[101] Τοῦ αὐτοῦ πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ πρώτη
[102] Πρὸς Κληδόνιον πρεσβύτερον ἐπιστολὴ δευτέρα
Ep. XXXII.
[32] ΤΩΙ ΑΥΤΩΙ
Εὖ γ' ὅτι φιλοσοφεῖς ἐν τοῖς πάθεσι καὶ γίνῃ πολλοῖς ὑπόδειγμα τῆς ἐν τοῖς ἀλγεινοῖς καρτερίας: καὶ ὥσπερ ἐπὶ παντὶ βελτίστῳ κατεχρῶ τῷ σώματι, ἡνίκα ὑγιεινῶς εἶχες, οὕτω καὶ νῦν τούτῳ χρῇ καλῶς, ἐπειδή γ' ἀσθενῶς ἔχεις καὶ ἀργεῖς οὐκ ἀργῶς, ἵν' οὕτως εἴπω. Φιλοσοφεῖς γάρ, καὶ ὅ φασι Διογένην εἰρηκέναι ποτὲ πυρέττοντα καὶ διακαρτεροῦντα, τοῦτο καὶ αὐτὸς παρέχεις ὁρᾶν, ψυχῆς πάλην καὶ σώματος. Τοῦτο ἔπρεπε τῷ ἐμῷ Φιλαγρίῳ, μὴ μαλακίζεσθαι μηδὲ κάμπτεσθαι πρὸς τὰ πάθη, ἀλλὰ περιφρονεῖν τὸν πηλὸν καὶ τὸ μὲν σῶμα ἐᾶν πάσχειν τὰ ἑαυτοῦ, πάντως ἢ νῦν ἢ ὕστερον λυθησόμενον νόμῳ φύσεως (οἰχήσεται γὰρ ἢ νόσῳ κάμνον ἢ χρόνῳ): αὐτὴν δ' ὑψοῦ τὴν ψυχὴν ἔχειν καὶ μετὰ Θεοῦ τετάχθαι τοῖς λογισμοῖς κἀκεῖνο εἰδέναι, ὅτι τῶν ἀτόπων ἐστὶν ἡμᾶς ἔξω μὲν κινδύνων φιλοσοφεῖν, ἐν δὲ ταῖς χρείαις ἀφιλοσόφους φαίνεσθαι καὶ διαψεύδεσθαι τὴν ὑπόσχεσιν.
Πάντ' ἐπῆλθες δηλαδὴ τῇ διανοίᾳ, ὅς' ἡμέτερα, ὅς' ἀλλότρια, ὡς ἀνὴρ πεπαιδευμένος ἐν ἀμφοτέροις καὶ παιδευτὴς ἄλλων, καὶ ἐκ πάντων σεαυτῷ συνελέξω τὸ τῆς ἀνθρωπίας φάρμακον. Ἵνα δέ σοι κἀγὼ συμφιλοσοφήσω μικρόν, εἰ τοῦτο κελεύεις, οὐκ ἐπαινῶ τοῦ Ἀριστοτέλους τὸ μικρολόγον, ὃς τὴν εὐδαιμονίαν ἡμῖν ὁριζόμενος, μεχρὶ μέν τινος προῆλθεν ὀρθῶς, ψυχῆς ἐνέργειαν κατ' ἀρετὴν εἶναι ταύτην ἀποφηνάμενος καὶ προσθεὶς ἐν βίῳ τελείῳ_καὶ τοῦτο μάλα σοφῶς_διὰ τὸ τρεπτὸν ἡμῶν καὶ εὐμετάπτωτον τῆς φύσεως: ἐκεῖνο δ' οὐκ ἔτι μεγαλοπρεπῶς, ἀλλὰ καὶ λίαν ταπεινῶς, ὅτι καὶ τὴν ἔξωθεν εὐετηρίαν προστίθησιν, ὡς, εἰ τύχοι πένης τις ὤν, ἢ νοσώδης, ἢ δυσγενής, ἢ φυγόπατρις, παρὰ τοῦτο αὐτῷ τῆς εὐδαιμονίας κωλυομένης. Ἐπαινῶ δὲ τῶν ἀπὸ τῆς Στοᾶς τὸ νεανικόν τε καὶ μεγαλόνουν, οἳ μηδὲν κωλύειν φασὶ πρὸς εὐδαιμονίαν τὰ ἔξωθεν, ἀλλ' εἶναι τὸν σπουδαῖον μακάριον, κἂν ὁ Φαλάριδος ταῦρος ἔχῃ καιόμενον.
