κόσμου καθεζό μενοι οἱονεὶ τελωνοῦσι ἡμᾶς καὶ κατέχουσι, μή τι αὐτῶν ἐν ἡμῖν ἐστιν. ∆ιὸ γέγραπται· «ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν». 23.145 Ποῖα οὖν μέλλομεν πράγματα ἔχειν ὑπ' ἐκείνων τῶν τελωνῶν τῶν ἐρευνώντων τὰ πάντα, ὅταν τις αὐτὸς ὅλος λαμβάνηται ἀντὶ τέλους; Ἀλλ' οὐ τοιοῦτος ἦν Ἰακώβ· θαρ ρῶν γὰρ λέγει τῷ οἱονεὶ τελώνῃ Λα βάν· «Ἐπίγνωθι, εἴ τι τῶν σῶν ἐστι παρ' ἐμοί». Καὶ μαρτυρεῖ γε ἡ γραφὴ περὶ τοῦ Ἰακὼβ λέγουσα· «καὶ οὐκ ἐπέγνω Λαβὰν παρὰ τῷ Ἰακὼβ οὐδέν». 26.154 Ἐὰν ἅγιος ἦς, βαπτίζῃ «τῷ ἁγίῳ πνεύματι», ἐὰν δὲ ἁμαρτωλὸς ἦς, βαπτίζῃ τούτῳ «τῷ πυρί»· τὸ γὰρ αὐτὸ βάπτισμα τοῖς μὲν ἀναξίοις καὶ κακοῖς βαπτιζομένοις εἰς «πῦρ» καὶ εἰς κρίμα γίνεται, τοῖς δὲ καλῶς καὶ ἐπὶ σωτηρίᾳ κατα βαίνουσιν εἰς «πνεῦμα ἅγιον» καὶ σωτηρίαν γίνεται. Οὗτος δὲ ὁ βαπτιστὴς «ἐν πνεύματι ἁγίῳ καὶ πυρὶ» λέγεται «πτύον ἔχειν ἐν τῇ χειρὶ καὶ διακαθαίρειν τὴν ἅλω να, καὶ τὸν μὲν σῖτον εἰς τὴν ἀποθή κην συνάγειν, τὸ δὲ ἄχυρον κατακαίειν πυρὶ ἀσβέστῳ». Καὶ βούλομαι ἰδεῖν, τίνα τρόπον ὁ κύριός μου Ἰησοῦς ἔχει «πτύον», καὶ τίνος ἀνέμου πνέ οντος, καὶ ταῦτα σφοδροῦ-ἐν γὰρ 26.155 νηνεμίᾳ ἄχρηστόν ἐστι τὸ πτύον- τὸ μὲν «ἄχυρον» χωρίζεται εἰς οἰ κεῖον τόπον, ὁ δὲ «σῖτος» νικήσας τὸν ἄνεμον καταφέρεται ἐπὶ τὸ αὐτό. Καὶ ὅρα, μήποτε οἱ πειρασμοὶ οἱ «τὸ ἄχυρον» χωρίζοντες ὁ ἄνεμός ἐστιν ὁ ἀποδεικνὺς «τὸν σῖτον», ὅτι ἐστὶ σῖτος. Ὅταν μὲν οὖν πειραζομένης σου τῆς ψυχῆς ἡττηθῇς, οὐχ ὁ πειρασ μὸς «ἄχυρόν» σε πεποίηκεν, ἀλλ' ὄντα σε «ἄχυρον» ἤτοι κοῦφον καὶ ἄπιστον ἤλεγξεν. Ὅταν δὲ πειρασμοῦ γενομένου ὑπομείνῃς τὸν πειρασμόν, οὐχ ὁ πει ρασμός σε πιστὸν πεποίηκε καὶ ὑπο μονητικόν, ἀλλὰ τὴν ἐν σοὶ οὖσαν ὑπομονητικὴν δύναμιν ἐφανέρωσεν. 27.157 Ὁ τὸν λόγον τοῦ εὐαγγελίου δι δάσκων οὐχ ἓν πρᾶγμα εὐαγγελίζε ται, ἀλλὰ πλείονα· νοῦν γὰρ ἔχει <τὸ> ἐπαγγελλόμενον, ὅτι «πολλά» ἐστιν ἃ εὐαγγελίζεται· «πολλὰ μὲν οὖν καὶ ἕτερα» καὶ ὁ Ἰωάννης «εὐηγγελί ζετο», ἀλλ' οὐ γέγραπται, 27.158 ὅτι, ἐπειδὴ εἰκὸς μείζονά τινα ἦν τῆς γραφῆς, ἐσιώπησεν ὁ Λουκᾶς. Οὗτος παρανόμως ἔγημε τὴν γυ ναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ παρὰ τὸν Μωϋσέως νόμον. Ἀλλ' ὁ ἀκατάπληκτος Ἰωάννης ὁ μηδενὸς πρόσωπον λαμβάνων, οὐ φοβηθεὶς τὴν βασιλικὴν ἐξου σίαν, οὐδὲν ἧττον πληρῶν προφητι κὴν παρρησίαν, ἤλεγξε τὸν Ἡρώ δην ἐπὶ τῇ παρανομίᾳ τοῦ γάμου· διὸ καὶ κατεκλείσθη «εἰς φυλακήν», καὶ μὴ μεριμνῶν θάνατον ἐμερίμνα περὶ Χριστοῦ. 27.160 [ἤτοι] διὰ τὸ πρᾶον καὶ ἀκέραιον, ἵνα καὶ ἡμεῖς τὸ πρᾶον καὶ ἀκέραιον τῆς περιστερᾶς μιμησώμεθα καὶ τὸ πέτασθαι τῷ νῷ ὑπὲρ τὰ γήϊνα. 28.161 Γενεαλογεῖται ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἀγενεαλόγητος μὲν ὢν κατὰ τὴν θεότητα, εἰς γενεαλο γίαν δὲ ἐμβαλὼν ἑαυτὸν διὰ σέ. Καὶ γενεαλογεῖται δὲ οὐχ ὁμοίως ὑπὸ τῶν εὐαγγελιστῶν, ὅπερ ἐτάραξε πολλοὺς τῶν ἐντυγχανόντων τῇ γρα φῇ. Ματθαῖος μὲν γὰρ ἀρξάμενος ἀπὸ Ἀβραὰμ γενεαλογῶν αὐτὸν κατάγει, μέχρις εἴπῃ· «τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν». Καὶ ὁ μὲν Ματθαῖος οὐ τὸν βαπτιζόμενον γενεαλογεῖ, ἀλλὰ τὸν εἰς τὸν κόσμον ἐρχόμενον· Λουκᾶς δὲ γενεαλογῶν οὐ κατάγει τὴν γενεαλογίαν, ἀλλ' ἀνάγει ἐπ' αὐτὸν τὸν θεὸν τὸν βαπ τιζόμενον. Καὶ οὐ διὰ τῶν αὐτῶν 28.162 ἡ κατάβασις τῆς γενεαλογίας καὶ ἡ ἀνάβασις. Ὁ μὲν γὰρ καταβιβάζων τῷ λόγῳ καταβιβάζει αὐτὸν καὶ διὰ γυναικῶν ἁμαρτωλῶν, μόνας ἀνα γράψας τὰς ἐπιληψίμους, ὁ δὲ γε νεαλογῶν τὸν βαπτιζόμενον γυναῖκα οὐκ ὀνομάζει ἐν τῇ γενεαλογίᾳ αὐτοῦ· τὴν Θάμαρ, οὐ νομίμως τῷ πενθερῷ συνελθοῦσαν, τὴν Μωαβίτιδα Ῥούθ, τὴν Ῥαχάβ, ἣν οὐδὲ οἴδαμεν, καὶ τὴν τοῦ Οὐρίου. Ἐπειδὴ γὰρ ἤρχετο λαβεῖν τὰς ἁμαρτίας τῶν ἀνθρώπων, καὶ «τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρ τίαν ἐποίει» ὁ θεός, διὰ τοῦτο κατα βαίνων ἀνέλαβε τὰ ἁμαρτωλὰ πρόσ ωπα καὶ γεννᾶται διὰ Σολομῶν τος, οὗ ἀναγέγραπται τὰ ἁμαρτή 28.163 ματα, καὶ Ῥοβοάμ, οὗ ἐν ταῖς Βα σιλείαις λέγεται τὰ πταίσματα, καὶ τῶν λοιπῶν, ὧν οἱ πολλοὶ ἐποίησαν «τὸ πονηρὸν ἐνώπιον κυρίου». Οὗτος δὲ ἀναβιβάζει ἀναβαίνων ἀπὸ τοῦ