶ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος εἴ τι ἔπραξεν, καὶ τοῦτο ἠκούσαμεν· καὶ ὅτι ἡ κρίσις ἀνέλεος, οὐκ ἠπιστήσαμεν· καὶ ὅτι ἔρχεται κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, καθ' ἑκάστην ἐπὶ στόματος φέρομεν· καὶ ὅτι πᾶς ἁμαρτήσας 60.695 καὶ ἀμελήσας τῆς μετανοίας, εἰς κόλασιν αἰώνιον ἐκπέμπεται, πάντες οἴδαμεν.

Ταῦτα πάντα ἀσφαλῶς ἐπιστάμενοι, πῶς οὐ τρέμομεν; πῶς οὐκ ὀδυρόμεθα; πῶς οὐ διεγείρομεν ἀλλήλους, καὶ συμβουλευόμεθα βουλὴν σώζουσαν καὶ ἀρέσκουσαν Θεῷ; ∆εῦτε οὖν ὁμοῦ, πάντες οἱ πιστοὶ καὶ φιλόθεοι, δεῦτε, συμφωνίᾳ συναχθῶμεν εἰ καὶ τὰ πέρατα ὅλα συναχθῆναι ἐπὶ τὸ αὐτὸ ἀδύνατον, ἀλλὰ χώραν πρὸς χώραν· εἰ δὲ καὶ τοῦτο δύσκολον, κἂν πόλις καὶ τὰ περίχωρα αὐτῆς· καὶ συνερχομένων πολλῶν, ἀνακρίνωμεν ἀλλήλους περὶ τῶν φοβερῶν ἐκείνων κριτηρίων· ἀρξώμεθα καὶ ἴδωμεν εἰ ἕτοιμοί ἐσμεν, ἴδωμεν περὶ ἑκάστου σφάλματος, ὁποῖον κρῖμα ἔγγραπτον ὁ Κύριος ἐποίησεν.