[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. XXXI.
[31] ΤΩΙ ΑΥΤΩΙ
Ἃ μέν ἐστί σοι λυπηρά, πάντως καὶ ἡμῖν. Κοινὰ γὰρ πάντα ποιούμεθα τὰ τῶν φίλων, εὖ τε καὶ ὡς ἑτέρως ἔχοντα, ὅσπερ δὴ καὶ φιλίας ὅρος ἐστί. Καίτοι καὶ περὶ τούτων εἴ τι δεῖ φιλοσοφῆσαι καὶ τὰ εἰκότα διαλεχθῆναί σοι (ὥσπερ οὖν δεῖ καὶ ὁ τῆς φιλίας ὑποτίθεται νόμος), οὐ βούλομαί σε, οὐδέ γε καλῶς ἔχειν ὑπολαμβάνω, Φιλάγριον ὄντα καὶ τὰ θεῖα διαφερόντως πεπαιδευμένον, ταὐτὸν πάσχειν τοῖς πολλοῖς, οὐδὲ συγκαταπίπτειν τῷ σώματι, οὐδ' ὡς ἀνήκεστον τὴν κακοπάθειαν ὀδύρεσθαι, ἀλλ' ἐμφιλοσοφεῖν τῷ πάθει, καὶ τὴν διάνοιαν νῦν δὴ καὶ μάλιστα ἐκκαθαίρεσθαι, καὶ κρείττω φαίνεσθαι τῶν δεσμῶν, καὶ ἡγεῖσθαι τὴν νόσον παιδαγωγίαν πρὸς τὸ συμφέρον, τοῦτο δ' ἐστί, περιφρονοῦντα τὸ σῶμα καὶ τὰ σωματικὰ καὶ πᾶν τὸ ῥέον καὶ ταραχῶδες καὶ ἀπολλύμενον, ὅλον τῆς ἄνω γενέσθαι μοίρας, καὶ ζῆν ἀντὶ τοῦ παρόντος τῷ μέλλοντι, « θανάτου μελέτην » _τοῦτο ὅ φησι Πλάτων_τὸν τῇδε βίον ποιούμενον καὶ λύοντα τὴν ψυχὴν τοῦ εἴτε « σώματος », εἴτε « σήματος », κατ' ἐκεῖνον εἰπεῖν, ὅση δύναμις. Ἂν ταῦτα φιλοσοφῇς, ὦ ἄριστε, καὶ οὕτως ἔχῃς, αὐτός τ' ὀνήσῃ τὰ μέγιστα καὶ ἡμᾶς ἐπὶ σοὶ ῥᾴους ποιήσεις καὶ πολλοὺς διδάξεις ἐμφιλοσοφεῖν τοῖς πάθεσι. Καὶ πρός γε, οὐ μικρὸν κερδανεῖς_εἴ τί σοι καὶ τούτου μέλει_τὸ παρὰ πάντων θαυμάζεσθαι. Τῶν δὲ πυκτίων ὧν ᾔτησας, τὸ μὲν εὗρον καὶ ἔπεμψά σοι προθύμως, τὸ Δημοσθενικὸν λέγω: τὸ δ' ἐζημιώθην: οὐκ ἔχω οἵου σὺ χρῄζεις, τὴν Ἰλιάδα. Μὴ γάρ μοι διαπιστήσῃς, ὅτι μόνον τούτων ἀπολαύειν νομίζω καὶ μόνα κεκτῆσθαι καλῶς, ὧν ἂν αὐτὸς μετάσχοις καὶ οἷς ἂν ὡς σεαυτοῦ χρήσαιο.