εἰσελεύσονται, εἴ ρηται. Οὗτοι ἐξάγουσιν υἱοὺς καὶ θυγατέρας. Τοῦτο κατὰ ἐρώτησιν ἀναγνωστέον· Εἰ ἐκείνοις, φησὶ, μίαν ἐκδίκησιν ἠπειλημμένοις οὐκ ἀρκήσουσι Νῶε καὶ ∆α νιὴλ καὶ Ἰὼβ, οὗτοι δυνήσονται, τῶν τεσσάρων ἐκ δικήσεων ἐπαγομένων, ἐξαγαγεῖν τοῦ ὀλέθρου υἱοὺς αὐτῶν καὶ θυγατέρας; Ἰδοὺ αὐτοὶ ἐκπορεύσονται πρὸς ὑμᾶς τοὺς προαιχμαλωτισθέντας, καὶ τῇ παρα θέσει τῶν ἐπελθόντων αὐτοῖς κακῶν ὑμεῖς παρακλη θήσεσθε ἥττονα πολλὰ παθόντες. ΚΕΦ. ΙΕʹ. Τῶν ὄντων ἐν τοῖς ξύλοις δρυμοῦ. Ξύλα δρυ μοῦ κἀκεῖ τὰ ἄγρια νοητέον, πεύκην, καὶ τὰ ὅμοια. Συγκρῖναι δὲ βούλεται διὰ τούτου πρὸς τὰ λοιπὰ ἔθνη τὸν Ἰσραὴλ, ὡς ἄμπελον γεωργίας ἀπολαύσαντα νόμου, ἱερέων καὶ προφητῶν ἐπαγγελίας, καὶ ναοῦ ἁγίου, καὶ πολλῶν τῶν θαυμάτων, αὐτομάτου πυρὸς ἀναλίσκοντος τὰς θυσίας, φωνῆς φερομένης ἀπὸ τοῦ ἱλαστηρίου τῶν χερουβὶμ, καὶ ἑτέρων ὁμοίων. Ἐκ τοῦ πυρὸς ἐξελεύσονται. Ἐκ τῆς αἰχμαλωσίας τοῦ Ναβουχοδονόσορ ὅταν ἀνακληθῶσι, λήψεται αὐτοὺς ἑτέρα ἡ Οὐεσπασιανοῦ, ἤγουν διὰ Τίτου. Τὴν συνέχειαν τῶν συμφορῶν μηνύει. ΚΕΦ. Ιʹ. Καὶ οὐκ ἔδησαν τοὺς μαστούς σου. Ὁ ἐν πρώτῃ θεωρίᾳ γενόμενος οὐκ ἔξω τῆς σοφίας θηλά ζει, ἀλλ' ἔνδον ἐξ αὐτῆς τρέφεται. Καλῶς οὖν εἶπόν τινες δύο μαστοὺς τὰς δύο ∆ιαθήκας, ἀφ' ὧν θηλά ζουσι τὰ νήπια· καὶ οἱ θηλάζοντες οὗτοί εἰσιν, ἀφ' ὧν κατηρτίσατο Κύριος αἶνον, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. Οὐδὲ ἐφείσατο ὁ ὀφθαλμός σου. Τουτέστιν, οὐ συνεπάθησας ἑαυτῇ, φεισαμένη τοῦ ποιῆσαι κἂν ἓν τῶν προλεχθέντων, ἵνα κἀμὲ κινήσῃς εἰς συμπά θειαν. Καὶ διῆλθον καὶ διὰ σοῦ. Ὁ Θεὸς ἀπαθής ἐστιν, ὡς καὶ ἄτρεπτος, καὶ ἄκτιστος. Ποικίλαι δὲ αὐτοῦ αἱ πρόνοιαι κατὰ τὴν ποικιλίαν τῶν οἰκονομουμένων· πάντων γάρ ἐστι ποιητής· ὥς τινας μὲν εἶναι οἰκο νομίας θυμοειδεῖς, τὰς δὲ ζηλοτυποειδεῖς· ὁμοίως δὲ καὶ τοῖς πνευματικοῖς δούλοις εἶναι οἰκονομίας χά ριτος, καὶ δόξης, καὶ ἀγαλλιάσεως, ἐκ τοῦ ἑνὸς καὶ ἀτρέπτου, καὶ ἀπαθοῦς καὶ παντοδυνάμου Θεοῦ. 13.812 Τοῦ αὐτοῦ. Συμπάσχει ὁ Θεὸς τῷ ἐλεῆσαι· οὐ γὰρ ἄσπλαγχνος ὁ Θεός. Καὶ ἔλουσά σε ἐν ὕδατι. Τῷ λουτρῷ καὶ τῇ χά ριτι τοῦ ἁγίου Πνεύματος, καὶ τῷ ἁγιοποιῷ λόγῳ. Καὶ ἔχρισά σε ἐν ἐλαίῳ. Χρίσμα ἐστὶν ἐνοίκη σις τοῦ ἁγίου Πνεύματος ἐν γνώσει τῆς ἀληθείας. Καὶ ἐνέδυσά σε ποικίλα. Ἔνδυμά ἐστι ποικίλον ἡ ἐκ τῶν ποικίλων ἀρετῶν κοσμουμένη ἕξις, ἐκ δο γμάτων ἀληθείας καὶ πράξεως εὐσεβοῦς. Καὶ ὑπέδυσά σε ὑάκινθον. Ὑάκινθον καθαρὸν τὴν κίνησιν ἐκόσμησεν, ἀποδύσας ἐξ αὐτῆς τὴν ἐπεισ αχθεῖσαν νεκρότητα. Ἔστι δὲ καὶ τοῦ παντὸς βίου σύμβολον. Τοῦ αὐτοῦ. ∆ύναται δέ τις καὶ ἐπὶ ψυχῆς αὐτὰ ἁρμόσαι, ὑπόδημα λέγων τὸ ἀπαραπόδιστον τῶν ἔρ γων· τὴν δὲ ζώνην, τὸ ἀσφαλίζεσθαι τῆς διανοίας τὰ βουλεύματα· περιβόλαιον δὲ, τὸ κάτω νεύοντα ἐπὶ τῆς ἀληθείας ἑστηκέναι· τὰ δὲ ψέλλια, τὸ μή τι τῶν ἀτό πων πράττειν· κάθεμα δὲ, τὴν ἐπὶ τῷ καλῷ παῤῥη σίαν· τροχίσκους δὲ, τὴν περὶ τὸν νόμον εὐπείθειαν· στέφανον δὲ καυχήσεως, τὴν τοῦ Θεοῦ ἐπαγγελίαν, ἣν τοῖς κατορθοῦσιν ἀφώρισεν. Καὶ ἔζωσά σε βύσσῳ. Σύμβολον τῆς ἀληθείας ἡ βύσσος πάντως καὶ τῆς ἀληθοῦς σωφροσύνης· ἀντὶ τοῦ, Ὠκείωσά σε, καθάπερ τινὰ γυναῖκα εὐτελῆ ἀσχημόνως ἄζωστον περιάγειν. Τοῦ αὐτοῦ. Περιβόλαιον δὲ κἀκεῖ τὸ ἡμιφόριον. Τρίχαπτον δὲ κἀκεῖ τὸ ἀπὸ χρυσοῦ κατεσκευασμένον. Τοῦ αὐτοῦ. ∆ίδωσιν ὁ Θεὸς ψέλλια ἐπὶ τὰς χεῖρας τῆς ψυχῆς, ἀφορμὰς τῶν ἀγαθῶν πράξεων, ὡς καὶ αὐτὰς τὰς πράξεις τῇ δυνάμει τοῦ ἁγίου Πνεύματος. Σύμβολον γὰρ πράξεως τὰ ψέλλια. Τοῦ αὐτοῦ. Ἐνώτιόν ἐστι περὶ τὸν μυκτῆρα, ἡ εὐωδεστάτη τῶν μυστηρίων ἀληθὴς γνῶσις. Τοῦ αὐτοῦ. Τροχίσκοι δὲ περὶ τὸ οὖς, οἷον ἐνώτιον μέγα χρυσοῦν, τὰ θεῖα λόγια, ἐξ ὧν ὁ νοῦς συγκροτεῖ ἑαυτῷ τὴν τῆς ἀληθείας γνῶσιν. Τοῦ αὐτοῦ. Στέφανος καυχήσεώς ἐστι τὸ ἀνεπί ληπτον ἔργον, δόγμασιν ἀληθείας τετελειωμένον. Τοῦ αὐτοῦ. Κόσμος ἐστὶν ἐκ χρυσίου καὶ ἀργυ ρίου, ὁ ἐκ νοημάτων θείων καὶ λόγων ἱερῶν συνιστά μενος τῷ ἡγεμονικῷ. Τοῦ αὐτοῦ. Τρίχαπτά ἐστιν, οἷον ὡσεὶ ἔλεγε, σφόδρα ἰσχνὰ νοήματα, βαθέα, ἢ ποικίλα δὲ διὰ τὰ διάφορα εἴδη τῆς ἀρετῆς. Καὶ τὸ