1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

15

κομῶντες ἐπὶ πλούτῳ, φησίν, ἢ καὶ χρυσίου τιμιώτεροι πῶς οὕτω τοῖς εὐτελέσι καὶ συντριβομένοις ἀπαχθέντες εἰς δουλείαν εἰκάσθησαν; ἔφη δὲ τούτοις αὐτοὺς ἀπεικάζεσθαι καὶ ἡνίκα κατελ θὼν «εἰς τὸν οἶκον τοῦ κεραμέως» λαβὼν ἀγγεῖον συνέτριψεν. ἀπει κάζει δὲ αὐτοὺς καὶ Ἡσαΐας πόλει πεσούσῃ, «καὶ τὰ πτώματα» λέγων «αὐτῆς ἔσται ὡς συντρίμματα ἀγγείου ὀστρακίνου». 95 Περὶ λιμοῦ τῶν ἐνδόξων λέγει βρεφῶν, ὡς τῆς Ἱερουσαλὴμ μηδὲ τοῖς ἀγρίοις ζώοις ὁμοίως θηλὴν αὐτοῖς προτεῖναι δεδυνημένης. ἡ δὲ τοῦ πάθους ὑπερβολὴ καὶ φύσεως λήθην ἐργάζεται. δράκοντας δὲ ἢ καὶ τὰς κατὰ Σύμμαχον Σειρῆνας ἀκούσει τὰ πονηρὰ πνεύ ματα, τὰ τοὺς ἑαυτῶν νεογνοὺς πονηρῷ θηλάσαντα γάλακτι. τοι οῦτοι δὲ οἱ ταῖς διδασκαλίαις τῶν ἀσεβῶν εἰσαγόμενοι. 96 Πῶς γὰρ οὐ θυγατέρες οἱ ἐκτεθηλυμμένοι, οὓς καὶ Φαραὼ περι ποιεῖται, φονεύων τοὺς ἄρρενας; οἳ καὶ τὴν διδασκαλίαν, τὴν ἔρη μον θεοῦ, καταβόσκονται, ἀποπτῆναι κατὰ τοὺς στρουθοκαμή λους μὴ δυνάμενοι, ἀλλὰ τὴν γῆν ἀεὶ διαθέοντες; τὸ γὰρ στρουθίον οὕτως ἐξέδωκε Σύμμαχος, τοὺς δὲ τούτων διδασκάλους οὐκ ἀπεικότως Σειρῆνας ἐκάλεσεν. κατὰ γὰρ τὸν ἔξω μῦθον αὗται διὰ τῆς ἡδονῆς τοὺς προστυχόντας ἀπώλλυον, ὥσπερ οὖν τὸν ἰὸν ἐνδακόντες οἱ δράκοντες . ὀνειδίζει τοίνυν τοῖς δῆθεν ἀγαθοῖς διδασκάλοις, ὅτι μηδὲ τούτοις ὁμοίως περὶ τοὺς φοιτῶντας ἐσπούδασαν. 97 Ταῦτα πεπόνθασι πολιορκούμενοί τε καὶ ἀπαγόμενοι. λέγοις δ' ἂν καὶ ὡς «λιμὸν ὑπέμειναν οὐκ ἄρτου, οὐχ ὕδατος» κατὰ τὸ λόγιον τὸ προφητικόν, «ἀλλὰ τοῦ ἀκοῦσαι λόγον κυρίου». διὸ περὶ τῶν νεογνῶν αὐτῶν προφητεύει. 98 Ἱστορικῶς μὲν ἐπανῆλθεν ἐπὶ τὰ συμβάντα ἐπὶ τῆς αἰχμαλωσίας, πρὸς δὲ διάνοιαν περὶ τοῦ λιμοῦ τοῦ διδασκαλικοῦ λόγου φησίν. 99 Οὐ γὰρ τοσοῦτον ἐλεεινὸν οἱ πένητες οἱ κακούμενοι. τούτους δὲ θρηνεῖ καὶ Παῦλος, «ὧν ἡ υἱοθεσία» λέγων «καὶ ἡ δόξα». κενὰ γὰρ νῦν μελετῶντες οὐκ ἐντρυφῶσι Μωσεῖ τε καὶ τοῖς προφήταις, ὡς τὸ «κατατρύφησον τῷ κυρίῳ». οὐδεὶς γὰρ αὐτοῖς ὁ πέττων τὸν τρόφιμον λόγον, οὐδὲ τοῦ σιτευτοῦ μεταλαμβάνουσι μόσχου καίπερ αὐτοὶ τεθυκότες. διεξόδους δὲ καλεῖ τὰς διασπορὰς ἢ καὶ τὰς τῶν νομικῶν γραμμάτων παρατροπάς. 