ἱστορίαν, Αἰγύπτιοι ἄνωθεν ὕδωρ οὐκ ἔχουσιν, οὐδὲ γίνεται ὑετὸς ἐν Αἰγύπτῳ. Ἱστορικῶς μὲν οὖν, πάσης τότε τῆς τῶν ὑδάτων φύσεως κατὰ τὴν Αἴγυπτον τῷ προστάγματι τοῦ Μωσέως εἰς αἷμα τραπείσης, ὡς καὶ τοὺς ἰχθύας, εἰς σαρκώδη παχύτητα τοῦ ὕδατος μετατεθέντος, διαφθαρῆναι, τοῖς Ἑβραίοις ἀρυομένοις αἷμα οὐκ ἦν. Ὅθεν ἔσχε καὶ ἡ μαγγανεία καιρὸν ἐν τῷ παρὰ τοῖς Ἑβραίοις εὑρισκομένῳ ὕδατι, τὸ αἱματῶδες ὕδωρ παρασοφίσασθαι. Πνευματικῶς δὲ καὶ νῦν τὸ ἴσον ἔστιν ἰδεῖν γινόμενον. Τῶν γὰρ πρὸς τὰς ἐναντίας δόξας διεστηκότων τοῖς μὲν πότιμόν ἐστι καὶ διαφανὲς τὸ νᾶμα τῆς πίστεως, ὃ διὰ τῆς θείας διδασκαλίας ἀρύονται· τοῖς δὲ τῆς πονηρᾶς ὑπολήψεως αἰγυπτιάζουσι διεφθορὸς αἷμα τὸ ὕδωρ γίνεται. Καὶ πολλάκις ἐπιχειρεῖ ὁ παρασοφισμὸς τῆς ἀπάτης καὶ τὸ τῶν Ἰσραηλιτῶν ποτὸν τῷ μολυσμῷ τοῦ ψεύδους αἷμα ποιῆσαι, τουτέστι τὸν ἡμέτερον λόγον, καὶ ἡμῖν δεῖξαι, μὴ τοιοῦτον ὄντα οἷόν ἐστιν. Ἀλλ' οὐκ ἀχρειώσειε καθόλου τὸ ποτὸν, κἂν ἐκ τοῦ προχείρου δι' ἀπάτην περιφοινίξῃ τὸ εἶδος. Πίνει γὰρ ὁ Ἰσραηλίτης τὸ ἀληθινὸν ὕδωρ, οὐδὲ πρὸς τὸ εἶδος τῆς ἀπάτης ἐπιστρεφόμενος. 17.149 ΨΑΛ. Πʹ. Στίχ. βʹ. Ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. Θεὸν Ἰακὼβ τὸν Σωτῆρα καλοῦσι τὸν ἐν ἀνθρώπου σχήματι ὀφθέντα τῷ Ἰακὼβ εἰς δήλωσιν τῆς μετὰ ταῦτα ἐνανθρωπήσεως. Ἀλαλάζειν δὲ προστάττουσι νικητήριον ὕμνον ἀναπέμποντες αὐτῷ, ὡς καταλύσαντι τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ὡς ἐκ τῆς τῶν δαιμόνων καταδυναστείας ῥυσαμένῳ. Ἀλαλαγμὸς γάρ ἐστιν ὕμνος ἐπινίκιος, ὃν καὶ οἱ ἐκ Βαβυλῶνος ἀνασωθέντες τῷ τὴν νίκην δωρησαμένῳ Θεῷ ἀλλήλοις ὑφῆναι παρακελεύονται. Ἠθικώτερον δέ· ὧν μὲν κατορθούντων οἱ καρποὶ ἐπὶ τὰς ληνοὺς ἔρχονται, ἀκουέτωσαν τοῦ· Ἀγαλλιᾶσθε τῷ Θεῷ· ὁ δὲ ἁμαρτὼν καὶ δεόμενος μετανοίας καὶ ἐπιστροφῆς μὴ ἀγαλλιάσθω, ἀλλὰ λυπηθήτω κατὰ Θεόν. Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμε- ταμέλητον κατεργάζεται. Καὶ σὺ, ἐὰν βοηθηθεὶς ὑπὸ Θεοῦ τὴν συγκομιδὴν ἐποιήσω τῶν καρπῶν ἐπὶ τὰς ἁγίας ληνοὺς, μὴ ἐπιλανθάνου τοῦ Θεοῦ, καθὸ βοηθός σου γίνεται. Κἂν ἀπορῇς λόγων τῶν κατ' ἀξίαν ἀποδοθησομένων τῷ Θεῷ ἐν εὐχαριστίᾳ, ἀλάλαζε εὐσήμῳ φωνῇ, καρδίας κεκραγυίας ὑπερβαινούσης τὰ σημαινόμενα ἀπορούσης λέξεως, καὶ διὰ τὴν ἀπορίαν τῶν λέξεων ἀπόῤῥητα καὶ ἄῤῥητα λαλού- σης. Ἐὰν γὰρ ἀναβῇς τὰ λεκτὰ, ἐὰν ὑπερβῇς τὰ ἀπαγγελλόμενα, τὰ διὰ στόματος φωνούμενα, καὶ μόνῳ νῷ δυνηθῇς ὑμνεῖν τὸν Θεὸν, τῷ ἀποροῦντι ἐπιθεῖναι τὰ ἑαυτοῦ κινήματα τῷ λόγῳ, παρὰ τὸ τὸν λόγον τὸν ἐν σοὶ μὴ δύνασθαι βαστάζειν τοῦ νοῦ τὰ ἀπόῤῥητα καὶ τὰ θεῖα, ἀλαλάξεις τῷ Θεῷ Ἰακὼβ, ὡς μιμητὴς τοῦ πτερνιστοῦ Ἰακώβ. ΨΑΛ. ΡΝʹ. Στίχ. γʹ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος. Ἄλλος φησὶ, διὰ ἤχου κερατίνης. Ἱερατικὸν δὲ τοῦτο τὸ ὄργανον. Οἱ ἱερεῖς γὰρ ἐχρῶντο ταῖς σάλπιγξι, τῶν ἐν Σινᾶ γενομένων σαλπίγγων ἀναμιμνήσκοντες. Κατὰ γοῦν τὸν πνευματικὸν περὶ σαλπίγγων κατασκευῆς λόγον, κατασκευαστέον σάλπιγγα, ἵνα ἐν ἤχῳ αὐτῆς αἰνέσωμεν τὸν Θεόν. Τοιαῦται δ', οἶμαι, σάλπιγγες δηλοῦνται καὶ ἐν τῷ· Σαλπίσει, καὶ οἱ νεκροὶ ἐγερθήσονται. Ἔστι δὲ ἑορτὴ Νουμηνία ἑβδόμου μηνὸς, μνημόσυνον σαλπίγγων, καθὸ λέγεται· Ἐν νεομηνίᾳ, σάλπιγγι.