1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

15

∆οχεῖόν εἰμι τῆς ἀκοιμήτου φάνης ὑπερφαεῖς τὰς αὐγὰς ἐν ψυχαῖς φέρον. Ὦ

λαμπαδοῦχε τοῦ τριλαμποῦς ἡλίου, ἄστραψον ἡμῖν φέγγος ἀστραπῆς πλέον. Φωτός με τεύξας, ὁ προσοίσας δ' εὐχάδε, εὕροις μ' ἐκεῖθεν λάμψιν ἀρρήτου φάους.

103 Πρὸς τὸ ἐπιμελῶς ἀναγιγνώσκειν τὰ ἐν τοῖς τοίχοις

Γνῶθι παριὼν τῶν ἀναγράπτων μέρος· θεῖον γὰρ οὐδὲν ῥῆμά σοι παροπτέον.

104 Ἐπίγραμμα εἰς οἶκον γυναικῶν φιλοξένων Σπλάγχνοις ξενισμῶν εὐρυχωροῦσαι λίαν, ὥσπέρ τις ἄλλος Ἀβραὰμ

πατροκράτωρ, αἱ δεσποτοῦσαι τῆσδε τῆς παροικίας πλῆθος μοναστῶν δεξιοῦνται σὺν πόθῳ, μισοξενούντων τὸ στενόψυχον πάθος καταισχύνουσαι τῇ πολυσπλάγχνῳ σχέσει καὶ τὴν ἄνωθεν κτώμεναι σκηπτουχίαν.

105α Ἐπίγραμμα εἰς ξένουσ

Χριστὸν ξενίζει πᾶς διατρέφων ξένους· δι' ὃ προθύμως τῇδε τοὺς

ξενουμένους μάλα τρέφοιτε, καὶ τραφήσεσθε ξένως. ....... εἴργειν δοκοῦσα τὴν ἐμὴν γλῶσσαν σφάλειν· οὐ γὰρ Θεοῦ δεσμεῖν τις ἰσχύει λόγον, δι' ὅν με φρουρεῖς τῇδε, Βυζαντίς, πάλαι. Ἐπίγραμμα εἴς τινα τόπον τερπνόν Ὡραῖος εἴδει καὶ καλὸς τῇ συνθέσει ὁ τῇδε χῶρος τέρψιν ἐμποιεῖν ἔχων. Ὅμως γε τερπνὸν οὐδὲν εἰς ἅπαν πέλει, ὅτ' ἂν κρίνοιτο πρὸς Θεοῦ θεωρίαν. Αὐτὸς γάρ ἐστιν ἡ πανώραιος θέα, ἡ παμφαής τε καὶ διαρκὴς τερπνότης, οὗπερ τὸ φίλτρον εἴ τις ἐκλάβοι ζέων, σβέννυσι πᾶσαν τὴν ἐπίχθονον σχέσιν καὶ πυρποληθεὶς ἐνθέως τὴν καρδίαν ἐκεῖ ποθοίη προσφθάσαι καὶ προσμένειν, ὅπου θεαυγεῖ τὸ τρισήλιον κράτος, ἔνθα τρυφῶσι τῶν δικαίων τὰ στίφη. Εἰς ἰάμβους, συγγραφή Τῶν τεττάρων γνοὺς γνώμας αὖτε καὶ φράσεις ἥσθην ἀληθῶς τοῦ κατευγλωττισμένου, ὡς τετραήχους ὀργάνου μελουργίας εἰς πατρικόν πως ὕμνον ἐξηρτισμένου. Ἐπίγραμμα εἰς τάφουσ Ὁ χῶρος οὗτος μνημάτων ἕρκος πέλων πότμου γενέσθω μνηματισμός σοι, φίλε. Καί γε στενάξας ἐννοήθητι τρόμῳ, ὡς μικρὸν ἤδη, καὶ παρέρχῃ τοῦ βίου, ἐκεῖ πορευθείς, οὗ μενεῖς αἰωνίως, ἐκεῖ καταστάς, ἔνθα τῶν ἔργων κρίσις· ἂν ταῦτα δέξῃ, κερδανεῖς ψυχῆς φάος. Εἰς τὴν ἀδελφήν Οὗτος τάφος σου καὶ δρόμου παντὸς πέρας· ἔνθεν μένεις τὸν Χριστόν, ὑπαντᾷ φόβῳ. Φεῦ· πῶς, ἀδελφή, προὔλαβες κἀγὼ μένω; Ποῦ μὲν παρῴκεις, ποῦ δὲ θάπτῃ, πῶς δέ τοι; †Οὔπω φοβῆ τῶν τῇδ' ἐκ τ' ἐνυπνίων,† νύξ ἐστιν οὐ γάρ, ἡμέρας δ' ἐκεῖ κρίσις. Μή μοι λάθοιο, πρὸς Θεόν, δ' εἴ σοι λόγος, Χριστῷ παρελθεῖν τὸν πολύστροφον βίον. Ἐπιτάφιος εἰς κοσμικούσ Ὦ πικρὲ τύμβε, συμπεραστὰ τοῦ βίου, σὺν Εὐφροσύνῃ καὶ Μαρίαν νῦν ἔχεις, νύμφην μὲν οὖσαν τῆσδε τῆς πατρικίας, τιμωμένην δὲ τῶν μεγίστων ἀξίᾳ τοῦ τὴν σπάθην ἐπ' ὤμων ἐν πρώτοις φέρειν, ἐσθλὴν γυναῖκα, τ' ἀνδρὶ προσφιλεστάτην, οἰκουρὸν αὖτε καὶ φιλέντολον πάνυ, ἤθει καλλίστην, εὐκλεεστάτην γένει, νεωστὶ τὸν παρόντα λείπουσαν βίον πρὸς εἰκοσιτρεῖς ἐν τρισὶ ζωῆς χρόνοις, ἥνπερ μεθῆκε Χριστὸς ἐκ φθορᾶς ἄνω, ἀλλά γε συντάξοιεν ἐν ζώντων μέρει ταύτης τὸ πνεῦμα τῶν ὅλων ὁ ∆εσπότης.

106 Εἰς μοναστήριον ἀνδρῶν