100 Ἐτιθηνοῦντο τὸ πρὶν ἐπὶ κόκκου , τὸ μέλλον ἐκχεῖσθαι τοῦ σωτῆρος αἷμα προφητικῶς προακούοντες, καὶ νῦν ἐκ τῶν γηΐνων νοημάτων ῥακοδυτοῦντες. 101 Σύμμαχος τὸ μὲν ὥσπερ σπουδή, ἐξαπίνης ἐξέδωκε, τὸ δὲ οὐκ ἐπόνεσαν, ἣν οὐκ ἔτρωσαν . τί γὰρ θείου συντομώτερον λόγου φήσαντος· «ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος» καὶ μόνῳ παραδόντος τῷ βούλεσθαι; ἡ ἀνομία δὲ τῆς Ἱερουσαλὴμ ὑπὲρ τὴν Σοδόμων ἐμεγαλύνθη . οἱ μὲν τὸν φυσικὸν νόμον εἶχον μόνον, οἱ δὲ καὶ γραπτὸν καὶ προφήτας ὅσα τε παραδόξως ὁ θεὸς ἠργάζετο ἐν αὐτοῖς. κἀκεῖνοι μὲν ἥμαρτον εἰς ἀγγέλους καὶ τοὺς ὁμοίους ἀν θρώπους· οὗτοι δὲ εἰς τὸν σωτῆρα καὶ λυτρωτὴν πάλαι μὲν ἐξ Αἰ γύπτου, νῦν δὲ δαιμόνων λατρείας, εἴπερ ἐδέξαντο τὸν πρὸς αὐτοὺς ἐλθόντα προηγουμένως. «οὐκ ἀπεστάλην» γάρ φησιν «εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». 102 Σύμμαχος· ἄχραντοι ἀφωρισμένοι αὐτῆς ὑπὲρ χιόνα, λαμ πρότεροι γάλακτος, πυρρότεροι τὴν ἕξιν ὑπὲρ τὰ περί βλεπτα, σάπφιρος τὰ μέλη αὐτῶν, σκοτεινότερον ἀσβόλης τὸ εἶδος αὐτῶν . τοὺς ἁγιάσαντας ἑαυτούς φησι τῷ θεῷ· Ἡγια σμένοι γὰρ τὸ Ναζιραῖοι δηλοῖ, οὕτω γὰρ Σύμμαχος καὶ Θεοδοτίων ἐν τῷ Ἀμὼς τοὺς ἡγιασμένους ἐξέδωκαν, Ναζιραίους εἰπόντες. μέ μνηται τούτων καὶ Μωσῆς· ὁποῖος ἦν καὶ Σαμψών. ἦσαν δὲ καὶ παρὰ Ἰουδαίοις ἐπιφανεῖς. διὸ τὸ μὲν καθαρὸν αὐτῶν ἀντεξήτασε χιόνι , τὸ δὲ λαμπρὸν γάλακτι· ἐπυρώθησαν δὲ τῇ ἀσκήσει δοκιμα σθέντες ὧν ἐπηγγέλλοντο τῷ θεῷ, οἱ ἐκλεκτοὶ δὲ αὐτῶν (ὃ δηλοῖ τὸ ἀπόσπασμα ) πολιτείαν οὐράνιον ἔχουσιν· τοιοῦτον γὰρ τῆς σαπφίρου τὸ χρῶμα. ἔχει δὲ καὶ χρυσιζούσας φλέβας, αἷς δὴ τὴν ἕξιν αὐτῶν ὁ Σύμμαχος ἀπεικάζει, τὸ ἀδιάφθορον ἔχουσαν καὶ τὸ διάπυρον κατὰ θεοσέβειαν. 103 Τῆς πνευματικῆς ἐξέπεσαν ἐλλάμψεως καὶ λιμῷ τῷ νοητῷ δι ετάκησαν, ὡς ἐοικέναι ξύλοις ξηροῖς , τοῖς μὴ