Καὶ διὰ τοῦτο θαυμάζω μὲν τοὺς παρ' ἡμῖν ὑπὲρ τοῦ καλοῦ κινδυνεύσαντας ἢ συμφορὰν διενεγκόντας νεανικῶς: θαυμάζω δὲ καὶ τῶν ἔξωθεν τοὺς τούτοις παραπλησίους, οἷον τὸν Ἀνάξαρχον ἐκεῖνον, τὸν Ἐπίκτητον, τὸν Σωκράτην, ἵνα μὴ λέγω πολλούς. Ὧν ὁ μὲν ἐν ὅλμῳ κοπτομένων αὐτοῦ τῶν χειρῶν, οὕτω τοῦ τυράννου κελεύοντος, πτίσσειν τὸν Ἀναξάρχου θύλακον διεκελεύετο τοῖς βασανισταῖς. Τί τοῦτο λέγων; τὸ μοχθηρὸν ἡμῶν σαρκίον, ὡς Ἀναξάρχου γ' οὐ πτισσομένου, τῆς φιλοσόφου ψυχῆς: ὅπερ ἡμῖν ὁ ἐκτὸς καὶ ὁ ἐντὸς ἄνθρωπος ὀνομάζεται. Ὁ δὲ τὸ σκέλος κατατεινόμενος καὶ στρεβλούμενος ἐφιλοσόφει ὥσπερ ἐν ἀλλοτρίῳ τῷ σώματι, καὶ θᾶττον κατεαγῆναι τὸ σκέλος ἢ ἐπαισθάνεσθαι τῆς βίας ἔδοξε. Σωκράτης δὲ τὸν θάνατον ὑπ' Ἀθηναίων κατακριθεὶς καὶ οἰκῶν, ὡς οἶσθα, τὸ δεσμωτήριον, τέως μὲν ὡς ὑπὲρ ἄλλου δεσμωτηρίου τοῦ σώματος διελέγετο τοῖς μαθηταῖς καὶ φυγεῖν ἐξὸν ἀπηξίωσεν: ἐπειδὴ δὲ προσηνέχθη τὸ κώνειον, δέχεται μαλ' ἡδέως, ὥσπερ οὐκ ἐπὶ θανάτῳ δεχόμενος, ἀλλὰ φιλοτησίας προπινόμενος. Προσέθηκα δ' ἂν τούτοις καὶ Ἰὼβ τὸν ἡμέτερον, εἰ μή ς' ᾔδειν πόρρω τῶν ἐκείνου παθῶν καὶ ὄντα σὺν Θεῷ καὶ ἐσόμενος.
Ταῦτά μοι δοκεῖς κατεπᾴδειν σεαυτοῦ, ὦ θεία καὶ ἱερὰ κεφαλή, καὶ οὕτω σεαυτὸν ἰατρεύων, αὐτός τ' ἂν ῥᾴων γενέσθαι καὶ ἡμᾶς εὐφρανεῖν τοὺς σοὺς ἐπαινέτας καὶ ἐραστάς, οὐδὲν ὑπὸ τῆς νόσου καμπτόμενος, οὐδ', ὅ φησιν ὁ θεῖος Δαυΐδ, ὑπὸ τῆς εἰρήνης τῶν ἁμαρτωλῶν καὶ τῆς κατὰ τὸν βίον εὐροίας αὐτῶν ἐγκοπτόμενος, ἀλλὰ καὶ καθαιρόμενος, εἰ θέμις ἐπὶ σοῦ τοῦτο εἰπεῖν, καὶ ὕλην ἀρετῆς ποιούμενος τὴν ἀσθένειαν.